Work in Progress, Use at your own risk.


Text + data on relations and parts of speech is derived, with some changes and corrections, from the PerseusDL Treebanks. Creative Commons License
This work is licensed under a Creative Commons Attribution-NonCommercial-ShareAlike 4.0 International License.

View Odyssey 7

Homer's Odyssey, Book 6

ὣς μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
ὕπν καὶ καμάτ ἀρημένος· αὐτὰρ Ἀθήνη
βῆ ῥ᾽ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε,
οἳ πρὶν μέν ποτ’ ἔναιον ἐν εὐρυχόρ Ὑπερείῃ,
ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων,
οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν.
ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής,
εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων,
ἀμφ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους,
καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατ’ ἀρούρας.
ἀλλ’ μὲν ἤδη κηρ δαμεὶς ϊδόσδε βεβήκει,
Ἀλκίνοος δὲ τότ’ ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς.
τοῦ μὲν ἔβη πρὸς δῶμα θεά, γλαυκῶπις Ἀθήνη,
νόστον Ὀδυσσι μεγαλήτορι μητιόωσα.
βῆ δ᾽ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ἔνι κούρη
κοιμᾶτ’ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη,
Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,
πὰρ δὲ δύ’ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,
σταθμοῖιν ἑκάτερθε· θύραι δ᾽ἐπέκειντο φαειναί.
δ᾽ἀνέμου ὡς πνοι ἐπέσσυτο δέμνια κούρης,
στῆ δ᾽ἄρ’ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ειπεν,
εἰδομένη κούρ ναυσικλειτοῖο Δύμαντος,
οἱ ὁμηλικίη μὲν ην, κεχάριστο δὲ θυμῷ.
τῇ μιν εισαμένη προσέφη γλαυκῶπις Ἀθήνη·
Ναυσικάα, τί νύ σ᾽ὧδε μεθήμονα γείνατο μήτηρ;
εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,
σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλ μὲν αὐτὴν
ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σ᾽ἄγωνται.
ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει
ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ.
ἀλλ’ ομεν πλυνέουσαι ἅμ’ οῖ φαινομένηφι·
καί τοι ἐγ συνέριθος ἅμ’ ἕψομαι, ὄφρα τάχιστα
ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι·
ἤδη γάρ σε μνῶνται ἀριστες κατ δῆμον
πάντων Φαιήκων, ὅθι τοι γένος ἐστ καὶ αὐτῇ.
ἀλλ’ ἄγ’ ἐπότρυνον πατέρα κλυτὸν ῶθι πρὸ
ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, κεν ἄγῃσι
ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.
καὶ δὲ σοὶ ὧδ’ αὐτ πολ κάλλιον πόδεσσιν
ἔρχεσθαι· πολλὸν γὰρ ἀπ πλυνοί εἰσι πόληος.
μὲν ἄρ’ ὣς εἰποῦσ’ ἀπέβη γλαυκῶπις Ἀθήνη
Οὔλυμπόνδ’, ὅθι φασ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ
ἔμμεναι. οὔτ᾽ ἀνέμοισι τινάσσεται οὔτε ποτ’ ὄμβρ
δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλ μάλ’ αἴθρη
πέπταται ἀνέφελος, λευκ δ᾽ἐπιδέδρομεν αἴγλη·
τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.
ἔνθ’ ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ.
αὐτίκα δ᾽ὼς ἦλθεν ύθρονος, μιν ἔγειρε
Ναυσικάαν ύπεπλον· ἄφαρ δ᾽ἀπεθαύμασ’ ὄνειρον,
βῆ δ᾽ἴμεναι δι δώμαθ’, ἵν’ ἀγγείλειε τοκεῦσιν,
πατρ φίλ καὶ μητρί· κιχήσατο δ᾽ἔνδον όντας·
μὲν ἐπ’ ἐσχάρ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν
ἠλάκατα στρωφῶσ’ ἁλιπόρφυρα· τῷ δὲ θύραζε
ἐρχομέν ξύμβλητο μετ κλειτοὺς βασιλας
ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.
δὲ μάλ’ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε·
πάππα φίλ’, οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνην
ὑψηλὴν ύκυκλον, ἵνα κλυτ εἵματ’ ἄγωμαι
ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται;
καὶ δὲ σοὶ αὐτ οικε μετ πρώτοισιν όντα.
βουλὰς βουλεύειν καθαρ χροΐ εἵματ’ ἔχοντα.
