ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ,
τῷ δ’ἅμ’ Ἀλέξανδρος κί’ ἀδελφεός· ἐν δ’ἄρα θυμ
ἀμφότεροι μέμασαν πολεμίζειν ἠδ μάχεσθαι.
ὡς δὲ θεὸς ναύτῃσιν ελδομένοισιν ἔδωκεν
οὖρον, ἐπεί κε κάμωσιν ϋξέστῃς ἐλάτῃσι
πόντον ἐλαύνοντες, καμάτ δ’ὑπ γυῖα λέλυνται,
ὣς ἄρα τὼ Τρώεσσιν ελδομένοισι φανήτην.
ἔνθ’ ἑλέτην μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος
Ἄρν ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης
γείνατ’ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις·
Ἕκτωρ δ’Ἠϊονα βάλ’ ἔγχεϊ ὀξυόεντι
αὐχέν’ ὑπ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα.
Γλαῦκος δ’Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν
Ἰφίνοον βάλε δουρ κατ κρατερὴν ὑσμίνην
Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων
ὦμον· δ’ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα.
τοὺς δ’ὡς οὖν ἐνόησε θε γλαυκῶπις Ἀθήνη
Ἀργείους ὀλέκοντας ἐν κρατερ ὑσμίνῃ,
βῆ ῥα κατ’ Οὐλύμποιο καρήνων ΐξασα
Ἴλιον εἰς ερήν· τῇ δ’ἀντίος ὄρνυτ’ Ἀπόλλων
Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην·
ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρ φηγῷ.
τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
τίπτε σὺ δ’αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο
ἦλθες ἀπ’ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν;
ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην
δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.
ἀλλ’ εἴ μοί τι πίθοιο τό κεν πολ κέρδιον εἴη·
νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα
σήμερον· ὕστερον αὖτε μαχήσοντ’ εἰς κε τέκμωρ
Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμ
ὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ.
τὸν δ’αὖτε προσέειπε θε γλαυκῶπις Ἀθήνη·
ὧδ’ ἔστω ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτ
ἦλθον ἀπ’ Οὐλύμποιο μετ Τρῶας καὶ Ἀχαιούς.
ἀλλ’ ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν;
τὴν δ’αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,
ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος
ἀντίβιον μαχέσασθαι ἐν αἰν δηϊοτῆτι,
οἳ δέ κ’ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ
οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ.
ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θε γλαυκῶπις Ἀθήνη.
τῶν δ’Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμ
βουλήν, ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι·
στῆ δὲ παρ’ Ἕκτορ’ ὼν καί μιν πρὸς μῦθον ειπεν·
Ἕκτορ υἱ Πριάμοιο Δι μῆτιν ἀτάλαντε
ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι·
ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,
αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος
ἀντίβιον μαχέσασθαι ἐν αἰν δηϊοτῆτι·
οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν·
ὣς γὰρ ἐγ ὄπ’ ἄκουσα θεῶν αἰειγενετάων.
ὣς ἔφαθ’, Ἕκτωρ δ’αὖτε χάρη μέγα μῦθον ἀκούσας,
καί ῥ’ἐς μέσσον ὼν Τρώων ἀνέεργε φάλαγγας,
μέσσου δουρὸς ἑλών· οἳ δ’ἱδρύνθησαν ἅπαντες.
κὰδ δ’Ἀγαμέμνων εἷσεν ϋκνήμιδας Ἀχαιούς·
κὰδ δ’ἄρ’ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων
ἑζέσθην ὄρνισιν οικότες αἰγυπιοῖσι
φηγ ἐφ’ ὑψηλ πατρὸς Διὸς αἰγιόχοιο
ἀνδράσι τερπόμενοι· τῶν δὲ στίχες εἵατο πυκναὶ
ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι.
οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ
ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπ’ αὐτῆς,
τοῖαι ἄρα στίχες εἵατ’ Ἀχαιῶν τε Τρώων τε
ἐν πεδίῳ· Ἕκτωρ δὲ μετ’ ἀμφοτέροισιν ειπε·
κέκλυτέ μευ Τρῶες καὶ ϋκνήμιδες Ἀχαιοὶ
ὄφρ’ εἴπω τά με θυμὸς ἐν στήθεσσι κελεύει.
ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν,
ἀλλ κακ φρονέων τεκμαίρεται ἀμφοτέροισιν
εἰς κεν ὑμεῖς Τροίην εὔπυργον ἕλητε
αὐτοὶ παρ νηυσ δαμείετε ποντοπόροισιν.
ὑμῖν δ’ἐν γὰρ ἔασιν ἀριστες Παναχαιῶν·
τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει
δεῦρ’ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ.
ὧδε δὲ μυθέομαι, Ζεὺς δ’ἄμμ’ ἐπιμάρτυρος ἔστω·
εἰ μέν κεν ἐμ κεῖνος ἕλ ταναήκεϊ χαλκῷ,
τεύχεα συλήσας φερέτω κοίλας ἐπ νῆας,
σῶμα δὲ οἴκαδ’ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με
Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.
εἰ δέ κ’ἐγ τὸν ἕλω, δώ δέ μοι εὖχος Ἀπόλλων,
τεύχεα σύλησας οἴσω προτ Ἴλιον ἱρήν,
καὶ κρεμόω προτ νηὸν Ἀπόλλωνος ἑκάτοιο,
τὸν δὲ νέκυν ἐπ νῆας ϋσσέλμους ἀποδώσω,
ὄφρά ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί,
σῆμά τέ οἱ χεύωσιν ἐπ πλατεῖ Ἑλλησπόντῳ.
καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων
νη πολυκλήϊδι πλέων ἐπ οἴνοπα πόντον·
ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος,
ὅν ποτ’ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ.
ὥς ποτέ τις ἐρέει· τὸ δ’ἐμὸν κλέος οὔ ποτ’ ὀλεῖται.
ὣς ἔφαθ’, οἱ δ’ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δ’ὑποδέχθαι·
ὀψ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε
νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ·
μοι ἀπειλητῆρες Ἀχαιΐδες οὐκέτ’ Ἀχαιοί·
μὲν δὴ λώβη τάδε γ’ἔσσεται αἰνόθεν αἰνῶς
εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν.
ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε
ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτως·
τῷδε δ’ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθε
νίκης πείρατ’ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν.
ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά.
ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτ
Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολ φέρτερος εν,
εἰ μὴ ἀναΐξαντες ἕλον βασιλες Ἀχαιῶν,
αὐτός τ’Ἀτρεΐδης εὐρ κρείων Ἀγαμέμνων
δεξιτερῆς ἕλε χειρὸς ἔπος τ’ἔφατ’ ἔκ τ’ὀνόμαζεν·
ἀφραίνεις Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ
ταύτης ἀφροσύνης· ἀν δὲ σχέο κηδόμενός περ,
μηδ’ ἔθελ’ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτ μάχεσθαι
Ἕκτορι Πριαμίδῃ, τόν τε στυγέουσι καὶ ἄλλοι.
καὶ δ’Ἀχιλεὺς τούτ γε μάχ ἔνι κυδιανείρ
ἔρριγ’ ἀντιβολῆσαι, περ σέο πολλὸν ἀμείνων.
ἀλλ σὺ μὲν νῦν ἵζευ ὼν μετ ἔθνος ἑταίρων,
τούτ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί.
εἴ περ ἀδειής τ’ἐστ καὶ εἰ μόθου ἔστ’ ἀκόρητος,
φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγῃσι
δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως
αἴσιμα παρειπών, δ’ἐπείθετο· τοῦ μὲν ἔπειτα
γηθόσυνοι θεράποντες ἀπ’ ὤμων τεύχε’ ἕλοντο·
Νέστωρ δ’Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν·
πόποι μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει.
