ὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ αἶαν,
Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος
ἀκροτάτ κορυφ πολυδειράδος Οὐλύμποιο·
αὐτὸς δέ σφ’ἀγόρευε, θεοὶ δ’ὑπ πάντες ἄκουον·
κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,
ὄφρ’ εἴπω τά με θυμὸς ἐν στήθεσσι κελεύει.
μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην
πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλ’ ἅμα πάντες
αἰνεῖτ’, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.
ὃν δ’ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω
ἐλθόντ’ Τρώεσσιν ἀρηγέμεν Δαναοῖσι
πληγεὶς οὐ κατ κόσμον ἐλεύσεται Οὔλυμπον δέ·
μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ερόεντα
τῆλε μάλ’, ἧχι βάθιστον ὑπ χθονός ἐστι βέρεθρον,
ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός,
τόσσον ἔνερθ’ ΐδεω ὅσον οὐρανός ἐστ’ ἀπ γαίης·
γνώσετ’ ἔπειθ’ ὅσον εἰμ θεῶν κάρτιστος ἁπάντων.
εἰ δ’ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες·
σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες
πάντές τ’ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι·
ἀλλ’ οὐκ ἂν ἐρύσαιτ’ ἐξ οὐρανόθεν πεδίον δὲ
Ζῆν’ ὕπατον μήστωρ’, οὐδ’ εἰ μάλα πολλ κάμοιτε.
ἀλλ’ ὅτε δὴ καὶ ἐγ πρόφρων ἐθέλοιμι ἐρύσσαι,
αὐτ κεν γαί ἐρύσαιμ’ αὐτ τε θαλάσσῃ·
σειρὴν μέν κεν ἔπειτα περ ῥίον Οὐλύμποιο
δησαίμην, τὰ δέ κ’αὖτε μετήορα πάντα γένοιτο.
τόσσον ἐγ περί τ’εἰμ θεῶν περί τ’εἴμ’ ἀνθρώπων.
ὣς ἔφαθ’, οἱ δ’ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπ
μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν.
ὀψ δὲ δὴ μετέειπε θε γλαυκῶπις Ἀθήνη·
πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων
εὖ νυ καὶ ἡμεῖς ἴδμεν τοι σθένος οὐκ ἐπιεικτόν·
ἀλλ’ ἔμπης Δαναῶν ὀλοφυρόμεθ’ αἰχμητάων,
οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.
ἀλλ’ ἤτοι πολέμου μὲν ἀφεξόμεθ’ ὡς σὺ κελεύεις·
βουλὴν δ’Ἀργείοις ὑποθησόμεθ’ τις ὀνήσει,
ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.
τὴν δ’ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς·
θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμ
πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι.
ὣς εἰπὼν ὑπ’ ὄχεσφι τιτύσκετο χαλκόποδ’ ἵππω
ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,
χρυσὸν δ’αὐτὸς ἔδυνε περ χροΐ, γέντο δ’ἱμάσθλην
χρυσείην εὔτυκτον, οῦ δ’ἐπεβήσετο δίφρου,
μάστιξεν δ’ἐλάαν· τὼ δ’οὐκ έκοντε πετέσθην
μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
Ἴδην δ’ἵκανεν πολυπίδακα μητέρα θηρῶν
Γάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις.
ἔνθ’ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε
λύσας ἐξ ὀχέων, κατ δ’ἠέρα πουλὺν ἔχευεν.
αὐτὸς δ’ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων
εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν.
οἳ δ’ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ
ῥίμφα κατ κλισίας, ἀπ δ’αὐτοῦ θωρήσσοντο.
Τρῶες δ’αὖθ’ ἑτέρωθεν ἀν πτόλιν ὁπλίζοντο
παυρότεροι· μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι
χρειοῖ ἀναγκαίῃ, πρό τε παίδων καὶ πρὸ γυναικῶν.
πᾶσαι δ’ὠΐγνυντο πύλαι, ἐκ δ’ἔσσυτο λαός,
πεζοί θ’ἱππές τε· πολὺς δ’ὀρυμαγδὸς ὀρώρει.
οἳ δ’ὅτε δή ῥ’ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο
σύν ῥ’ἔβαλον ῥινούς, σὺν δ’ἔγχεα καὶ μένε’ ἀνδρῶν
χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
ἔπληντ’ ἀλλήλῃσι, πολὺς δ’ὀρυμαγδὸς ὀρώρει.
ἔνθα δ’ἅμ’ οἰμωγή τε καὶ εὐχωλ πέλεν ἀνδρῶν
ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δ’αἵματι γαῖα.
ὄφρα μὲν ἠὼς ἦν καὶ έξετο ερὸν ἦμαρ,
τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο, πῖπτε δὲ λαός.