πέντε δέ τοι φίλοι υἷες ἐν μεγάροις γεγάασιν,
οἱ δύ’ ὀπυίοντες, τρεῖς δ᾽ίθεοι θαλέθοντες·
οἱ δ᾽αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματ’ ἔχοντες
ἐς χορὸν ἔρχεσθαι· τὰ δ᾽ἐμ φρεν πάντα μέμηλεν.
ὣς ἔφατ’· αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναι
πατρ φίλῳ. δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ·
οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου.
ἔρχευ· ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην
ὑψηλὴν ύκυκλον, ὑπερτερί ἀραρυῖαν.
ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δ᾽ἐπίθοντο.
οἱ μὲν ἄρ’ ἐκτὸς ἄμαξαν ύτροχον ἡμιονείην
ὅπλεον, ἡμιόνους θ᾽ὕπαγον ζεῦξάν θ᾽ὑπ’ ἀπήνῃ·
κούρη δ᾽ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν.
καὶ τὴν μὲν κατέθηκεν υξέστ ἐπ’ ἀπήνῃ,
μήτηρ δ᾽ἐν κίστ ἐτίθει μενοεικέ’ ἐδωδὴν
παντοίην, ἐν δ᾽ὄψα τίθει, ἐν δ᾽οἶνον ἔχευεν
ἀσκ ἐν αἰγείῳ· κούρη δ᾽ἐπεβήσετ’ ἀπήνης.
δῶκεν δὲ χρυσέ ἐν ληκύθ ὑγρὸν ἔλαιον,
ος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν.
δ᾽ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα,
μάστιξεν δ᾽ἐλάαν· καναχ δ᾽ἦν ἡμιόνοιιν.
αἱ δ᾽ἄμοτον τανύοντο, φέρον δ᾽ἐσθῆτα καὶ αὐτήν,
οὐκ οἴην, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.
αἱ δ᾽ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέ’ ἵκοντο,
ἔνθ’ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολ δ᾽ὕδωρ
καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι,
ἔνθ’ αἵ γ᾽ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.
καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα
τρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δ᾽ἀπ’ ἀπήνης
εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ,
στεῖβον δ᾽ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι.
αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα,
ἑξείης πέτασαν παρ θῖν’ ἁλός, ἧχι μάλιστα
λάιγγας ποτ χέρσον ἀποπλύνεσκε θάλασσα.
αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπ’ ἐλαί
δεῖπνον ἔπειθ’ εἵλοντο παρ’ ὄχθῃσιν ποταμοῖο,
εἵματα δ᾽ελίοιο μένον τερσήμεναι αὐγῇ.
αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή,
σφαίρ ταὶ δ᾽ἄρ’ ἔπαιζον, ἀπ κρήδεμνα βαλοῦσαι·
τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.
οἵη δ᾽Ἄρτεμις εἶσι κατ’ οὔρεα οχέαιρα,
κατ Τηΰγετον περιμήκετον Ἐρύμανθον,
τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι·
τῇ δέ θ᾽ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,
ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ·
πασάων δ᾽ὑπὲρ γε κάρη ἔχει ἠδ μέτωπα,
ῥεῖά τ᾽ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι·
ὣς γ᾽ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.
ἀλλ’ ὅτε δὴ ἄρ’ ἔμελλε πάλιν οἶκόνδε νέεσθαι
ζεύξασ’ ἡμιόνους πτύξασά τε εἵματα καλά,
ἔνθ’ αὖτ’ ἄλλ’ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη,
ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τ᾽υώπιδα κούρην,
οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.
σφαῖραν ἔπειτ’ ἔρριψε μετ’ ἀμφίπολον βασίλεια·
ἀμφιπόλου μὲν ἅμαρτε, βαθεί δ᾽ἔμβαλε δίνῃ·
αἱ δ᾽ἐπ μακρὸν υσαν· δ᾽ἔγρετο δῖος Ὀδυσσεύς,
ἑζόμενος δ᾽ὥρμαινε κατ φρένα καὶ κατ θυμόν·
μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
ῥ᾽οἵ γ᾽ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
ε φιλόξεινοι καί σφιν νόος ἐστ θεουδής;
ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς υτή·
νυμφάων, αἳ ἔχουσ’ ὀρέων αἰπειν κάρηνα
καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
νύ που ἀνθρώπων εἰμ σχεδὸν αὐδηέντων;
ἀλλ’ ἄγ’ ἐγὼν αὐτὸς πειρήσομαι ἠδ ἴδωμαι.
ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,
ἐκ πυκινῆς δ᾽ὕλης πτόρθον κλάσε χειρ παχεί
φύλλων, ὡς ῥύσαιτο περ χρο μήδεα φωτός.