κε μέγ’ οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς
ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδ’ ἀγορητής,
ὅς ποτέ μ’εἰρόμενος μέγ’ ἐγήθεεν ἐν οἴκ
πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε.
τοὺς νῦν εἰ πτώσσοντας ὑφ’ Ἕκτορι πάντας ἀκούσαι,
πολλά κεν ἀθανάτοισι φίλας ἀν χεῖρας είραι
θυμὸν ἀπ μελέων δῦναι δόμον ϊδος εἴσω.
αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
ἡβῷμ’ ὡς ὅτ’ ἐπ’ ὠκυρό Κελάδοντι μάχοντο
ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι
Φειᾶς πὰρ τείχεσσιν αρδάνου ἀμφ ῥέεθρα.
τοῖσι δ’Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς
τεύχε’ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος
δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην
ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες
οὕνεκ’ ἄρ’ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ,
ἀλλ σιδηρεί κορύν ῥήγνυσκε φάλαγγας.
τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε,
στεινωπ ἐν ὁδ ὅθ’ ἄρ’ οὐ κορύνη οἱ ὄλεθρον
χραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς
δουρ μέσον περόνησεν, δ’ὕπτιος οὔδει ἐρείσθη·
τεύχεα δ’ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης.
καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετ μῶλον Ἄρηος·
αὐτὰρ ἐπεὶ Λυκόοργος ἐν μεγάροισιν ἐγήρα,
δῶκε δ’Ἐρευθαλίωνι φίλ θεράποντι φορῆναι·
τοῦ γε τεύχε’ ἔχων προκαλίζετο πάντας ἀρίστους.
οἳ δὲ μάλ’ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη·
ἀλλ’ ἐμ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν
θάρσεϊ ᾧ· γενε δὲ νεώτατος ἔσκον ἁπάντων·
καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη.
τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα·
πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα.
εἴθ’ ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη·
τώ κε τάχ’ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ.
ὑμέων δ’οἵ περ ασιν ἀριστες Παναχαιῶν
οὐδ’ οἳ προφρονέως μέμαθ’ Ἕκτορος ἀντίον ἐλθεῖν.
ὣς νείκεσσ’ γέρων, οἳ δ’ἐννέα πάντες ἀνέσταν.
ὦρτο πολ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
τῷ δ’ἐπ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,
τοῖσι δ’ἐπ’ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,
τοῖσι δ’ἐπ’ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενος
Μηριόνης ἀτάλαντος Ἐνυαλί ἀνδρειφόντῃ,
τοῖσι δ’ἐπ’ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός,
ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς·
πάντες ἄρ’ οἵ γ’ἔθελον πολεμίζειν Ἕκτορι δίῳ.
τοῖς δ’αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ·
κλήρ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν·
οὗτος γὰρ δὴ ὀνήσει ϋκνήμιδας Ἀχαιούς,
καὶ δ’αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι
δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
ὣς ἔφαθ’, οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος,
ἐν δ’ἔβαλον κυνέ Ἀγαμέμνονος Ἀτρεΐδαο.
λαοὶ δ’ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον·
ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
Ζεῦ πάτερ Αἴαντα λαχεῖν, Τυδέος υἱόν,
αὐτὸν βασιλα πολυχρύσοιο Μυκήνης.
ὣς ἄρ’ ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ,
ἐκ δ’ἔθορε κλῆρος κυνέης ὃν ἄρ’ ἤθελον αὐτοὶ
Αἴαντος· κῆρυξ δὲ φέρων ἀν’ ὅμιλον ἁπάντ
δεῖξ’ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν.
οἳ δ’οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος.
ἀλλ’ ὅτε δὴ τὸν ἵκανε φέρων ἀν’ ὅμιλον ἁπάντ
ὅς μιν ἐπιγράψας κυνέ βάλε φαίδιμος Αἴας,
ἤτοι ὑπέσχεθε χεῖρ’, δ’ἄρ’ ἔμβαλεν ἄγχι παραστάς,
γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ.