ἦμος δ’Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,
καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα·
ἐν δ’ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο
Τρώων θ’ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
ἕλκε δὲ μέσσα λαβών· ῥέπε δ’αἴσιμον ἦμαρ Ἀχαιῶν.
αἳ μὲν Ἀχαιῶν κῆρες ἐπ χθον πουλυβοτείρ
ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ερθεν·
αὐτὸς δ’ἐξ Ἴδης μεγάλ’ ἔκτυπε, δαιόμενον δὲ
ἧκε σέλας μετ λαὸν Ἀχαιῶν· οἳ δὲ ἰδόντες
θάμβησαν, καὶ πάντας ὑπ χλωρὸν δέος εἷλεν.
ἔνθ’ οὔτ’ Ἰδομενεὺς τλῆ μίμνειν οὔτ’ Ἀγαμέμνων,
οὔτε δύ’ Αἴαντες μενέτην θεράποντες Ἄρηος·
Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν
οὔ τι ἑκών, ἀλλ’ ἵππος ἐτείρετο, τὸν βάλεν
δῖος Ἀλέξανδρος Ἑλένης πόσις ϋκόμοιο
ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων
κρανί ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.
ἀλγήσας δ’ἀνέπαλτο, βέλος δ’εἰς ἐγκέφαλον δῦ,
σὺν δ’ἵππους ἐτάραξε κυλινδόμενος περ χαλκῷ.
ὄφρ’ γέρων ἵπποιο παρηορίας ἀπέταμνε
φασγάν ΐσσων, τόφρ’ Ἕκτορος ὠκέες ἵπποι
ἦλθον ἀν’ ωχμὸν θρασὺν ἡνίοχον φορέοντες
Ἕκτορα· καί νύ κεν ἔνθ’ γέρων ἀπ θυμὸν ὄλεσσεν
εἰ μὴ ἄρ’ ὀξ νόησε βοὴν ἀγαθὸς Διομήδης·
σμερδαλέον δ’ἐβόησεν ἐποτρύνων Ὀδυσα·
διογενὲς Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ
πῇ φεύγεις μετ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;
μή τίς τοι φεύγοντι μεταφρέν ἐν δόρυ πήξῃ·
ἀλλ μέν’ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.
ὣς ἔφατ’, οὐδ’ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς,
ἀλλ παρήϊξεν κοίλας ἐπ νῆας Ἀχαιῶν.
Τυδεΐδης δ’αὐτός περ ὼν προμάχοισιν ἐμίχθη,
στῆ δὲ πρόσθ’ ἵππων Νηληϊάδαο γέροντος,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
γέρον μάλα δή σε νέοι τείρουσι μαχηταί,
σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει,
ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.
ἀλλ’ ἄγ’ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο
κραιπν μάλ’ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδ φέβεσθαι,
οὕς ποτ’ ἀπ’ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.
τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ
Τρωσὶν ἐφ’ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ
εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.
ὣς ἔφατ’, οὐδ’ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
Νεστορέας μὲν ἔπειθ’ ἵππους θεράποντε κομείτην
ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.
τὼ δ’εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην·
Νέστωρ δ’ἐν χείρεσσι λάβ’ ἡνία σιγαλόεντα,
μάστιξεν δ’ἵππους· τάχα δ’Ἕκτορος ἄγχι γένοντο.
τοῦ δ’ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός·
καὶ τοῦ μέν ῥ’ἀφάμαρτεν, δ’ἡνίοχον θεράποντα
υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπα
ἵππων ἡνί’ ἔχοντα βάλε στῆθος παρ μαζόν.
ἤριπε δ’ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
ὠκύποδες· τοῦ δ’αὖθι λύθη ψυχή τε μένος τε.
Ἕκτορα δ’αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·
τὸν μὲν ἔπειτ’ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου
κεῖσθαι, δ’ἡνίοχον μέθεπε θρασύν· οὐδ’ ἄρ’ ἔτι δὴν
ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν
Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθ’ ἵππων
ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.
ἔνθά κε λοιγὸς ην καὶ ἀμήχανα ἔργα γένοντο,
καί νύ κε σήκασθεν κατ Ἴλιον ΰτε ἄρνες,
εἰ μὴ ἄρ’ ὀξ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
βροντήσας δ’ἄρα δεινὸν ἀφῆκ’ ἀργῆτα κεραυνόν,
κὰδ δὲ πρόσθ’ ἵππων Διομήδεος ἧκε χαμᾶζε·
δειν δὲ φλὸξ ὦρτο θεείου καιομένοιο,
τὼ δ’ἵππω δείσαντε καταπτήτην ὑπ’ ὄχεσφι·
Νέστορα δ’ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα,
δεῖσε δ’ὅ γ’ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε·
Τυδεΐδη ἄγε δ’αὖτε φόβον δ’ἔχε μώνυχας ἵππους.