βῆ δ᾽ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκ πεποιθώς,
ὅς τ᾽εἶσ’ όμενος καὶ ήμενος, ἐν δέ οἱ ὄσσε
δαίεται· αὐτὰρ βουσ μετέρχεται ίεσσιν
μετ’ ἀγροτέρας ἐλάφους· κέλεται δέ γαστὴρ
μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·
ὣς Ὀδυσεὺς κούρῃσιν υπλοκάμοισιν ἔμελλε
μίξεσθαι, γυμνός περ ών· χρει γὰρ ἵκανε.
σμερδαλέος δ᾽αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ,
τρέσσαν δ᾽ἄλλυδις ἄλλη ἐπ’ ιόνας προὐχούσας·
οἴη δ᾽Ἀλκινόου θυγάτηρ μένε· τῇ γὰρ Ἀθήνη
θάρσος ἐν φρεσ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων.
στῆ δ᾽ἄντα σχομένη· δὲ μερμήριξεν Ὀδυσσεύς,
γούνων λίσσοιτο λαβὼν υώπιδα κούρην,
αὔτως ἐπέεσσιν ἀποσταδ μειλιχίοισι
λίσσοιτ’, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.
ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
λίσσεσθαι ἐπέεσσιν ἀποσταδ μειλιχίοισι,
μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη.
αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον.
γουνοῦμαί σε, ἄνασσα· θεός νύ τις, βροτός ἐσσι;
εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
Ἀρτέμιδί σε γώγε Διὸς κούρ μεγάλοιο,
εἶδός τε μέγεθός τε φυήν τ᾽ἄγχιστα ίσκω·
εἰ δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπ χθον ναιετάουσιν,
τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ,
τρὶς μάκαρες δὲ κασίγνητοι· μάλα πού σφισι θυμὸς
αἰὲν υφροσύνῃσιν αίνεται εἵνεκα σεῖο,
λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν.
κεῖνος δ᾽αὖ περ κῆρι μακάρτατος ἔξοχον ἄλλων,
ὅς κέ σ᾽έδνοισι βρίσας οἶκόνδ’ ἀγάγηται.
οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν,
οὔτ᾽ ἄνδρ’ οὔτε γυναῖκα· σέβας μ᾽ἔχει εἰσορόωντα.
Δήλ δή ποτε τοῖον Ἀπόλλωνος παρ βωμ
φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα·
ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός,
τὴν ὁδὸν δὴ μέλλεν ἐμοὶ κακ κήδε’ ἔσεσθαι.
ὣς δ᾽αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμ
δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης,
ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δ᾽αἰνῶς
γούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει.
χθιζὸς εικοστ φύγον ἤματι οἴνοπα πόντον·
τόφρα δέ μ᾽αἰεὶ κῦμ’ φόρει κραιπναί τε θύελλαι
νήσου ἀπ’ Ὠγυγίης. νῦν δ᾽ἐνθάδε κάββαλε δαίμων,
ὄφρ’ τι που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ίω
παύσεσθ’, ἀλλ’ ἔτι πολλ θεοὶ τελέουσι πάροιθεν.
ἀλλά, ἄνασσ’, ἐλέαιρε· σὲ γὰρ κακ πολλ μογήσας
ἐς πρώτην ἱκόμην, τῶν δ᾽ἄλλων οὔ τινα οἶδα
ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,
εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδ’ οῦσα.
σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσ σῇσι μενοινᾷς,
ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειαν
ἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,
ὅθ’ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον
ἀνὴρ ἠδ γυνή· πόλλ’ ἄλγεα δυσμενέεσσι,
χάρματα δ᾽εὐμενέτῃσι, μάλιστα δέ τ᾽ἔκλυον αὐτοί.
τὸν δ᾽αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα·
ξεῖν’, ἐπεὶ οὔτε κακ οὔτ᾽ ἄφρονι φωτ οικας·
Ζεὺς δ᾽αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν,
ἐσθλοῖς ἠδ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ·
καί που σοὶ τάδ’ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης.
νῦν δ᾽,ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις,
οὔτ᾽ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
ὧν ἐπέοιχ’ ἱκέτην ταλαπείριον ἀντιάσαντα.
ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν.
Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν,
εἰμ δ᾽ἐγ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,
τοῦ δ᾽ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε.
ῥα καὶ ἀμφιπόλοισιν υπλοκάμοισι κέλευσε·
στῆτέ μοι, ἀμφίπολοι· πόσε φεύγετε φῶτα ἰδοῦσαι;
μή πού τινα δυσμενέων φάσθ’ ἔμμεναι ἀνδρῶν;
οὐκ ἔσθ’ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται,
ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται
δηιοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν.