τὸν μὲν πὰρ πόδ’ ὸν χαμάδις βάλε φώνησέν τε·
φίλοι ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸς
θυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον.
ἀλλ’ ἄγετ’ ὄφρ’ ἂν ἐγ πολεμήϊα τεύχεα δύω,
τόφρ’ ὑμεῖς εὔχεσθε Δι Κρονίωνι ἄνακτι
σιγ ἐφ’ ὑμείων ἵνα μὴ Τρῶές γε πύθωνται,
καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης·
οὐ γάρ τίς με βί γε ἑκὼν έκοντα δίηται
οὐδέ τι ἰδρείῃ, ἐπεὶ οὐδ’ ἐμ νήϊδά γ’οὕτως
ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε.
ὣς ἔφαθ’, οἳ δ’εὔχοντο Δι Κρονίωνι ἄνακτι·
ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι·
εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ,
ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον.
ὣς ἄρ’ ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ.
αὐτὰρ ἐπεὶ δὴ πάντα περ χρο ἕσσατο τεύχεα,
σεύατ’ ἔπειθ’ οἷός τε πελώριος ἔρχεται Ἄρης,
ὅς τ’εἶσιν πόλεμον δὲ μετ’ ἀνέρας οὕς τε Κρονίων
θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι.
τοῖος ἄρ’ Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶν
μειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶν
ϊε μακρ βιβάς, κραδάων δολιχόσκιον ἔγχος.
τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες,
Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον,
Ἕκτορί τ’αὐτ θυμὸς ἐν στήθεσσι πάτασσεν·
ἀλλ’ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδ’ ἀναδῦναι
ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ.
Αἴας δ’ἐγγύθεν ἦλθε φέρων σάκος ΰτε πύργον
χάλκεον ἑπταβόειον, οἱ Τυχίος κάμε τεύχων
σκυτοτόμων ὄχ’ ἄριστος Ὕλ ἔνι οἰκία ναίων,
ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειον
ταύρων ζατρεφέων, ἐπ δ’ὄγδοον ἤλασε χαλκόν.
τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας
στῆ ῥα μάλ’ Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα·
Ἕκτορ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος
οἷοι καὶ Δαναοῖσιν ἀριστες μετέασι
καὶ μετ’ Ἀχιλλα ῥηξήνορα θυμολέοντα.
ἀλλ’ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι
κεῖτ’ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν·
ἡμεῖς δ’εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν
καὶ πολέες· ἀλλ’ ἄρχε μάχης ἠδ πτολέμοιο.
τὸν δ’αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
μή τί μευ ΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε
γυναικός, οὐκ οἶδεν πολεμήϊα ἔργα.
αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τ’ἀνδροκτασίας τε·
οἶδ’ ἐπ δεξιά, οἶδ’ ἐπ’ ἀριστερ νωμῆσαι βῶν
ἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν·
οἶδα δ’ἐπαΐξαι μόθον ἵππων ὠκειάων·
οἶδα δ’ἐν σταδί δηί μέλπεσθαι Ἄρηϊ.
ἀλλ’ οὐ γάρ σ’ἐθέλω βαλέειν τοιοῦτον όντα
λάθρ ὀπιπεύσας, ἀλλ’ ἀμφαδόν, αἴ κε τύχωμι.
ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον
ἀκρότατον κατ χαλκόν, ὃς ὄγδοος εν ἐπ’ αὐτῷ.
ἓξ δὲ δι πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής,
ἐν τῇ δ’ἑβδομάτ ῥιν σχέτο· δεύτερος αὖτε
Αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος,
καὶ βάλε Πριαμίδαο κατ’ ἀσπίδα πάντοσ’ ΐσην.