οὐ γιγνώσκεις τοι ἐκ Διὸς οὐχ ἕπετ’ ἀλκή;
νῦν μὲν γὰρ τούτ Κρονίδης Ζεὺς κῦδος ὀπάζει
σήμερον· ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κ’ἐθέλῃσι,
δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο
οὐδ μάλ’ ἴφθιμος, ἐπεὶ πολ φέρτερός ἐστι.
τὸν δ’ἠμείβετ’ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης·
ναὶ δὴ ταῦτά γε πάντα γέρον κατ μοῖραν ειπες·
ἀλλ τόδ’ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·
Ἕκτωρ γάρ ποτε φήσει ἐν Τρώεσσ’ ἀγορεύων·
Τυδεΐδης ὑπ’ ἐμεῖο φοβεύμενος ἵκετο νῆας.
ὥς ποτ’ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών.
τὸν δ’ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
μοι Τυδέος υἱ δαΐφρονος, οἷον ειπες.
εἴ περ γάρ σ’Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει,
ἀλλ’ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες
καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων,
τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας.
ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους
αὖτις ἀν’ ωχμόν· ἐπ δὲ Τρῶές τε καὶ Ἕκτωρ
ἠχ θεσπεσί βέλεα στονόεντα χέοντο.
τῷ δ’ἐπ μακρὸν ϋσε μέγας κορυθαίολος Ἕκτωρ·
Τυδεΐδη περ μέν σε τίον Δαναοὶ ταχύπωλοι
ἕδρ τε κρέασίν τε ἰδ πλείοις δεπάεσσι·
νῦν δέ σ’ἀτιμήσουσι· γυναικὸς ἄρ’ ἀντ τέτυξο.
ἔρρε κακ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο
πύργων ἡμετέρων ἐπιβήσεαι, οὐδ γυναῖκας
ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω.
ὣς φάτο, Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν
ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι.
τρὶς μὲν μερμήριξε κατ φρένα καὶ κατ θυμόν,
τρὶς δ’ἄρ’ ἀπ’ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς
σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην.
Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ΰσας·
Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
γιγνώσκω δ’ὅτι μοι πρόφρων κατένευσε Κρονίων
νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα·
νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο
ἀβλήχρ’ οὐδενόσωρα· τὰ δ’οὐ μένος ἁμὸν ἐρύξει·
ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.
ἀλλ’ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι,
μνημοσύνη τις ἔπειτα πυρὸς δηίοιο γενέσθω,
ὡς πυρ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς
Ἀργείους παρ νηυσὶν ἀτυζομένους ὑπ καπνοῦ.
ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·
Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε
νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν
Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος ετίωνος
ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν
οἶνόν τ’ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι,
ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι.
ἀλλ’ ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν
ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει
πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν,
αὐτὰρ ἀπ’ ὤμοιιν Διομήδεος ἱπποδάμοιο
δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων.
εἰ τούτω κε λάβοιμεν, ελποίμην κεν Ἀχαιοὺς
αὐτονυχ νηῶν ἐπιβησέμεν ὠκειάων.
ὣς ἔφατ’ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη,
σείσατο δ’εἰν θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον,
καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα·
πόποι ἐννοσίγαι’ εὐρυσθενές, οὐδέ νυ σοί περ
ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσ θυμός.
οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ’ ἀνάγουσι
πολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην.
εἴ περ γάρ κ’ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί,
Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν,
αὐτοῦ κ’ἔνθ’ ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ.
τὴν δὲ μέγ’ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων·
Ἥρη ἀπτοεπὲς ποῖον τὸν μῦθον ειπες.
οὐκ ἂν ἔγωγ’ ἐθέλοιμι Δι Κρονίωνι μάχεσθαι
ἡμέας τοὺς ἄλλους, ἐπεὶ πολ φέρτερός ἐστιν.
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
τῶν δ’ὅσον ἐκ νηῶν ἀπ πύργου τάφρος εργε
πλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάων
εἰλομένων· εἴλει δὲ θο ἀτάλαντος Ἄρηϊ
Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε.
καί νύ κ’ἐνέπρησεν πυρ κηλέ νῆας ΐσας,
εἰ μὴ ἐπ φρεσ θῆκ’ Ἀγαμέμνονι πότνια Ἥρη
αὐτ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς.