οἰκέομεν δ᾽ἀπάνευθε πολυκλύστ ἐν πόντῳ,
ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.
ἀλλ’ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδ’ ἱκάνει,
τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
ξεῖνοί τε πτωχοί τε, δόσις δ᾽ὀλίγη τε φίλη τε.
ἀλλ δότ’, ἀμφίπολοι, ξείν βρῶσίν τε πόσιν τε,
λούσατέ τ᾽ἐν ποταμῷ, ὅθ’ ἐπ σκέπας ἔστ’ ἀνέμοιο.
ὣς ἔφαθ’, αἱ δ᾽ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν,
κὰδ δ᾽ἄρ’ Ὀδυσσέα εἷσαν ἐπ σκέπας, ὡς ἐκέλευσεν
Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο·
πὰρ δ᾽ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματ’ ἔθηκαν,
δῶκαν δὲ χρυσέ ἐν ληκύθ ὑγρὸν ἔλαιον,
ἤνωγον δ᾽ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν.
δή ῥα τότ’ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς·
ἀμφίπολοι, στῆθ’ οὕτω ἀπόπροθεν, ὄφρ’ ἐγ αὐτὸς
ἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμφ δ᾽ἐλαί
χρίσομαι· γὰρ δηρὸν ἀπ χροός ἐστιν ἀλοιφή.
ἄντην δ᾽οὐκ ἂν γώγε λοέσσομαι· αἰδέομαι γὰρ
γυμνοῦσθαι κούρῃσιν υπλοκάμοισι μετελθών.
ὣς ἔφαθ’, αἱ δ᾽ἀπάνευθεν ἴσαν, εἶπον δ᾽ἄρα κούρῃ.
αὐτὰρ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺς
ἅλμην, οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους,
ἐκ κεφαλῆς δ᾽ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.
αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπ’ ἄλειψεν,
ἀμφ δὲ εἵματα ἕσσαθ’ οἱ πόρε παρθένος ἀδμής,
τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα
μείζονά τ᾽εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος
οὔλας ἧκε κόμας, ακινθίν ἄνθει ὁμοίας.
ὡς δ᾽ὅτε τις χρυσὸν περιχεύεται ἀργύρ ἀνὴρ
ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,
ὣς ἄρα τῷ κατέχευε χάριν κεφαλ τε καὶ ὤμοις.
ἕζετ’ ἔπειτ’ ἀπάνευθε κιὼν ἐπ θῖνα θαλάσσης,
κάλλεϊ καὶ χάρισι στίλβων· θηεῖτο δὲ κούρη.
δή ῥα τότ’ ἀμφιπόλοισιν υπλοκάμοισι μετηύδα·
κλῦτέ μοι, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω.
οὐ πάντων έκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν,
Φαιήκεσσ’ ὅδ’ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι·
πρόσθεν μὲν γὰρ δή μοι εικέλιος δέατ’ εἶναι,
νῦν δὲ θεοῖσιν οικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη
ἐνθάδε ναιετάων, καὶ οἱ ἅδοι αὐτόθι μίμνειν.
ἀλλ δότ’, ἀμφίπολοι, ξείν βρῶσίν τε πόσιν τε.
ὣς ἔφαθ’, αἱ δ᾽ἄρα τῆς μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο,
πὰρ δ᾽ἄρ’ Ὀδυσσι ἔθεσαν βρῶσίν τε πόσιν τε.
τοι πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς
ἁρπαλέως· δηρὸν γὰρ ἐδητύος εν ἄπαστος.
αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλ’ ἐνόησεν·
εἵματ’ ἄρα πτύξασα τίθει καλῆς ἐπ’ ἀπήνης,
ζεῦξεν δ᾽ἡμιόνους κρατερώνυχας, ἂν δ᾽ἔβη αὐτή,
ὤτρυνεν δ᾽Ὀδυσα, ἔπος τ᾽ἔφατ’ ἔκ τ᾽ὀνόμαζεν·
ὄρσεο δὴνῦν, ξεῖνε, πόλινδ’ ἴμεν ὄφρα σε πέμψω
πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι
πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.
ἀλλ μάλ’ ὧδ’ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·
ὄφρ’ ἂν μέν κ᾽ἀγροὺς ομεν καὶ ἔργ’ ἀνθρώπων,
τόφρα σὺν ἀμφιπόλοισι μεθ’ ἡμιόνους καὶ ἄμαξαν
καρπαλίμως ἔρχεσθαι· ἐγ δ᾽ὁδὸν ἡγεμονεύσω.
αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος
ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος,
λεπτ δ᾽εἰσίθμη· νῆες δ᾽ὁδὸν ἀμφιέλισσαι
εἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.
ἔνθα δέ τέ σφ᾽ἀγορ καλὸν Ποσιδήιον ἀμφίς,
ῥυτοῖσιν λάεσσι κατωρυχέεσσ’ ἀραρυῖα.
ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,
πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά.
οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη,
ἀλλ’ ἱστοὶ καὶ ἐρετμ νεῶν καὶ νῆες ῖσαι,
ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.
τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω
μωμεύῃ· μάλα δ᾽εἰσὶν ὑπερφίαλοι κατ δῆμον·
καί νύ τις ὧδ’ εἴπῃσι κακώτερος ἀντιβολήσας·
τίς δ᾽ὅδε Ναυσικά ἕπεται καλός τε μέγας τε
ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.
τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπ νηὸς
ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν·
τίς οἱ εὐξαμέν πολυάρητος θεὸς ἦλθεν
οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.
βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν
ἄλλοθεν· γὰρ τούσδε γ᾽ἀτιμάζει κατ δῆμον
Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.
ὣς ἐρέουσιν, ἐμοὶ δέ κ᾽ὀνείδεα ταῦτα γένοιτο.
καὶ δ᾽ἄλλ νεμεσῶ, τις τοιαῦτά γε ῥέζοι,
τ᾽έκητι φίλων πατρὸς καὶ μητρὸς όντων,
ἀνδράσι μίσγηται, πρίν γ᾽ἀμφάδιον γάμον ἐλθεῖν.
ξεῖνε, σὺ δ᾽ὧδ’ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα
πομπῆς καὶ νόστοιο τύχῃς παρ πατρὸς ἐμοῖο.
δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου
αἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφ δὲ λειμών·
ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τ᾽ἀλωή,
τόσσον ἀπ πτόλιος, ὅσσον τε γέγωνε βοήσας.
ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς κεν ἡμεῖς
ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.
αὐτὰρ ἐπὴν ἡμέας ἔλπ ποτ δώματ’ ἀφῖχθαι,
καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδ’ ἐρέεσθαι
δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.
ῥεῖα δ᾽ἀρίγνωτ’ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο
νήπιος· οὐ μὲν γάρ τι οικότα τοῖσι τέτυκται
δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο
ἥρως. ἀλλ’ ὁπότ’ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,
ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρ’ ἂν ἵκηαι
μητέρ’ ἐμήν· δ᾽ἧσται ἐπ’ ἐσχάρ ἐν πυρὸς αὐγῇ,
ἠλάκατα στρωφῶσ’ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι,
κίονι κεκλιμένη· δμῳαὶ δέ οἱ εἵατ’ ὄπισθεν.
ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ,
τῷ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς.
τὸν παραμειψάμενος μητρὸς περ γούνασι χεῖρας
βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι
χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί.
εἴ κέν τοι κείνη γε φίλα φρονέῃσ’ ἐν θυμῷ,
ἐλπωρή τοι ἔπειτα φίλους τ᾽ἰδέειν καὶ ἱκέσθαι
οἶκον υκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.
ὣς ἄρα φωνήσασ’ ἵμασεν μάστιγι φαειν
ἡμιόνους· αἱ δ᾽ὦκα λίπον ποταμοῖο ῥέεθρα.
αἱ δ᾽ μὲν τρώχων, δὲ πλίσσοντο πόδεσσιν·
δὲ μάλ’ ἡνιόχευεν, ὅπως ἅμ’ ἑποίατο πεζοὶ
ἀμφίπολοί τ᾽Ὀδυσεύς τε, νό δ᾽ἐπέβαλλεν ἱμάσθλην.
δύσετό τ᾽έλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο
ἱρὸν Ἀθηναίης, ἵν’ ἄρ’ ἕζετο δῖος Ὀδυσσεύς.
αὐτίκ’ ἔπειτ’ ἠρᾶτο Διὸς κούρ μεγάλοιο·
κλῦθί μοι, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη·
νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτ’ ἄκουσας
ῥαιομένου, ὅτε μ᾽ἔρραιε κλυτὸς ἐννοσίγαιος.
δός μ᾽ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδ’ ἐλεεινόν.
ὣς ἔφατ’ εὐχόμενος, τοῦ δ᾽ἔκλυε Παλλὰς Ἀθήνη.
αὐτ δ᾽οὔ πω φαίνετ’ ἐναντίη· αἴδετο γάρ ῥα
πατροκασίγνητον· δ᾽ἐπιζαφελῶς μενέαινεν
Click words for info.