δι μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
καὶ δι θώρηκος πολυδαιδάλου ἠρήρειστο·
ἀντικρ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
ἔγχος· δ’ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.
τὼ δ’ἐκσπασσαμένω δολίχ’ ἔγχεα χερσὶν ἅμ’ ἄμφω
σύν ῥ’ἔπεσον λείουσιν οικότες ὠμοφάγοισιν
συσ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν.
Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί,
οὐδ’ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή.
Αἴας δ’ἀσπίδα νύξεν ἐπάλμενος· δὲ διαπρ
ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα,
τμήδην δ’αὐχέν’ ἐπῆλθε, μέλαν δ’ἀνεκήκιεν αἷμα,
ἀλλ’ οὐδ’ ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ,
ἀλλ’ ἀναχασσάμενος λίθον εἵλετο χειρ παχεί
κείμενον ἐν πεδί μέλανα τρηχύν τε μέγαν τε·
τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον
μέσσον ἐπομφάλιον· περιήχησεν δ’ἄρα χαλκός.
δεύτερος αὖτ’ Αἴας πολ μείζονα λᾶαν είρας
ἧκ’ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶν’ ἀπέλεθρον,
εἴσω δ’ἀσπίδ’ ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ,
βλάψε δέ οἱ φίλα γούναθ’· δ’ὕπτιος ἐξετανύσθη
ἀσπίδι ἐγχριμφθείς· τὸν δ’αἶψ’ ὤρθωσεν Ἀπόλλων.
καί νύ κε δὴ ξιφέεσσ’ αὐτοσχεδὸν οὐτάζοντο,
εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδ καὶ ἀνδρῶν
ἦλθον, μὲν Τρώων, δ’Ἀχαιῶν χαλκοχιτώνων,
Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω·
μέσσ δ’ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον
κῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς·
μηκέτι παῖδε φίλω πολεμίζετε μηδ μάχεσθον·
ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς,
ἄμφω δ’αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες.
νὺξ δ’ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτ πιθέσθαι.
τὸν δ’ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·
Ἰδαῖ’ Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι·
αὐτὸς γὰρ χάρμ προκαλέσσατο πάντας ἀρίστους.
ἀρχέτω· αὐτὰρ ἐγ μάλα πείσομαι περ ἂν οὗτος.
τὸν δ’αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
Αἶαν ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε
καὶ πινυτήν, περ δ’ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι,
νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος
σήμερον· ὕστερον αὖτε μαχησόμεθ’ εἰς κε δαίμων
ἄμμε διακρίνῃ, δώ δ’ἑτέροισί γε νίκην.
νὺξ δ’ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτ πιθέσθαι,
ὡς σύ τ’ἐϋφρήνῃς πάντας παρ νηυσὶν Ἀχαιούς,
σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν·
αὐτὰρ ἐγ κατ ἄστυ μέγα Πριάμοιο ἄνακτος
Τρῶας ϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους,
αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα.
δῶρα δ’ἄγ’ ἀλλήλοισι περικλυτ δώομεν ἄμφω,
ὄφρά τις ὧδ’ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε·
ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο,
ἠδ’ αὖτ’ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε.
ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον
σὺν κολε τε φέρων καὶ ϋτμήτ τελαμῶνι·
Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν.
τὼ δὲ διακρινθέντε μὲν μετ λαὸν Ἀχαιῶν
ϊ’, δ’ἐς Τρώων ὅμαδον κίε· τοὶ δὲ χάρησαν,
ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα,
Αἴαντος προφυγόντα μένος καὶ χεῖρας άπτους·
καί ῥ’ἦγον προτ ἄστυ ελπτέοντες σόον εἶναι.
Αἴαντ’ αὖθ’ ἑτέρωθεν ϋκνήμιδες Ἀχαιοὶ
εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ.
οἳ δ’ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο,
τοῖσι δὲ βοῦν έρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι.