βῆ δ’ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρ παχείῃ,
στῆ δ’ἐπ’ Ὀδυσσος μεγακήτεϊ νη μελαίνῃ,
ῥ’ἐν μεσσάτ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,
ἠμὲν ἐπ’ Αἴαντος κλισίας Τελαμωνιάδαο
ἠδ’ ἐπ’ Ἀχιλλος, τοί ῥ’ἔσχατα νῆας ΐσας
εἴρυσαν, ἠνορέ πίσυνοι καὶ κάρτεϊ χειρῶν·
ϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
αἰδὼς Ἀργεῖοι, κάκ’ ἐλέγχεα, εἶδος ἀγητοί·
πῇ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι,
ἃς ὁπότ’ ἐν Λήμν κενεαυχέες ἠγοράασθε,
ἔσθοντες κρέα πολλ βοῶν ὀρθοκραιράων
πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο,
Τρώων ἄνθ’ ἑκατόν τε διηκοσίων τε ἕκαστος
στήσεσθ’ ἐν πολέμῳ· νῦν δ’οὐδ’ ἑνὸς ἄξιοί εἰμεν
Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρ κηλέῳ.
Ζεῦ πάτερ, ῥά τιν’ ἤδη ὑπερμενέων βασιλήων
τῇδ’ ἄτ ασας καί μιν μέγα κῦδος ἀπηύρας;
οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν
νη πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων,
ἀλλ’ ἐπ πᾶσι βοῶν δημὸν καὶ μηρί’ ἔκηα
έμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι.
ἀλλ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον έλδωρ·
αὐτοὺς δή περ ασον ὑπεκφυγέειν καὶ ἀλύξαι,
μηδ’ οὕτω Τρώεσσιν α δάμνασθαι Ἀχαιούς.
ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα,
νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδ’ ἀπολέσθαι.
αὐτίκα δ’αἰετὸν ἧκε τελειότατον πετεηνῶν,
νεβρὸν ἔχοντ’ ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης·
πὰρ δὲ Διὸς βωμ περικαλλέϊ κάββαλε νεβρόν,
ἔνθα πανομφαί Ζην ῥέζεσκον Ἀχαιοί.
οἳ δ’ὡς οὖν εἴδονθ’ τ’ἄρ’ ἐκ Διὸς ἤλυθεν ὄρνις,
μᾶλλον ἐπ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.
ἔνθ’ οὔ τις πρότερος Δαναῶν πολλῶν περ όντων
εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους
τάφρου τ’ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι,
ἀλλ πολ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν
Φραδμονίδην Ἀγέλαον· μὲν φύγαδ’ ἔτραπεν ἵππους·
τῷ δὲ μεταστρεφθέντι μεταφρέν ἐν δόρυ πῆξεν
ὤμων μεσσηγύς, δι δὲ στήθεσφιν ἔλασσεν·
ἤριπε δ’ἐξ ὀχέων, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ.
τὸν δὲ μετ’ Ἀτρεΐδαι Ἀγαμέμνων καὶ Μενέλαος,
τοῖσι δ’ἐπ’ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,
τοῖσι δ’ἐπ’ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενος
Μηριόνης ἀτάλαντος Ἐνυαλί ἀνδρειφόντῃ,
τοῖσι δ’ἐπ’ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·
Τεῦκρος δ’εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων,
στῆ δ’ἄρ’ ὑπ’ Αἴαντος σάκεϊ Τελαμωνιάδαο.
ἔνθ’ Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ γ’ἥρως
παπτήνας, ἐπεὶ ἄρ τιν’ ϊστεύσας ἐν ὁμίλ
βεβλήκοι, μὲν αὖθι πεσὼν ἀπ θυμὸν ὄλεσσεν,
αὐτὰρ αὖτις ὼν πάϊς ὣς ὑπ μητέρα δύσκεν
εἰς Αἴανθ’· δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.
ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων;
Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδ’ Ὀφελέστην
Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην
καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον,
πάντας ἐπασσυτέρους πέλασε χθον πουλυβοτείρῃ.
τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας·
στῆ δὲ παρ’ αὐτὸν ὼν καί μιν πρὸς μῦθον ειπε·
Τεῦκρε φίλη κεφαλή, Τελαμώνιε κοίρανε λαῶν
βάλλ’ οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι
πατρί τε σῷ Τελαμῶνι, σ’ἔτρεφε τυτθὸν όντα,
καί σε νόθον περ όντα κομίσσατο ἐν οἴκῳ·
τὸν καὶ τηλόθ’ όντα ϋκλείης ἐπίβησον.
σοὶ δ’ἐγ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται·
αἴ κέν μοι δώ Ζεύς τ’αἰγίοχος καὶ Ἀθήνη
Ἰλίου ἐξαλαπάξαι ϋκτίμενον πτολίεθρον,
πρώτ τοι μετ’ ἐμ πρεσβήϊον ἐν χερ θήσω,
τρίποδ’ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν
γυναῖχ’, κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.
τὸν δ’ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων·
Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν
ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι
παύομαι, ἀλλ’ ἐξ οὗ προτ Ἴλιον ὠσάμεθ’ αὐτοὺς
ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω.
ὀκτ δὴ προέηκα τανυγλώχινας ϊστούς,
πάντες δ’ἐν χροῂ πῆχθεν ἀρηϊθόων ιζηῶν·
τοῦτον δ’οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.
ῥα καὶ ἄλλον ϊστὸν ἀπ νευρῆφιν αλλεν
Ἕκτορος ἀντικρύ, βαλέειν δέ ετο θυμός·
καὶ τοῦ μέν ῥ’ἀφάμαρθ’, δ’ἀμύμονα Γοργυθίωνα
υἱὸν ῢν Πριάμοιο κατ στῆθος βάλεν ῷ,
τόν ῥ’ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ
καλ Καστιάνειρα δέμας ϊκυῖα θεῇσι.
μήκων δ’ὡς ἑτέρωσε κάρη βάλεν, τ’ἐν κήπ
καρπ βριθομένη νοτίῃσί τε εᾇαρινῇσιν,
ὣς ἑτέρωσ’ ἤμυσε κάρη πήληκι βαρυνθέν.
Τεῦκρος δ’ἄλλον ϊστὸν ἀπ νευρῆφιν αλλεν
Ἕκτορος ἀντικρύ, βαλέειν δέ ετο θυμός.
ἀλλ’ γε καὶ τόθ’ ἅμαρτε· παρέσφηλεν γὰρ Ἀπόλλων·
ἀλλ’ Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχα
έμενον πόλεμον δὲ βάλε στῆθος παρ μαζόν·
ἤριπε δ’ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
ὠκύποδες· τοῦ δ’αὖθι λύθη ψυχή τε μένος τε.
Ἕκτορα δ’αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·
τὸν μὲν ἔπειτ’ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου,
Κεβριόνην δ’ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα
ἵππων ἡνί’ ἑλεῖν· δ’ἄρ’ οὐκ ἀπίθησεν ἀκούσας.
αὐτὸς δ’ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος
σμερδαλέα άχων· δὲ χερμάδιον λάβε χειρί,
βῆ δ’ᾇθὺς Τεύκρου, βαλέειν δέ θυμὸς ἀνώγει.
ἤτοι μὲν φαρέτρης ἐξείλετο πικρὸν ϊστόν,
θῆκε δ’ἐπ νευρῇ· τὸν δ’αὖ κορυθαίολος Ἕκτωρ
αὐερύοντα παρ’ ὦμον, ὅθι κληῂς ἀποέργει
αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι,
τῇ ῥ’ἐπ οἷ μεμαῶτα βάλεν λίθ ὀκριόεντι,
ῥῆξε δέ οἱ νευρήν· νάρκησε δὲ χεὶρ ἐπ καρπῷ,
στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός.
Αἴας δ’οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,
ἀλλ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.
τὸν μὲν ἔπειθ’ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι
Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ
νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
ἂψ δ’αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν·
οἳ δ’ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς·
Ἕκτωρ δ’ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων.
ὡς δ’ὅτε τίς τε κύων συὸς ἀγρίου λέοντος
ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων
ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει,
ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς,
αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δὲ φέβοντο.
αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν
φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπ χερσίν,
οἳ μὲν δὴ παρ νηυσὶν ἐρητύοντο μένοντες,
ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
χεῖρας ἀνίσχοντες μεγάλ’ εὐχετόωντο ἕκαστος·
Ἕκτωρ δ’ἀμφιπεριστρώφα καλλίτριχας ἵππους
Γοργοῦς ὄμματ’ ἔχων ἠδ βροτολοιγοῦ Ἄρηος.
τοὺς δὲ ἰδοῦσ’ ἐλέησε θε λευκώλενος Ἥρη,
αἶψα δ’Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νῶϊ
ὀλλυμένων Δαναῶν κεκαδησόμεθ’ ὑστάτιόν περ;
οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται
ἀνδρὸς ἑνὸς ῥιπῇ, δὲ μαίνεται οὐκέτ’ ἀνεκτῶς
Ἕκτωρ Πριαμίδης, καὶ δὴ κακ πολλ ἔοργε.
τὴν δ’αὖτε προσέειπε θε γλαυκῶπις Ἀθήνη·
καὶ λίην οὗτός γε μένος θυμόν τ’ὀλέσειε
χερσὶν ὑπ’ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ·
ἀλλ πατὴρ οὑμὸς φρεσ μαίνεται οὐκ ἀγαθῇσι
σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς·
οὐδέ τι τῶν μέμνηται, οἱ μάλα πολλάκις υἱὸν
τειρόμενον σώεσκον ὑπ’ Εὐρυσθος έθλων.
ἤτοι μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμ Ζεὺς
τῷ ἐπαλεξήσουσαν ἀπ’ οὐρανόθεν προΐαλλεν.
εἰ γὰρ ἐγ τάδε ᾔδε’ ἐν φρεσ πευκαλίμῃσιν
εὖτέ μιν εἰς ΐδαο πυλάρταο προὔπεμψεν
ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ ΐδαο,
οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπ ῥέεθρα.
νῦν δ’ἐμ μὲν στυγέει, Θέτιδος δ’ἐξήνυσε βουλάς,
οἱ γούνατ’ ἔκυσσε καὶ ἔλλαβε χειρ γενείου,
λισσομένη τιμῆσαι Ἀχιλλα πτολίπορθον.
ἔσται μὰν ὅτ’ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ.
ἀλλ σὰ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους,
ὄφρ’ ἂν ἐγ καταδῦσα Διὸς δόμον αἰγιόχοιο
τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι
νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ
γηθήσει προφανέντε ἀν πτολέμοιο γεφύρας,
τις καὶ Τρώων κορέει κύνας ἠδ’ οἰωνοὺς
δημ καὶ σάρκεσσι, πεσὼν ἐπ νηυσὶν Ἀχαιῶν.
ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θε λευκώλενος Ἥρη.
μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
Ἥρη πρέσβα θε θυγάτηρ μεγάλοιο Κρόνοιο·
αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
πέπλον μὲν κατέχευεν ανὸν πατρὸς ἐπ’ οὔδει
ποικίλον, ὅν ῥ’αὐτ ποιήσατο καὶ κάμε χερσίν,
δὲ χιτῶν’ ἐνδῦσα Διὸς νεφεληγερέταο
τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
ἐς δ’ὄχεα φλόγεα ποσ βήσετο, λάζετο δ’ἔγχος
βριθ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ’ ἄρ’ ἵππους·
αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,
τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε
ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ’ ἐπιθεῖναι.
τῇ ῥα δι’ αὐτάων κεντρηνεκέας ἔχον ἵππους.
Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατ’ ἄρ’ αἰνῶς,
Ἶριν δ’ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·
βάσκ’ ἴθι Ἶρι ταχεῖα, πάλιν τρέπε μηδ’ ἔα ἄντην
ἔρχεσθ’· οὐ γὰρ καλ συνοισόμεθα πτόλεμον δέ.
ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
γυιώσω μέν σφωϊν ὑφ’ ἅρμασιν ὠκέας ἵππους,
αὐτὰς δ’ἐκ δίφρου βαλέω κατά θ’ἅρματα ἄξω·
οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς
ἕλκε’ ἀπαλθήσεσθον, κεν μάρπτῃσι κεραυνός·
ὄφρα ἰδ γλαυκῶπις ὅτ’ ἂν πατρ μάχηται.
Ἥρ δ’οὔ τι τόσον νεμεσίζομαι οὐδ χολοῦμαι·
αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττί κεν εἴπω.
ὣς ἔφατ’, ὦρτο δὲ Ἶρις ελλόπος ἀγγελέουσα,
βῆ δ’ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.
πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο
ἀντομένη κατέρυκε, Διὸς δέ σφ’ἔννεπε μῦθον·
πῇ μέματον; τί σφῶϊν ἐν φρεσ μαίνεται ἦτορ;
οὐκ ἐά Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν.
ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς, τελέει περ,
γυιώσειν μὲν σφῶϊν ὑφ’ ἅρμασιν ὠκέας ἵππους,
αὐτὰς δ’ἐκ δίφρου βαλέειν κατά θ’ἅρματα ἄξειν·
οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς
ἕλκε’ ἀπαλθήσεσθον, κεν μάρπτῃσι κεραυνός·
ὄφρα ἰδῇς γλαυκῶπι ὅτ’ ἂν σῷ πατρ μάχηαι.
Ἥρ δ’οὔ τι τόσον νεμεσίζεται οὐδ χολοῦται·
αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπῃ·
ἀλλ σύ γ’αἰνοτάτη κύον ἀδεὲς εἰ ἐτεόν γε
τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος εῖραι.
μὲν ἄρ’ ὣς εἰποῦσ’ ἀπέβη πόδας ὠκέα Ἶρις,
αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ειπεν·
πόποι αἰγιόχοιο Διὸς τέκος, οὐκέτ’ ἔγωγε
νῶϊ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν·
τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω,
ὅς κε τύχῃ· κεῖνος δὲ τὰ φρονέων ἐν θυμ
Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω, ὡς ἐπιεικές.
ὣς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους·
τῇσιν δ’Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους,
καὶ τοὺς μὲν κατέδησαν ἐπ’ ἀμβροσίῃσι κάπῃσιν,
ἅρματα δ’ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα·
αὐταὶ δὲ χρυσέοισιν ἐπ nbsp;κλισμοῖσι κάθιζον
μίγδ’ ἄλλοισι θεοῖσι, φίλον τετιημέναι ἦτορ.