τὸν δέρον ἀμφί θ’ἕπον, καί μιν διέχευαν ἅπαντα,
μίστυλλόν τ’ἄρ’ ἐπισταμένως πεῖράν τ’ὀβελοῖσιν,
ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα,
δαίνυντ’, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ΐσης·
νώτοισιν δ’Αἴαντα διηνεκέεσσι γέραιρεν
ἥρως Ἀτρεΐδης εὐρ κρείων Ἀγαμέμνων.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
τοῖς γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
σφιν ϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστες Παναχαιῶν,
πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί,
τῶν νῦν αἷμα κελαινὸν ΰρροον ἀμφ Σκάμανδρον
ἐσκέδασ’ ὀξὺς Ἄρης, ψυχαὶ δ’Ἄϊδος δὲ κατῆλθον·
τώ σε χρὴ πόλεμον μὲν ἅμ’ οῖ παῦσαι Ἀχαιῶν,
αὐτοὶ δ’ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς
βουσ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακήομεν αὐτοὺς
τυτθὸν ἀπ πρὸ νεῶν, ὥς κ’ὀστέα παισὶν ἕκαστος
οἴκαδ’ ἄγ ὅτ’ ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν.
τύμβον δ’ἀμφ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες
ἄκριτον ἐκ πεδίου· ποτ δ’αὐτὸν δείμομεν ὦκα
πύργους ὑψηλοὺς εἶλαρ νηῶν τε καὶ αὐτῶν.
ἐν δ’αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας,
ὄφρα δι’ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·
ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον,
χ’ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς οῦσα,
μή ποτ’ ἐπιβρίσ πόλεμος Τρώων ἀγερώχων.
ὣς ἔφαθ’, οἳ δ’ἄρα πάντες ἐπῄνησαν βασιλες.
Τρώων αὖτ’ ἀγορ γένετ’ Ἰλίου ἐν πόλει ἄκρ
δειν τετρηχυῖα, παρ Πριάμοιο θύρῃσι·
τοῖσιν δ’Ἀντήνωρ πεπνυμένος ἦρχ’ ἀγορεύειν·
κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ’ ἐπίκουροι,
ὄφρ’ εἴπω τά με θυμὸς ἐν στήθεσσι κελεύει.
δεῦτ’ ἄγετ’ Ἀργείην Ἑλένην καὶ κτήμαθ’ ἅμ’ αὐτ
δώομεν Ἀτρεΐδῃσιν ἄγειν· νῦν δ’ὅρκια πιστ
ψευσάμενοι μαχόμεσθα· τὼ οὔ νύ τι κέρδιον ἡμῖν
ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε.
ἤτοι γ’ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο· τοῖσι δ’ἀνέστη
δῖος Ἀλέξανδρος Ἑλένης πόσις ϋκόμοιο,
ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
Ἀντῆνορ σὺ μὲν οὐκέτ’ ἐμοὶ φίλα ταῦτ’ ἀγορεύεις·
οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.
εἰ δ’ἐτεὸν δὴ τοῦτον ἀπ σπουδῆς ἀγορεύεις,
ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί.
αὐτὰρ ἐγ Τρώεσσι μεθ’ ἱπποδάμοις ἀγορεύσω·
ἀντικρ δ’ἀπόφημι γυναῖκα μὲν οὐκ ἀποδώσω·
κτήματα δ’ὅσσ’ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ
πάντ’ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλ’ ἐπιθεῖναι.
ἤτοι γ’ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο· τοῖσι δ’ἀνέστη
Δαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος,
σφιν ϋφρονέων ἀγορήσατο καὶ μετέειπε·
κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ’ ἐπίκουροι,
ὄφρ’ εἴπω τά με θυμὸς ἐν στήθεσσι κελεύει.