Ζεὺς δὲ πατὴρ Ἴδηθεν ΰτροχον ἅρμα καὶ ἵππους
Οὔλυμπον δὲ δίωκε, θεῶν δ’ἐξίκετο θώκους.
τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος,
ἅρματα δ’ἂμ βωμοῖσι τίθει κατ λῖτα πετάσσας·
αὐτὸς δὲ χρύσειον ἐπ θρόνον εὐρύοπα Ζεὺς
ἕζετο, τῷ δ’ὑπ ποσσ μέγας πελεμίζετ’ Ὄλυμπος.
αἳ δ’οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη
ἥσθην, οὐδέ τί μιν προσεφώνεον οὐδ’ ἐρέοντο·
αὐτὰρ ἔγνω ᾗσιν ἐν φρεσ φώνησέν τε·
τίφθ’ οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη;
οὐ μέν θην κάμετόν γε μάχ ἔνι κυδιανείρ
ὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε.
πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες απτοι,
οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσ’ ἐν Ὀλύμπῳ.
σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα
πρὶν πόλεμόν τε ἰδεῖν πολέμοιό τε μέρμερα ἔργα.
ὧδε γὰρ ἐξερέω, τὸ δέ κεν τετελεσμένον εν·
οὐκ ἂν ἐφ’ ὑμετέρων ὀχέων πληγέντε κεραυν
ἂψ ἐς Ὄλυμπον ἵκεσθον, ἵν’ ἀθανάτων ἕδος ἐστίν.
ὣς ἔφαθ’, αἳ δ’ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·
πλησίαι αἵ γ’ἥσθην, κακ δὲ Τρώεσσι μεδέσθην.
ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε
σκυζομένη Δι πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·
Ἥρ δ’οὐκ ἔχαδε στῆθος χόλον, ἀλλ προσηύδα·
αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ειπες.
εὖ νυ καὶ ἡμεῖς ἴδμεν τοι σθένος οὐκ ἀλαπαδνόν·
ἀλλ’ ἔμπης Δαναῶν ὀλοφυρόμεθ’ αἰχμητάων,
οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.
ἀλλ’ ἤτοι πολέμου μὲν ἀφεξόμεθ’, εἰ σὺ κελεύεις·
βουλὴν δ’Ἀργείοις ὑποθησόμεθ’ τις ὀνήσει,
ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.
τὴν δ’ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
οῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα
ὄψεαι, αἴ κ’ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη
ὀλλύντ’ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων·
οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ
πρὶν ὄρθαι παρ ναῦφι ποδώκεα Πηλεΐωνα,
ἤματι τῷ ὅτ’ ἂν οἳ μὲν ἐπ πρύμνῃσι μάχωνται
στείνει ἐν αἰνοτάτ περ Πατρόκλοιο θανόντος·
ὣς γὰρ θέσφατόν ἐστι· σέθεν δ’ἐγ οὐκ ἀλεγίζω
χωομένης, οὐδ’ εἴ κε τὰ νείατα πείραθ’ ἵκηαι
γαίης καὶ πόντοιο, ἵν’ άπετός τε Κρόνος τε
ἥμενοι οὔτ’ αὐγῇς Ὑπερίονος ελίοιο
τέρποντ’ οὔτ’ ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίς·
οὐδ’ ἢν ἔνθ’ ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε
σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο.
ὣς φάτο, τὸν δ’οὔ τι προσέφη λευκώλενος Ἥρη.
ἐν δ’ἔπεσ’ Ὠκεαν λαμπρὸν φάος ελίοιο
ἕλκον νύκτα μέλαιναν ἐπ ζείδωρον ἄρουραν.
Τρωσὶν μέν ῥ’ἀέκουσιν ἔδυ φάος, αὐτὰρ Ἀχαιοῖς
ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή.
Τρώων αὖτ’ ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ
νόσφι νεῶν ἀγαγὼν ποταμ ἔπι δινήεντι,
ἐν καθαρ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος.
ἐξ ἵππων δ’ἀποβάντες ἐπ χθόνα μῦθον ἄκουον
τόν ῥ’Ἕκτωρ ἀγόρευε Δι φίλος· ἐν δ’ἄρα χειρ
ἔγχος ἔχ’ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς
αἰχμ χαλκείη, περ δὲ χρύσεος θέε πόρκης,
τῷ γ’ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα·
κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ’ ἐπίκουροι·
νῦν ἐφάμην νῆάς τ’ὀλέσας καὶ πάντας Ἀχαιοὺς
ἂψ ἀπονοστήσειν προτ Ἴλιον ἠνεμόεσσαν·
ἀλλ πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλιστα
Ἀργείους καὶ νῆας ἐπ ῥηγμῖνι θαλάσσης.
ἀλλ’ ἤτοι νῦν μὲν πειθώμεθα νυκτ μελαίν
δόρπά τ’ἐφοπλισόμεσθα· ἀτὰρ καλλίτριχας ἵππους
λύσαθ’ ὑπὲξ ὀχέων, παρ δέ σφισι βάλλετ’ ἐδωδήν·
ἐκ πόλιος δ’ἄξεσθε βόας καὶ ἴφια μῆλα
καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε
σῖτόν τ’ἐκ μεγάρων, ἐπ δὲ ξύλα πολλ λέγεσθε,
ὥς κεν παννύχιοι μέσφ’ οῦς ἠριγενείης
καίωμεν πυρ πολλά, σέλας δ’εἰς οὐρανὸν ἵκῃ,
μή πως καὶ δι νύκτα κάρη κομόωντες Ἀχαιοὶ
φεύγειν ὁρμήσωνται ἐπ’ εὐρέα νῶτα θαλάσσης.
μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι,
ἀλλ’ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσ
βλήμενος ἔγχεϊ ὀξυόεντι
νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος
Τρωσὶν ἐφ’ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.
κήρυκες δ’ἀν ἄστυ Δι φίλοι ἀγγελλόντων
παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας
λέξασθαι περ ἄστυ θεοδμήτων ἐπ πύργων·
θηλύτεραι δὲ γυναῖκες ἐν μεγάροισιν ἑκάστη
πῦρ μέγα καιόντων· φυλακ δέ τις ἔμπεδος ἔστω
μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων.
ὧδ’ ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω·
μῦθος δ’ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω,
τὸν δ’ἠοῦς Τρώεσσι μεθ’ ἱπποδάμοις ἀγορεύσω.
ἔλπομαι εὐχόμενος Διί τ’ἄλλοισίν τε θεοῖσιν
ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους,
οὓς κῆρες φορέουσι μελαινάων ἐπ νηῶν.
ἀλλ’ ἤτοι ἐπ νυκτ φυλάξομεν ἡμέας αὐτούς,
πρῶϊ δ’ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες
νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.
εἴσομαι εἴ κέ μ’ὁ Τυδεΐδης κρατερὸς Διομήδης
πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, κεν ἐγ τὸν
χαλκ δῃώσας ἔναρα βροτόεντα φέρωμαι.
αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κ’ἐμὸν ἔγχος
μείν ἐπερχόμενον· ἀλλ’ ἐν πρώτοισιν ΐω
κείσεται οὐτηθείς, πολέες δ’ἀμφ’ αὐτὸν ἑταῖροι
ελίου ἀνιόντος ἐς αὔριον· εἰ γὰρ ἐγὼν ὣς
εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα,
τιοίμην δ’ὡς τίετ’ Ἀθηναίη καὶ Ἀπόλλων,
ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν.
ὣς Ἕκτωρ ἀγόρευ’, ἐπ δὲ Τρῶες κελάδησαν.
οἳ δ’ἵππους μὲν λῦσαν ὑπ ζυγοῦ ἱδρώοντας,
δῆσαν δ’ἱμάντεσσι παρ’ ἅρμασιν οἷσιν ἕκαστος·
ἐκ πόλιος δ’ἄξοντο βόας καὶ ἴφια μῆλα
καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο,
σῖτόν τ’ἐκ μεγάρων, ἐπ δὲ ξύλα πολλ λέγοντο.
κνίσην δ’ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω.
οἳ δὲ μέγα φρονέοντες ἐπ πτολέμοιο γεφύρας
εἴατο παννύχιοι, πυρ δέ σφισι καίετο πολλά.
ὡς δ’ὅτ’ ἐν οὐραν ἄστρα φαεινὴν ἀμφ σελήνην
φαίνετ’ ἀριπρεπέα, ὅτε τ’ἔπλετο νήνεμος αἰθήρ·
ἔκ τ’ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι
καὶ νάπαι· οὐρανόθεν δ’ἄρ’ ὑπερράγη ἄσπετος αἰθήρ,
πάντα δὲ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν·
τόσσα μεσηγ νεῶν ἠδ Ξάνθοιο ῥοάων
Τρώων καιόντων πυρ φαίνετο Ἰλιόθι πρό.
χίλι’ ἄρ’ ἐν πεδί πυρ καίετο, πὰρ δὲ ἑκάστ
εἴατο πεντήκοντα σέλ πυρὸς αἰθομένοιο.
ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας
ἑσταότες παρ’ ὄχεσφιν ΰθρονον μίμνον.