νῦν μὲν δόρπον ἕλεσθε κατ πτόλιν ὡς τὸ πάρος περ,
καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος·
ῶθεν δ’Ἰδαῖος ἴτω κοίλας ἐπ νῆας
εἰπέμεν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελά
μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·
καὶ δὲ τόδ’ εἰπέμεναι πυκινὸν ἔπος, αἴ κ’ἐθέλωσι
παύσασθαι πολέμοιο δυσηχέος, εἰς κε νεκροὺς
κήομεν· ὕστερον αὖτε μαχησόμεθ’ εἰς κε δαίμων
ἄμμε διακρίνῃ, δώ δ’ἑτέροισί γε νίκην.
ὣς ἔφαθ’, οἳ δ’ἄρα τοῦ μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο·
δόρπον ἔπειθ’ εἵλοντο κατ στρατὸν ἐν τελέεσσιν·
ῶθεν δ’Ἰδαῖος ἔβη κοίλας ἐπ νῆας·
τοὺς δ’εὗρ’ εἰν ἀγορ Δαναοὺς θεράποντας Ἄρηος
νη πάρα πρύμν Ἀγαμέμνονος· αὐτὰρ τοῖσι
στὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ·
Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστες Παναχαιῶν
ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ
εἰπεῖν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδ γένοιτο,
μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·
κτήματα μὲν ὅσ’ Ἀλέξανδρος κοίλῃς ἐν νηυσὶν
ἠγάγετο Τροίηνδ’· ὡς πρὶν ὤφελλ’ ἀπολέσθαι·
πάντ’ ἐθέλει δόμεναι καὶ οἴκοθεν ἄλλ’ ἐπιθεῖναι·
κουριδίην δ’ἄλοχον Μενελάου κυδαλίμοιο
οὔ φησιν δώσειν· μὴν Τρῶές γε κέλονται.
καὶ δὲ τόδ’ ἠνώγεον εἰπεῖν ἔπος αἴ κ’ἐθέλητε
παύσασθαι πολέμοιο δυσηχέος εἰς κε νεκροὺς
κήομεν· ὕστερον αὖτε μαχησόμεθ’ εἰς κε δαίμων
ἄμμε διακρίνῃ, δώ δ’ἑτέροισί γε νίκην.
ὣς ἔφαθ’, οἳ δ’ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
ὀψ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
μήτ’ ἄρ τις νῦν κτήματ’ Ἀλεξάνδροιο δεχέσθω
μήθ’ Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν
ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατ’ ἐφῆπται.
ὣς ἔφαθ’, οἳ δ’ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν
μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο·
καὶ τότ’ ἄρ’ Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων·
Ἰδαῖ’ ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις
ὥς τοι ὑποκρίνονται· ἐμοὶ δ’ἐπιανδάνει οὕτως
ἀμφ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω·
οὐ γάρ τις φειδ νεκύων κατατεθνηώτων
γίγνετ’ ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα.
ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης.
ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν,
ἄψορρον δ’Ἰδαῖος ἔβη προτ Ἴλιον ἱρήν.
οἳ δ’ἕατ’ εἰν ἀγορ Τρῶες καὶ Δαρδανίωνες
πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότ’ ἄρ’ ἔλθοι
Ἰδαῖος· δ’ἄρ’ ἦλθε καὶ ἀγγελίην ἀπέειπε
στὰς ἐν μέσσοισιν· τοὶ δ’ὁπλίζοντο μάλ’ ὦκα,
ἀμφότερον νέκυάς τ’ἀγέμεν ἕτεροι δὲ μεθ’ ὕλην·
Ἀργεῖοι δ’ἑτέρωθεν ϋσσέλμων ἀπ νηῶν
ὀτρύνοντο νέκυς τ’ἀγέμεν, ἕτεροι δὲ μεθ’ ὕλην.
έλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο
οὐρανὸν εἰσανιών· οἳ δ’ἤντεον ἀλλήλοισιν.
ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον·
ἀλλ’ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα
δάκρυα θερμ χέοντες ἀμαξάων ἐπάειραν.
οὐδ’ εἴα κλαίειν Πρίαμος μέγας· οἳ δὲ σιωπ
νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,
ἐν δὲ πυρ πρήσαντες ἔβαν προτ Ἴλιον ἱρήν.
ὣς δ’αὔτως ἑτέρωθεν ϋκνήμιδες Ἀχαιοὶ
νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,
ἐν δὲ πυρ πρήσαντες ἔβαν κοίλας ἐπ νῆας.
ἦμος δ’οὔτ’ ἄρ πω ἠώς, ἔτι δ’ἀμφιλύκη νύξ,
τῆμος ἄρ’ ἀμφ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν,
τύμβον δ’ἀμφ’ αὐτὴν ἕνα ποίεον ἐξαγαγόντες
ἄκριτον ἐκ πεδίου, ποτ δ’αὐτὸν τεῖχος ἔδειμαν
πύργους θ’ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν.
ἐν δ’αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας,
ὄφρα δι’ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·
ἔκτοσθεν δὲ βαθεῖαν ἐπ’ αὐτ τάφρον ὄρυξαν
εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξαν.
ὣς οἳ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοί·
οἳ δὲ θεοὶ πὰρ Ζην καθήμενοι ἀστεροπητ
θηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων.
τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·
Ζεῦ πάτερ, ῥά τίς ἐστι βροτῶν ἐπ’ ἀπείρονα γαῖαν
ὅς τις ἔτ’ ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει;
οὐχ ὁράᾳς ὅτι δ’αὖτε κάρη κομόωντες Ἀχαιοὶ
τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφ δὲ τάφρον
ἤλασαν, οὐδ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας;
τοῦ δ’ἤτοι κλέος ἔσται ὅσον τ’ἐπικίδναται ἠώς·
τοῦ δ’ἐπιλήσονται τὸ ἐγ καὶ Φοῖβος Ἀπόλλων
ἥρ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε.
τὸν δὲ μέγ’ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
πόποι ἐννοσίγαι’ εὐρυσθενές, οἷον ειπες.
ἄλλός κέν τις τοῦτο θεῶν δείσειε νόημα,
ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε·
σὸν δ’ἤτοι κλέος ἔσται ὅσον τ’ἐπικίδναται ἠώς.
ἄγρει μὰν ὅτ’ ἂν αὖτε κάρη κομόωντες Ἀχαιοὶ
οἴχωνται σὺν νηυσ φίλην ἐς πατρίδα γαῖαν
τεῖχος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι,
αὖτις δ’ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι,
ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν.
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
δύσετο δ’ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν,
βουφόνεον δὲ κατ κλισίας καὶ δόρπον ἕλοντο.
νῆες δ’ἐκ Λήμνοιο παρέσταν οἶνον ἄγουσαι
πολλαί, τὰς προέηκεν ησονίδης Εὔνηος,
τόν ῥ’ἔτεχ’ Ὑψιπύλη ὑπ’ ήσονι ποιμένι λαῶν.
χωρὶς δ’Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελά
δῶκεν ησονίδης ἀγέμεν μέθυ χίλια μέτρα.
ἔνθεν οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί,
ἄλλοι μὲν χαλκῷ, ἄλλοι δ’αἴθωνι σιδήρῳ,
ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δ’αὐτῇσι βόεσσιν,
ἄλλοι δ’ἀνδραπόδεσσι· τίθεντο δὲ δαῖτα θάλειαν.
παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶ
δαίνυντο, Τρῶες δὲ κατ πτόλιν ἠδ’ ἐπίκουροι·
παννύχιος δέ σφιν κακ μήδετο μητίετα Ζεὺς
σμερδαλέα κτυπέων· τοὺς δὲ χλωρὸν δέος ᾕρει·
οἶνον δ’ἐκ δεπάων χαμάδις χέον, οὐδέ τις ἔτλη
πρὶν πιέειν πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι.
κοιμήσαντ’ ἄρ’ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο.