Ἔνθ’ αὖ Τυδεΐδ Διομήδεϊ Παλλὰς Ἀθήνη
δῶκε μένος καὶ θάρσος, ἵν’ ἔκδηλος μετ πᾶσιν
Ἀργείοισι γένοιτο ἰδ κλέος ἐσθλὸν ἄροιτο·
δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ
ἀστέρ’ ὀπωριν ἐναλίγκιον, ὅς τε μάλιστα
λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο·
τοῖόν οἱ πῦρ δαῖεν ἀπ κρατός τε καὶ ὤμων,
ὦρσε δέ μιν κατ μέσσον ὅθι πλεῖστοι κλονέοντο.
Ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων
ἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστην
Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης.
Τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην·
τὼ μὲν ἀφ’ ἵπποιιν, δ’ἀπ χθονὸς ὄρνυτο πεζός.
Οἳ δ’ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν όντες
Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος·
Τυδεΐδεω δ’ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ’ ἀκωκ
ἔγχεος, οὐδ’ ἔβαλ’ αὐτόν· δ’ὕστερος ὄρνυτο χαλκ
Τυδεΐδης· τοῦ δ’οὐχ  ἅλιον βέλος ἔκφυγε χειρός,
ἀλλ’ ἔβαλε στῆθος μεταμάζιον, ὦσε δ’ἀφ’ ἵππων.
Ἰδαῖος δ’ἀπόρουσε λιπὼν περικαλλέα δίφρον,
οὐδ’ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο·
οὐδ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν,
ἀλλ’ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτ καλύψας,
ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.
Ἵππους δ’ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς
δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπ νῆας.
Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος
τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρ’ ὄχεσφι,
πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνη
χειρὸς ἑλοῦσ’ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα·
Ἆρες Ἄρες βροτολοιγ μιαιφόνε τειχεσιπλῆτα
οὐκ ἂν δὴ Τρῶας μὲν άσαιμεν καὶ Ἀχαιοὺς
μάρνασθ’, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ,
νῶϊ δὲ χαζώμεσθα, Διὸς δ’ἀλεώμεθα μῆνιν;
ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα·
τὸν μὲν ἔπειτα καθεῖσεν ἐπ’ ϊόεντι Σκαμάνδρῳ,
Τρῶας δ’ἔκλιναν Δαναοί· ἕλε δ’ἄνδρα ἕκαστος
ἡγεμόνων· πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων
ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου·
πρώτ γὰρ στρεφθέντι μεταφρέν ἐν δόρυ πῆξεν
ὤμων μεσσηγύς, δι δὲ στήθεσφιν ἔλασσε,
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ.
Ἰδομενεὺς δ’ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν
Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.
Τὸν μὲν ἄρ’ Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρ
νύξ’ ἵππων ἐπιβησόμενον κατ δεξιὸν ὦμον·
ἤριπε δ’ἐξ ὀχέων, στυγερὸς δ’ἄρα μιν σκότος εἷλε.
Τὸν μὲν ἄρ’ Ἰδομενος ἐσύλευον θεράποντες·
υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης
Ἀτρεΐδης Μενέλαος ἕλ’ ἔγχεϊ ὀξυόεντι
ἐσθλὸν θηρητῆρα· δίδαξε γὰρ Ἄρτεμις αὐτ
βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη·
ἀλλ’ οὔ οἱ τότε γε χραῖσμ’ Ἄρτεμις οχέαιρα,
οὐδ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο·
ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος
πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρ
ὤμων μεσσηγύς, δι δὲ στήθεσφιν ἔλασσεν,
ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ.
Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν
Ἁρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα
τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη·
ὃς καὶ Ἀλεξάνδρ τεκτήνατο νῆας ΐσας
ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο
οἷ τ’αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη.
Τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων
βεβλήκει γλουτὸν κατ δεξιόν· δὲ διαπρ
ἀντικρ κατ κύστιν ὑπ’ ὀστέον ἤλυθ’ ἀκωκή·
γνὺξ δ’ἔριπ’ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε.
Πήδαιον δ’ἄρ’ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν
ὅς ῥα νόθος μὲν ην, πύκα δ’ἔτρεφε δῖα Θεαν
ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ.
Τὸν μὲν Φυλεΐδης δουρ κλυτὸς ἐγγύθεν ἐλθὼν
βεβλήκει κεφαλῆς κατ ἰνίον ὀξέϊ δουρί·
ἀντικρ δ’ἀν’ ὀδόντας ὑπ γλῶσσαν τάμε χαλκός·
ἤριπε δ’ἐν κονίῃ, ψυχρὸν δ’ἕλε χαλκὸν ὀδοῦσιν.
Εὐρύπυλος δ’Εὐαιμονίδης Ὑψήνορα δῖον
υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου
ἀρητὴρ ἐτέτυκτο, θεὸς δ’ὣς τίετο δήμῳ,
τὸν μὲν ἄρ’ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός,
πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασ’ ὦμον
φασγάν ΐξας, ἀπ δ’ἔξεσε χεῖρα βαρεῖαν·
αἱματόεσσα δὲ χεὶρ πεδί πέσε· τὸν δὲ κατ’ ὄσσε
ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
Ὣς οἳ μὲν πονέοντο κατ κρατερὴν ὑσμίνην·
Τυδεΐδην δ’οὐκ ἂν γνοίης ποτέροισι μετείη
μετ Τρώεσσιν ὁμιλέοι μετ’ Ἀχαιοῖς.
Θῦνε γὰρ ἂμ πεδίον ποταμ πλήθοντι οικὼς
χειμάρρῳ, ὅς τ’ὦκα ῥέων ἐκέδασσε γεφύρας·
τὸν δ’οὔτ’ ἄρ τε γέφυραι εργμέναι ἰσχανόωσιν,
οὔτ’ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων
ἐλθόντ’ ἐξαπίνης ὅτ’ ἐπιβρίσ Διὸς ὄμβρος·
πολλ δ’ὑπ’ αὐτοῦ ἔργα κατήριπε κάλ’ αἰζηῶν·
ὣς ὑπ Τυδεΐδ πυκιναὶ κλονέοντο φάλαγγες
Τρώων, οὐδ’ ἄρα μιν μίμνον πολέες περ όντες.
Τὸν δ’ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς
θύνοντ’ ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας,
αἶψ’ ἐπ Τυδεΐδ ἐτιταίνετο καμπύλα τόξα,
καὶ βάλ’ ἐπαΐσσοντα τυχὼν κατ δεξιὸν ὦμον
θώρηκος γύαλον· δι δ’ἔπτατο πικρὸς ϊστός,
ἀντικρ δὲ διέσχε, παλάσσετο δ’αἵματι θώρηξ.
Τῷ δ’ἐπ μακρὸν ϋσε Λυκάονος ἀγλαὸς υἱός·
ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων·
βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐδέ φημι
δήθ’ ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με
ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν.
Ὣς ἔφατ’ εὐχόμενος· τὸν δ’οὐ βέλος ὠκ δάμασσεν,
ἀλλ’ ἀναχωρήσας πρόσθ’ ἵπποιιν καὶ ὄχεσφιν
ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν·
ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου,
ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ϊστόν.
Ὣς ἄρ’ ἔφη, Σθένελος δὲ καθ’ ἵππων ἆλτο χαμᾶζε,
πὰρ δὲ στὰς βέλος ὠκ διαμπερὲς ἐξέρυσ’ ὤμου·
αἷμα δ’ἀνηκόντιζε δι στρεπτοῖο χιτῶνος.
Δὴ τότ’ ἔπειτ’ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
εἴ ποτέ μοι καὶ πατρ φίλα φρονέουσα παρέστης
δηΐ ἐν πολέμῳ, νῦν αὖτ’ ἐμ φῖλαι Ἀθήνη·
δὸς δέ τέ μ’ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν
ὅς μ’ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι
δηρὸν ἔτ’ ὄψεσθαι λαμπρὸν φάος ελίοιο.
ὣς ἔφατ’ εὐχόμενος· τοῦ δ’ἔκλυε Παλλὰς Ἀθήνη,
γυῖα δ’ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν·
ἀγχοῦ δ’ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
θαρσῶν νῦν Διόμηδες ἐπ Τρώεσσι μάχεσθαι·
ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα
ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς·
ἀχλὺν δ’αὖ τοι ἀπ’ ὀφθαλμῶν ἕλον πρὶν ἐπεν,
ὄφρ’ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδ καὶ ἄνδρα.
τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδ’ ἵκηται
μή τι σύ γ’ἀθανάτοισι θεοῖς ἀντικρ μάχεσθαι
τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
ἔλθῃσ’ ἐς πόλεμον, τήν γ’οὐτάμεν ὀξέϊ χαλκῷ.
μὲν ἄρ’ ὣς εἰποῦσ’ ἀπέβη γλαυκῶπις Ἀθήνη,
Τυδεΐδης δ’ἐξαῦτις ὼν προμάχοισιν ἐμίχθη
καὶ πρίν περ θυμ μεμαὼς Τρώεσσι μάχεσθαι·
δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα
Ὅν ῥά τε ποιμὴν ἀγρ ἐπ’ εἰροπόκοις ΐεσσι
χραύσ μέν τ’αὐλῆς ὑπεράλμενον οὐδ δαμάσσῃ·
τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τ’οὐ προσαμύνει,
ἀλλ κατ σταθμοὺς δύεται, τὰ δ’ἐρῆμα φοβεῖται·
αἳ μέν τ’ἀγχιστῖναι ἐπ’ ἀλλήλῃσι κέχυνται,
αὐτὰρ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς·
ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης.
Ἔνθ’ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν,
τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί,
τὸν δ’ἕτερον ξίφεϊ μεγάλ κληῖδα παρ’ ὦμον
πλῆξ’, ἀπ δ’αὐχένος ὦμον έργαθεν ἠδ’ ἀπ νώτου.
Τοὺς μὲν ασ’, δ’Ἄβαντα μετῴχετο καὶ Πολύειδον
υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος·
τοῖς οὐκ ἐρχομένοις γέρων ἐκρίνατ’ ὀνείρους,
ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε·
βῆ δὲ μετ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε
ἄμφω τηλυγέτω· δὲ τείρετο γήραϊ λυγρῷ,
υἱὸν δ’οὐ τέκετ’ ἄλλον ἐπ κτεάτεσσι λιπέσθαι.
Ἔνθ’ γε τοὺς ἐνάριζε, φίλον δ’ἐξαίνυτο θυμὸν
ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρ
λεῖπ’, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε
δέξατο· χηρωσταὶ δὲ δι κτῆσιν δατέοντο.
Ἔνθ’ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο
εἰν ἑν δίφρ όντας Ἐχέμμονά τε Χρομίον τε.
Ὡς δὲ λέων ἐν βουσ θορὼν ἐξ αὐχένα ἄξ
πόρτιος βοὸς ξύλοχον κάτα βοσκομενάων,
ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς
βῆσε κακῶς έκοντας, ἔπειτα δὲ τεύχε’ ἐσύλα·
ἵππους δ’οἷς ἑτάροισι δίδου μετ νῆας ἐλαύνειν.
Τὸν δ’ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν,
βῆ δ’ἴμεν ἄν τε μάχην καὶ ἀν κλόνον ἐγχειάων
Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι·
εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε,
στῆ δὲ πρόσθ’ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα·
Πάνδαρε ποῦ τοι τόξον ἰδ πτερόεντες ϊστοὶ
καὶ κλέος; οὔ τίς τοι ἐρίζεται ἐνθάδε γ’ἀνήρ,
οὐδέ τις ἐν Λυκί σέο γ’εὔχεται εἶναι ἀμείνων.
Ἀλλ’ ἄγε τῷδ’ ἔφες ἀνδρ βέλος Δι χεῖρας ἀνασχὼν
ὅς τις ὅδε κρατέει καὶ δὴ κακ πολλ ἔοργε
Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ’ ἔλυσεν·
εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν
ἱρῶν μηνίσας· χαλεπ δὲ θεοῦ ἔπι μῆνις.
Τὸν δ’αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων
Τυδεΐδ μιν ἔγωγε δαΐφρονι πάντα ΐσκω,
ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ,
ἵππους τ’εἰσορόων· σάφα δ’οὐκ οἶδ’ εἰ θεός ἐστιν.
Εἰ δ’ὅ γ’ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς
οὐχ γ’ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι
ἕστηκ’ ἀθανάτων νεφέλ εἰλυμένος ὤμους,
ὃς τούτου βέλος ὠκ κιχήμενον ἔτραπεν ἄλλῃ.
Ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον
δεξιὸν ἀντικρ δι θώρηκος γυάλοιο·
καί μιν ἔγωγ’ ἐφάμην ϊδωνϊ προϊάψειν,
ἔμπης δ’οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις.
Ἵπποι δ’οὐ παρέασι καὶ ἅρματα τῶν κ’ἐπιβαίην·
ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι
καλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφ δὲ πέπλοι
πέπτανται· παρ δέ σφιν ἑκάστ δίζυγες ἵπποι
ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας.
μέν μοι μάλα πολλ γέρων αἰχμητ Λυκάων
ἐρχομέν ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν·
ἵπποισίν μ’ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα
ἀρχεύειν Τρώεσσι κατ κρατερὰς ὑσμίνας·
ἀλλ’ ἐγ οὐ πιθόμην· τ’ἂν πολ κέρδιον εν·
ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς
ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην.
Ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα
τόξοισιν πίσυνος· τὰ δέ μ’οὐκ ἄρ’ ἔμελλον ὀνήσειν.
Ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα
Τυδεΐδ τε καὶ Ἀτρεΐδῃ, ἐκ δ’ἀμφοτέροιιν
ἀτρεκὲς αἷμ’ ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον.
Τώ ῥα κακ αἴσ ἀπ πασσάλου ἀγκύλα τόξα
ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν
ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ.
Εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι
πατρίδ’ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα,
αὐτίκ’ ἔπειτ’ ἀπ’ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς
εἰ μὴ ἐγ τάδε τόξα φαειν ἐν πυρ θείην
χερσ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ.
Τὸν δ’αὖτ’ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα·
μὴ δ’οὕτως ἀγόρευε· πάρος δ’οὐκ ἔσσεται ἄλλως,
πρίν γ’ἐπ νὼ τῷδ’ ἀνδρ σὺν ἵπποισιν καὶ ὄχεσφιν
ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι.
Ἀλλ’ ἄγ’ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο
κραιπν μάλ’ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδ φέβεσθαι·
τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτε
Ζεὺς ἐπ Τυδεΐδ Διομήδεϊ κῦδος ὀρέξῃ.
Ἀλλ’ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα
δέξαι, ἐγ δ’ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι·
σὺ τόνδε δέδεξο, μελήσουσιν δ’ἐμοὶ ἵπποι.
Τὸν δ’αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
Αἰνεία σὺ μὲν αὐτὸς ἔχ’ ἡνία καὶ τεὼ ἵππω·
μᾶλλον ὑφ’ ἡνιόχ εἰωθότι καμπύλον ἅρμα
οἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν·
μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδ’ ἐθέλητον
ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε,
νῶϊ δ’ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς
αὐτώ τε κτείν καὶ ἐλάσσ μώνυχας ἵππους.
Ἀλλ σύ γ’αὐτὸς ἔλαυνε τέ’ ἅρματα καὶ τεὼ ἵππω,
τὸν δὲ δ’ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.
Ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες
ἐμμεμαῶτ’ ἐπ Τυδεΐδ ἔχον ὠκέας ἵππους.
Τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός,
αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα·
Τυδεΐδη Διόμηδες ἐμ κεχαρισμένε θυμῷ,
ἄνδρ’ ὁρόω κρατερ ἐπ σοὶ μεμαῶτε μάχεσθαι
ἶν’ ἀπέλεθρον ἔχοντας· μὲν τόξων εἰδὼς
Πάνδαρος, υἱὸς δ’αὖτε Λυκάονος εὔχεται εἶναι·
Αἰνείας δ’υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο
εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστ’ Ἀφροδίτη.
Ἀλλ’ ἄγε δὴ χαζώμεθ’ ἐφ’ ἵππων, μηδέ μοι οὕτω
θῦνε δι προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς.
Τὸν δ’ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
μή τι φόβον δ’ἀγόρευ’, ἐπεὶ οὐδ σὲ πεισέμεν οἴω.
Οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι
οὐδ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν·
ὀκνείω δ’ἵππων ἐπιβαινέμεν, ἀλλ καὶ αὔτως
ἀντίον εἶμ’ αὐτῶν· τρεῖν μ’οὐκ ἐᾷ Παλλὰς Ἀθήνη.
Τούτω δ’οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι
ἄμφω ἀφ’ ἡμείων, εἴ γ’οὖν ἕτερός γε φύγῃσιν.
Ἄλλο δέ τοι ἐρέω, σὺ δ’ἐν φρεσ βάλλεο σῇσιν·
αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξ
ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους
αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας,
Αἰνείαο δ’ἐπαΐξαι μεμνημένος ἵππων,
ἐκ δ’ἐλάσαι Τρώων μετ’ ϋκνήμιδας Ἀχαιούς.
Τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς
δῶχ’ υἷος ποινὴν Γανυμήδεος, οὕνεκ’ ἄριστοι
ἵππων ὅσσοι ἔασιν ὑπ’ τ’ἠέλιόν τε,
τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης
λάθρ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους·
τῶν οἱ ἓξ ἐγένοντο ἐν μεγάροισι γενέθλη.
Τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ’ ἐπ φάτνῃ,
τὼ δὲ δύ’ Αἰνεί δῶκεν μήστωρε φόβοιο.
Εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν.
Ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
τὼ δὲ τάχ’ ἐγγύθεν ἦλθον ἐλαύνοντ’ ὠκέας ἵππους.
Τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱ
μάλα σ’οὐ βέλος ὠκ δαμάσσατο πικρὸς ϊστός·
νῦν αὖτ’ ἐγχεί πειρήσομαι αἴ κε τύχωμι.
ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος
καὶ βάλε Τυδεΐδαο κατ’ ἀσπίδα· τῆς δὲ δι πρὸ
αἰχμ χαλκείη πταμένη θώρηκι πελάσθη·
τῷ δ’ἐπ μακρὸν ϋσε Λυκάονος ἀγλαὸς υἱός·
βέβληαι κενεῶνα διαμπερές, οὐδέ σ’ὀΐω
δηρὸν ἔτ’ ἀνσχήσεσθαι· ἐμοὶ δὲ μέγ’ εὖχος ἔδωκας.
Τὸν δ’οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·
ἤμβροτες οὐδ’ ἔτυχες· ἀτὰρ οὐ μὲν σφῶΐ γ’ὀΐω
πρίν γ’ἀποπαύσεσθαι πρίν γ’ἢ ἕτερόν γε πεσόντα
αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν.
Ὣς φάμενος προέηκε· βέλος δ’ἴθυνεν Ἀθήνη
ῥῖνα παρ’ ὀφθαλμόν, λευκοὺς δ’ἐπέρησεν ὀδόντας.
Τοῦ δ’ἀπ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής,
αἰχμ δ’ἐξελύθη παρ νείατον ἀνθερεῶνα·
ἤριπε δ’ἐξ ὀχέων, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτ
αἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι
ὠκύποδες· τοῦ δ’αὖθι λύθη ψυχή τε μένος τε.
Αἰνείας δ’ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρ
δείσας μή πώς οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί.
Ἀμφ δ’ἄρ’ αὐτ βαῖνε λέων ὣς ἀλκ πεποιθώς,
πρόσθε δέ οἱ δόρυ τ’ἔσχε καὶ ἀσπίδα πάντοσ’ ΐσην,
τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γ’ἀντίος ἔλθοι
σμερδαλέα άχων· δὲ χερμάδιον λάβε χειρ
Τυδεΐδης μέγα ἔργον οὐ δύο γ’ἄνδρε φέροιεν,
οἷοι νῦν βροτοί εἰσ’· δέ μιν ῥέα πάλλε καὶ οἶος.
Τῷ βάλεν Αἰνείαο κατ’ ἰσχίον ἔνθά τε μηρὸς
ἰσχί ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι·
θλάσσε δέ οἱ κοτύλην, πρὸς δ’ἄμφω ῥῆξε τένοντε·
ὦσε δ’ἀπ ῥινὸν τρηχὺς λίθος· αὐτὰρ γ’ἥρως
ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρ παχεί
γαίης· ἀμφ δὲ ὄσσε κελαιν νὺξ ἐκάλυψε.
Καί νύ κεν ἔνθ’ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας,
εἰ μὴ ἄρ’ ὀξ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη
μήτηρ, μιν ὑπ’ Ἀγχίσ τέκε βουκολέοντι·
ἀμφ δ’ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ,
πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν
ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλων
χαλκὸν ἐν στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο.
μὲν ὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο·
οὐδ’ υἱὸς Καπανος ἐλήθετο συνθεσιάων
τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης,
ἀλλ’ γε τοὺς μὲν οὺς ἠρύκακε μώνυχας ἵππους
νόσφιν ἀπ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας,
Αἰνείαο δ’ἐπαΐξας καλλίτριχας ἵππους
ἐξέλασε Τρώων μετ’ ϋκνήμιδας Ἀχαιούς.
Δῶκε δὲ Δηϊπύλ ἑτάρ φίλῳ, ὃν περ πάσης
τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη,
νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· αὐτὰρ γ’ἥρως
ὧν ἵππων ἐπιβὰς ἔλαβ’ ἡνία σιγαλόεντα,
αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους
ἐμμεμαώς· δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκ
γιγνώσκων τ’ἄναλκις ην θεός, οὐδ θεάων
τάων αἵ τ’ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν,
οὔτ’ ἄρ’ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ.
Ἀλλ’ ὅτε δή ῥ’ἐκίχανε πολὺν καθ’ ὅμιλον ὀπάζων,
ἔνθ’ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς
ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρ
ἀβληχρήν· εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν
ἀμβροσίου δι πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί,
πρυμνὸν ὕπερ θέναρος· ῥέε δ’ἄμβροτον αἷμα θεοῖο
ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν·
οὐ γὰρ σῖτον ἔδουσ’, οὐ πίνουσ’ αἴθοπα οἶνον,
τοὔνεκ’ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται.
δὲ μέγα άχουσα ἀπ ἕο κάββαλεν υἱόν·
καὶ τὸν μὲν μετ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων
κυανέ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων
χαλκὸν ἐν στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο·
τῇ δ’ἐπ μακρὸν ϋσε βοὴν ἀγαθὸς Διομήδης·
εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος·
ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις;
εἰ δὲ σύ γ’ἐς πόλεμον πωλήσεαι, τέ σ’ὀΐω
ῥιγήσειν πόλεμόν γε καὶ εἴ χ’ἑτέρωθι πύθηαι.
Ὣς ἔφαθ’, δ’ἀλύουσ’ ἀπεβήσετο, τείρετο δ’αἰνῶς·
τὴν μὲν ἄρ’ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγ’ ὁμίλου
ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν.
Εὗρεν ἔπειτα μάχης ἐπ’ ἀριστερ θοῦρον Ἄρηα
ἥμενον· έρι δ’ἔγχος ἐκέκλιτο καὶ ταχέ’ ἵππω·
δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο
πολλ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους·
φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους,
ὄφρ’ ἐς Ὄλυμπον ἵκωμαι ἵν’ ἀθανάτων ἕδος ἐστί.
Λίην ἄχθομαι ἕλκος με βροτὸς οὔτασεν ἀνὴρ
Τυδεΐδης, ὃς νῦν γε καὶ ἂν Δι πατρ μάχοιτο.
Ὣς φάτο, τῇ δ’ἄρ’ Ἄρης δῶκε χρυσάμπυκας ἵππους·
δ’ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ,
πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί,
μάστιξεν δ’ἐλάαν, τὼ δ’οὐκ έκοντε πετέσθην.
Αἶψα δ’ἔπειθ’ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον·
ἔνθ’ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις
λύσασ’ ἐξ ὀχέων, παρ δ’ἀμβρόσιον βάλεν εἶδαρ·
δ’ἐν γούνασι πῖπτε Διώνης δῖ’ Ἀφροδίτη
μητρὸς ῆς· δ’ἀγκὰς ἐλάζετο θυγατέρα ἥν,
χειρί τέ μιν κατέρεξεν ἔπος τ’ἔφατ’ ἐκ τ’ὀνόμαζε·
τίς νύ σε τοιάδ’ ἔρεξε φίλον τέκος Οὐρανιώνων
μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;
τὴν δ’ἠμείβετ’ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη·
οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης,
οὕνεκ’ ἐγ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο
Αἰνείαν, ὃς ἐμοὶ πάντων πολ φίλτατός ἐστιν.
Οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή,
ἀλλ’ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται.
Τὴν δ’ἠμείβετ’ ἔπειτα Διώνη, δῖα θεάων·
τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ·
πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματ’ ἔχοντες
ἐξ ἀνδρῶν χαλέπ’ ἄλγε’ ἐπ’ ἀλλήλοισι τιθέντες.
Τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τ’Ἐφιάλτης
παῖδες Ἀλωος, δῆσαν κρατερ ἐν δεσμῷ·
χαλκέῳ δ’ἐν κεράμ δέδετο τρισκαίδεκα μῆνας·
καί νύ κεν ἔνθ’ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο,
εἰ μὴ μητρυι περικαλλὴς ερίβοια
Ἑρμέᾳ ἐξήγγειλεν· δ’ἐξέκλεψεν Ἄρηα
ἤδη τειρόμενον, χαλεπὸς δέ δεσμὸς ἐδάμνα.
Τλῆ δ’Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος
δεξιτερὸν κατ μαζὸν ϊστ τριγλώχινι
βεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος.
Τλῆ δ’Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ϊστόν,
εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο
ἐν Πύλ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν·
αὐτὰρ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον
κῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ϊστὸς
ὤμ ἔνι στιβαρ ἠλήλατο, κῆδε δὲ θυμόν.
Τῷ δ’ἐπ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
ἠκέσατ’· οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο.
Σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετ’ αἴσυλα ῥέζων,
ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι.
Σοὶ δ’ἐπ τοῦτον ἀνῆκε θε γλαυκῶπις Ἀθήνη·
νήπιος, οὐδ τὸ οἶδε κατ φρένα Τυδέος υἱὸς
ὅττι μάλ’ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται,
οὐδέ τί μιν παῖδες ποτ γούνασι παππάζουσιν
ἐλθόντ’ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
Τὼ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι,
φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται,
μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη
ἐξ ὕπνου γοόωσα φίλους οἰκας ἐγείρ
κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν
ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο.
ῥα καὶ ἀμφοτέρῃσιν ἀπ’ ἰχ χειρὸς ὀμόργνυ·
ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι.
Αἳ δ’αὖτ’ εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη
κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον.
Τοῖσι δὲ μύθων ἦρχε θε γλαυκῶπις Ἀθήνη·
Ζεῦ πάτερ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω;
μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα
Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε,
τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ϋπέπλων
πρὸς χρυσ περόν καταμύξατο χεῖρα ἀραιήν.
Ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,
καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην·
οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα,
ἀλλ σύ γ’ἱμερόεντα μετέρχεο ἔργα γάμοιο,
ταῦτα δ’Ἄρηϊ θο καὶ Ἀθήν πάντα μελήσει.
Ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
Αἰνεί δ’ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης,
γιγνώσκων οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων·
ἀλλ’ γ’ἄρ’ οὐδ θεὸν μέγαν ἅζετο, ετο δ’αἰεὶ
Αἰνείαν κτεῖναι καὶ ἀπ κλυτ τεύχεα δῦσαι.
Τρὶς μὲν ἔπειτ’ ἐπόρουσε κατακτάμεναι μενεαίνων,
τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδ’ Ἀπόλλων·
ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
δειν δ’ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων·
φράζεο Τυδεΐδη καὶ χάζεο, μηδ θεοῖσιν
ἶσ’ ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον
ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ἀνθρώπων.
Ὣς φάτο, Τυδεΐδης δ’ἀνεχάζετο τυτθὸν ὀπίσσω
μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.
Αἰνείαν δ’ἀπάτερθεν ὁμίλου θῆκεν Ἀπόλλων
Περγάμ εἰν ερῇ, ὅθι οἱ νηός γε τέτυκτο.
Ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις οχέαιρα
ἐν μεγάλ ἀδύτ ἀκέοντό τε κύδαινόν τε·
αὐτὰρ εἴδωλον τεῦξ’ ἀργυρότοξος Ἀπόλλων
αὐτ τ’Αἰνεί ἴκελον καὶ τεύχεσι τοῖον,
ἀμφ δ’ἄρ’ εἰδώλ Τρῶες καὶ δῖοι Ἀχαιοὶ
δῄουν ἀλλήλων ἀμφ στήθεσσι βοείας
ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.
Δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων·
Ἆρες Ἄρες βροτολοιγ μιαιφόνε τειχεσιπλῆτα,
οὐκ ἂν δὴ τόνδ’ ἄνδρα μάχης ἐρύσαιο μετελθὼν
Τυδεΐδην, ὃς νῦν γε καὶ ἂν Δι πατρ μάχοιτο;
Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρ’ ἐπ καρπῷ,
αὐτὰρ ἔπειτ’ αὐτ μοι ἐπέσσυτο δαίμονι ἶσος.
Ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμ ἄκρῃ,
Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν
εἰδόμενος Ἀκάμαντι θο ἡγήτορι Θρῃκῶν·
υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν·
υἱεῖς Πριάμοιο διοτρεφέος βασιλος
ἐς τί ἔτι κτείνεσθαι άσετε λαὸν Ἀχαιοῖς;
ἦ εἰς κεν ἀμφ πύλῃς εὖ ποιητῇσι μάχωνται;
κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δί
Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο·
ἀλλ’ ἄγετ’ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον.
Ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
Ἔνθ’ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον·
Ἕκτορ πῇ δή τοι μένος οἴχεται πρὶν ἔχεσκες;
φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδ’ ἐπικούρων
οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι.
Τῶν νῦν οὔ τιν’ ἐγ ἰδέειν δύναμ’ οὐδ νοῆσαι,
ἀλλ καταπτώσσουσι κύνες ὣς ἀμφ λέοντα·
ἡμεῖς δὲ μαχόμεσθ’ οἵ πέρ τ’ἐπίκουροι ἔνειμεν.
Καὶ γὰρ ἐγὼν ἐπίκουρος ὼν μάλα τηλόθεν ἥκω·
τηλοῦ γὰρ Λυκίη Ξάνθ ἔπι δινήεντι,
ἔνθ’ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν,
κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κ’ἐπιδευής.
Ἀλλ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμον’ αὐτὸς
ἀνδρ μαχήσασθαι· ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον
οἷόν κ’ἠ φέροιεν Ἀχαιοὶ κεν ἄγοιεν·
τύνη δ’ἕστηκας, ἀτὰρ οὐδ’ ἄλλοισι κελεύεις
λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι.
Μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου
ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε·
οἳ δὲ τάχ’ ἐκπέρσουσ’ εὖ ναιομένην πόλιν ὑμήν.
Σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ
ἀρχοὺς λισσομέν τηλεκλειτῶν ἐπικούρων
νωλεμέως ἐχέμεν, κρατερὴν δ’ἀποθέσθαι ἐνιπήν.
Ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος·
αὐτίκα δ’ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
πάλλων δ’ὀξέα δοῦρα κατ στρατὸν ᾤχετο πάντ
ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
Οἳ δ’ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·
Ἀργεῖοι δ’ὑπέμειναν ολλέες οὐδ φόβηθεν.
Ὡς δ’ἄνεμος ἄχνας φορέει ερὰς κατ’ ἀλωὰς
ἀνδρῶν λικμώντων, ὅτε τε ξανθ Δημήτηρ
κρίν ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας,
αἳ δ’ὑπολευκαίνονται ἀχυρμιαί· ὣς τότ’ Ἀχαιοὶ
λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα δι’ αὐτῶν
οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων
ἂψ ἐπιμισγομένων· ὑπ δ’ἔστρεφον ἡνιοχες.
Οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον· ἀμφ δὲ νύκτα
θοῦρος Ἄρης ἐκάλυψε μάχ Τρώεσσιν ἀρήγων
πάντοσ’ ἐποιχόμενος· τοῦ δ’ἐκραίαινεν ἐφετμὰς
Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει
Τρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδ’ Ἀθήνην
οἰχομένην· γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών.
Αὐτὸς δ’Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο
ἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν.
Αἰνείας δ’ἑτάροισι μεθίστατο· τοὶ δὲ χάρησαν,
ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα
καὶ μένος ἐσθλὸν ἔχοντα· μετάλλησάν γε μὲν οὔ τι.
Οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν
Ἄρης τε βροτολοιγὸς Ἔρις τ’ἄμοτον μεμαυῖα.
Τοὺς δ’Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης
ὄτρυνον Δαναοὺς πολεμιζέμεν· οἳ δὲ καὶ αὐτοὶ
οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ωκάς,
ἀλλ’ ἔμενον νεφέλῃσιν οικότες ἅς τε Κρονίων
νηνεμίης ἔστησεν ἐπ’ ἀκροπόλοισιν ὄρεσσιν
ἀτρέμας, ὄφρ’ εὕδῃσι μένος Βορέαο καὶ ἄλλων
ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόεντα
πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν έντες·
ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδ φέβοντο.
Ἀτρεΐδης δ’ἀν’ ὅμιλον ἐφοίτα πολλ κελεύων·
φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε,
ἀλλήλους τ’αἰδεῖσθε κατ κρατερὰς ὑσμίνας·
αἰδομένων ἀνδρῶν πλέονες σόοι πέφανται·
φευγόντων δ’οὔτ’ ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή.
καὶ ἀκόντισε δουρ θοῶς, βάλε δὲ πρόμον ἄνδρα
Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα
Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι
τῖον, ἐπεὶ θοὸς ἔσκε μετ πρώτοισι μάχεσθαι.
Τόν ῥα κατ’ ἀσπίδα δουρ βάλε κρείων Ἀγαμέμνων·
δ’οὐκ ἔγχος ἔρυτο, δι πρὸ δὲ εἴσατο χαλκός,
νειαίρ δ’ἐν γαστρ δι ζωστῆρος ἔλασσε·
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ.
Ἔνθ’ αὖτ’ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους
υἷε Διοκλος Κρήθωνά τε Ὀρσίλοχόν τε,
τῶν ῥα πατὴρ μὲν ἔναιεν ϋκτιμέν ἐν Φηρ
ἀφνειὸς βιότοιο, γένος δ’ἦν ἐκ ποταμοῖο
Ἀλφειοῦ, ὅς τ’εὐρ ῥέει Πυλίων δι γαίης,
ὃς τέκετ’ Ὀρτίλοχον πολέεσσ’ ἄνδρεσσιν ἄνακτα·
Ὀρτίλοχος δ’ἄρ’ ἔτικτε Διοκλα μεγάθυμον,
ἐκ δὲ Διοκλος διδυμάονε παῖδε γενέσθην,
Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης.
Τὼ μὲν ἄρ’ ἡβήσαντε μελαινάων ἐπ νηῶν
Ἴλιον εἰς εὔπωλον ἅμ’ Ἀργείοισιν ἑπέσθην,
τιμὴν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελά
ἀρνυμένω· τὼ δ’αὖθι τέλος θανάτοιο κάλυψεν.
Οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν
ἐτραφέτην ὑπ μητρ βαθείης τάρφεσιν ὕλης·
τὼ μὲν ἄρ’ ἁρπάζοντε βόας καὶ ἴφια μῆλα
σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτ
ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ·
τοίω τὼ χείρεσσιν ὑπ’ Αἰνείαο δαμέντε
καππεσέτην, ἐλάτῃσιν οικότες ὑψηλῇσι.
Τὼ δὲ πεσόντ’ ἐλέησεν ἀρηΐφιλος Μενέλαος,
βῆ δὲ δι προμάχων κεκορυθμένος αἴθοπι χαλκ
σείων ἐγχείην· τοῦ δ’ὄτρυνεν μένος Ἄρης,
τὰ φρονέων ἵνα χερσὶν ὑπ’ Αἰνείαο δαμείη.
Τὸν δ’ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός,
βῆ δὲ δι προμάχων· περ γὰρ δίε ποιμένι λαῶν
μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο.
Τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα
ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι·
Ἀντίλοχος δὲ μάλ’ ἄγχι παρίστατο ποιμένι λαῶν.
Αἰνείας δ’οὐ μεῖνε θοός περ ὼν πολεμιστὴς
ὡς εἶδεν δύο φῶτε παρ’ ἀλλήλοισι μένοντε.
Οἳ δ’ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετ λαὸν Ἀχαιῶν,
τὼ μὲν ἄρα δειλ βαλέτην ἐν χερσὶν ἑταίρων,
αὐτ δὲ στρεφθέντε μετ πρώτοισι μαχέσθην.
Ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ
ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων.
Τὸν μὲν ἄρ’ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος
ἑσταότ’ ἔγχεϊ νύξε κατ κληῖδα τυχήσας·
Ἀντίλοχος δὲ Μύδωνα βάλ’ ἡνίοχον θεράποντα
ἐσθλὸν Ἀτυμνιάδην· δ’ὑπέστρεφε μώνυχας ἵππους·
χερμαδί ἀγκῶνα τυχὼν μέσον· ἐκ δ’ἄρα χειρῶν
ἡνία λεύκ’ ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν.
Ἀντίλοχος δ’ἄρ’ ἐπαΐξας ξίφει ἤλασε κόρσην·
αὐτὰρ γ’ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου
κύμβαχος ἐν κονίῃσιν ἐπ βρεχμόν τε καὶ ὤμους.
Δηθ μάλ’ ἑστήκει· τύχε γάρ ῥ’ἀμάθοιο βαθείης·
ὄφρ’ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι·
τοὺς ἵμασ’ Ἀντίλοχος, μετ δὲ στρατὸν ἤλασ’ Ἀχαιῶν.
Τοὺς δ’Ἕκτωρ ἐνόησε κατ στίχας, ὦρτο δ’ἐπ’ αὐτοὺς
κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες
καρτεραί· ἦρχε δ’ἄρα σφιν Ἄρης καὶ πότνι’ Ἐνυώ,
μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος,
Ἄρης δ’ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα,
φοίτα δ’ἄλλοτε μὲν πρόσθ’ Ἕκτορος, ἄλλοτ’ ὄπισθε.
Τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης·
ὡς δ’ὅτ’ ἀνὴρ ἀπάλαμνος ὼν πολέος πεδίοιο
στή ἐπ’ ὠκυρό ποταμ ἅλα δὲ προρέοντι
ἀφρ μορμύροντα ἰδών, ἀνά τ’ἔδραμ’ ὀπίσσω,
ὣς τότε Τυδεΐδης ἀνεχάζετο, εἶπέ τε λαῷ·
φίλοι οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον
αἰχμητήν τ’ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·
τῷ δ’αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει·
καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτ ἀνδρ οικώς.
Ἀλλ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω
εἴκετε, μηδ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι.
Ὣς ἄρ’ ἔφη, Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν.
Ἔνθ’ Ἕκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμης
εἰν ἑν δίφρ όντε, Μενέσθην Ἀγχίαλόν τε.
Τὼ δὲ πεσόντ’ ἐλέησε μέγας Τελαμώνιος Αἴας·
στῆ δὲ μάλ’ ἐγγὺς ών, καὶ ἀκόντισε δουρ φαεινῷ,
καὶ βάλεν Ἄμφιον Σελάγου όν, ὅς ῥ’ἐν Παισ
ναῖε πολυκτήμων πολυλήϊος· ἀλλά μοῖρα
ἦγ’ ἐπικουρήσοντα μετ Πρίαμόν τε καὶ υἷας.
Τόν ῥα κατ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας,
νειαίρ δ’ἐν γαστρ πάγη δολιχόσκιον ἔγχος,
δούπησεν δὲ πεσών· δ’ἐπέδραμε φαίδιμος Αἴας
τεύχεα συλήσων· Τρῶες δ’ἐπ δούρατ’ ἔχευαν
ὀξέα παμφανόωντα· σάκος δ’ἀνεδέξατο πολλά.
Αὐτὰρ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος
ἐσπάσατ’· οὐδ’ ἄρ’ ἔτ’ ἄλλα δυνήσατο τεύχεα καλ
ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσι.
Δεῖσε δ’ὅ γ’ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων,
οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχε’ ἔχοντες,
οἵ μέγαν περ όντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
ὦσαν ἀπ σφείων· δὲ χασσάμενος πελεμίχθη.
Ὣς οἳ μὲν πονέοντο κατ κρατερὴν ὑσμίνην·
Τληπόλεμον δ’Ἡρακλεΐδην ΰν τε μέγαν τε
ὦρσεν ἐπ’ ἀντιθέ Σαρπηδόνι μοῖρα κραταιή.
Οἳ δ’ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν όντες
υἱός θ’υἱωνός τε Διὸς νεφεληγερέταο,
τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ειπε·
Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη
πτώσσειν ἐνθάδ’ όντι μάχης ἀδαήμονι φωτί;
ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο
εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν
οἳ Διὸς ἐξεγένοντο ἐπ προτέρων ἀνθρώπων·
ἀλλ’ οἷόν τινά φασι βίην Ἡρακληείην
εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα·
ὅς ποτε δεῦρ’ ἐλθὼν ἕνεχ’ ἵππων Λαομέδοντος
ἓξ οἴῃς σὺν νηυσ καὶ ἀνδράσι παυροτέροισιν
Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δ’ἀγυιάς·
σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί.
Οὐδέ τί σε Τρώεσσιν ΐομαι ἄλκαρ ἔσεσθαι
ἐλθόντ’ ἐκ Λυκίης, οὐδ’ εἰ μάλα καρτερός ἐσσι,
ἀλλ’ ὑπ’ ἐμοὶ δμηθέντα πύλας ΐδαο περήσειν.
Τὸν δ’αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα·
Τληπόλεμ’ ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν
ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος,
ὅς ῥά μιν εὖ ἕρξαντα κακ ἠνίπαπε μύθῳ,
οὐδ’ ἀπέδωχ’ ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε.
Σοὶ δ’ἐγ ἐνθάδε φημ φόνον καὶ κῆρα μέλαιναν
ἐξ ἐμέθεν τεύξεσθαι, ἐμ δ’ὑπ δουρ δαμέντα
εὖχος ἐμοὶ δώσειν, ψυχὴν δ’Ἄϊδι κλυτοπώλῳ.
Ὣς φάτο Σαρπηδών, δ’ἀνέσχετο μείλινον ἔγχος
Τληπόλεμος· καὶ τῶν μὲν ἁμαρτ δούρατα μακρ
ἐκ χειρῶν ϊξαν· μὲν βάλεν αὐχένα μέσσον
Σαρπηδών, αἰχμ δὲ διαμπερὲς ἦλθ’ ἀλεγεινή·
τὸν δὲ κατ’ ὀφθαλμῶν ἐρεβενν νὺξ ἐκάλυψε.
Τληπόλεμος δ’ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρ
βεβλήκειν, αἰχμ δὲ διέσσυτο μαιμώωσα
ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δ’ἔτι λοιγὸν ἄμυνεν.
Οἳ μὲν ἄρ’ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
ἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν
ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατ’ οὐδ νόησε
μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρ’ ἐπιβαίη
σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.
Τληπόλεμον δ’ἑτέρωθεν ϋκνήμιδες Ἀχαιοὶ
ἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς
τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ·
μερμήριξε δ’ἔπειτα κατ φρένα καὶ κατ θυμὸν
προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι,
γε τῶν πλεόνων Λυκίων ἀπ θυμὸν ἕλοιτο.
Οὐδ’ ἄρ’ Ὀδυσσϊ μεγαλήτορι μόρσιμον εν
ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ·
τώ ῥα κατ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη.
Ἔνθ’ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε
Ἄλκανδρόν θ’Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε.
Καί νύ κ’ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς
εἰ μὴ ἄρ’ ὀξ νόησε μέγας κορυθαίολος Ἕκτωρ·
βῆ δὲ δι προμάχων κεκορυθμένος αἴθοπι χαλκ
δεῖμα φέρων Δαναοῖσι· χάρη δ’ἄρα οἱ προσιόντι
Σαρπηδὼν Διὸς υἱός, ἔπος δ’ὀλοφυδνὸν ειπε·
Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν άσῃς
κεῖσθαι, ἀλλ’ ἐπάμυνον· ἔπειτά με καὶ λίποι αἰὼν
ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρ’ ἔμελλον ἔγωγε
νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.
Ὣς φάτο, τὸν δ’οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ,
ἀλλ παρήϊξεν λελιημένος ὄφρα τάχιστα
ὤσαιτ’ Ἀργείους, πολέων δ’ἀπ θυμὸν ἕλοιτο.
Οἳ μὲν ἄρ’ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
εἷσαν ὑπ’ αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ·
ἐκ δ’ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε
ἴφθιμος Πελάγων, ὅς οἱ φίλος εν ἑταῖρος.
Τὸν δ’ἔλιπε ψυχή, κατ δ’ὀφθαλμῶν κέχυτ’ ἀχλύς·
αὖτις δ’ἐμπνύνθη, περ δὲ πνοι Βορέαο
ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν.
Ἀργεῖοι δ’ὑπ’ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστ
οὔτε ποτ προτρέποντο μελαινάων ἐπ νηῶν
οὔτε ποτ’ ἀντεφέροντο μάχῃ, ἀλλ’ αἰὲν ὀπίσσω
χάζονθ’, ὡς ἐπύθοντο μετ Τρώεσσιν Ἄρηα.
Ἔνθα τίνα πρῶτον τίνα δ’ὕστατον ἐξενάριξαν
Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης;
ἀντίθεον Τεύθραντ’, ἐπ δὲ πλήξιππον Ὀρέστην,
Τρῆχόν τ’αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε,
Οἰνοπίδην θ’Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην,
ὅς ῥ’ἐν Ὕλ ναίεσκε μέγα πλούτοιο μεμηλώς,
λίμν κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοι
ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες.
Τοὺς δ’ὡς οὖν ἐνόησε θε λευκώλενος Ἥρη
Ἀργείους ὀλέκοντας ἐν κρατερ ὑσμίνῃ,
αὐτίκ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
ῥ’ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελά
Ἴλιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι,
εἰ οὕτω μαίνεσθαι άσομεν οὖλον Ἄρηα.
Ἀλλ’ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θε γλαυκῶπις Ἀθήνη.
μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
Ἥρη πρέσβα θε θυγάτηρ μεγάλοιο Κρόνοιο·
Ἥβη δ’ἀμφ’ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα
χάλκεα ὀκτάκνημα σιδηρέ ἄξονι ἀμφίς.
Τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε
χάλκε’ ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι·
πλῆμναι δ’ἀργύρου εἰσ περίδρομοι ἀμφοτέρωθεν·
δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν
ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι.
Τοῦ δ’ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπ’ ἄκρ
δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα
κάλ’ ἔβαλε χρύσει’· ὑπ δὲ ζυγὸν ἤγαγεν Ἥρη
ἵππους ὠκύποδας, μεμαυῖ’ ἔριδος καὶ ϋτῆς.
Αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
πέπλον μὲν κατέχευεν ανὸν πατρὸς ἐπ’ οὔδει
ποικίλον, ὅν ῥ’αὐτ ποιήσατο καὶ κάμε χερσίν·
δὲ χιτῶν’ ἐνδῦσα Διὸς νεφεληγερέταο
τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
Ἀμφ δ’ἄρ’ ὤμοισιν βάλετ’ αἰγίδα θυσσανόεσσαν
δεινήν, ἣν περ μὲν πάντ Φόβος ἐστεφάνωται,
ἐν δ’Ἔρις, ἐν δ’Ἀλκή, ἐν δὲ κρυόεσσα ωκή,
ἐν δέ τε Γοργείη κεφαλ δεινοῖο πελώρου
δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.
Κρατ δ’ἐπ’ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
χρυσείην, ἑκατὸν πολίων πρυλέεσσ’ ἀραρυῖαν·
ἐς δ’ὄχεα φλόγεα ποσ βήσετο, λάζετο δ’ἔγχος
βριθ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
ἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη.
Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ’ ἄρ’ ἵππους·
αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,
τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε
ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ’ ἐπιθεῖναι.
Τῇ ῥα δι’ αὐτάων κεντρηνεκέας ἔχον ἵππους·
εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων
ἀκροτάτ κορυφ πολυδειράδος Οὐλύμποιο.
Ἔνθ’ ἵππους στήσασα θε λευκώλενος Ἥρη
Ζῆν’ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε·
Ζεῦ πάτερ οὐ νεμεσίζ Ἄρ τάδε καρτερ ἔργα
ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν
μὰψ ἀτὰρ οὐ κατ κόσμον ἐμοὶ δ’ἄχος, οἳ δὲ ἕκηλοι
τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων
ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα;
Ζεῦ πάτερ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηα
λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι;
τὴν δ’ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην,
μάλιστ’ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν.
Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θε λευκώλενος Ἥρη,
μάστιξεν δ’ἵππους· τὼ δ’οὐκ έκοντε πετέσθην
μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
Ὅσσον δ’ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν
ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπ οἴνοπα πόντον,
τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι.
Ἀλλ’ ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε,
ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδ Σκάμανδρος,
ἔνθ’ ἵππους ἔστησε θε λευκώλενος Ἥρη
λύσασ’ ἐξ ὀχέων, περ δ’ἠέρα πουλὺν ἔχευε·
τοῖσιν δ’ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι.
Αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθ’ ὁμοῖαι
ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι·
ἀλλ’ ὅτε δή ῥ’ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι
ἕστασαν ἀμφ βίην Διομήδεος ἱπποδάμοιο
εἰλόμενοι λείουσιν οικότες ὠμοφάγοισιν
συσ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
ἔνθα στᾶσ’ ϋσε θε λευκώλενος Ἥρη
Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ,
ὃς τόσον αὐδήσασχ’ ὅσον ἄλλοι πεντήκοντα·
αἰδὼς Ἀργεῖοι κάκ’ ἐλέγχεα εἶδος ἀγητοί·
ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς,
οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων
οἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος·
νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπ νηυσ μάχονται.
Ὣς εἰποῦσ’ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
Τυδεΐδ δ’ἐπόρουσε θε γλαυκῶπις Ἀθήνη·
εὗρε δὲ τόν γε ἄνακτα παρ’ ἵπποισιν καὶ ὄχεσφιν
ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ῷ.
Ἱδρὼς γάρ μιν ἔτειρεν ὑπ πλατέος τελαμῶνος
ἀσπίδος εὐκύκλου· τῷ τείρετο, κάμνε δὲ χεῖρα,
ἂν δ’ἴσχων τελαμῶνα κελαινεφὲς αἷμ’ ἀπομόργνυ.
Ἱππείου δὲ θε ζυγοῦ ἥψατο φώνησέν τε·
ὀλίγον οἷ παῖδα οικότα γείνατο Τυδεύς.
Τυδεύς τοι μικρὸς μὲν ην δέμας, ἀλλ μαχητής·
καί ῥ’ὅτε πέρ μιν ἐγ πολεμίζειν οὐκ εἴασκον
οὐδ’ ἐκπαιφάσσειν, ὅτε τ’ἤλυθε νόσφιν Ἀχαιῶν
ἄγγελος ἐς Θήβας πολέας μετ Καδμείωνας·
δαίνυσθαί μιν ἄνωγον ἐν μεγάροισιν ἕκηλον·
αὐτὰρ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ
κούρους Καδμείων προκαλίζετο, πάντα δ’ἐνίκα
ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος α.
Σοὶ δ’ἤτοι μὲν ἐγ παρά θ’ἵσταμαι ἠδ φυλάσσω,
καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι·
ἀλλά σευ κάματος πολυϊξ γυῖα δέδυκεν
νύ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γ’ἔπειτα
Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο.
Τὴν δ’ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·
γιγνώσκω σε θε θύγατερ Διὸς αἰγιόχοιο·
τώ τοι προφρονέως ἐρέω ἔπος οὐδ’ ἐπικεύσω.
Οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος,
ἀλλ’ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλ
οὔ μ’εἴας μακάρεσσι θεοῖς ἀντικρ μάχεσθαι
τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
ἔλθῃσ’ ἐς πόλεμον, τήν γ’οὐτάμεν ὀξέϊ χαλκῷ.
Τοὔνεκα νῦν αὐτός τ’ἀναχάζομαι ἠδ καὶ ἄλλους
Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας·
γιγνώσκω γὰρ Ἄρηα μάχην ἀν κοιρανέοντα.
Τὸν δ’ἠμείβετ’ ἔπειτα θε γλαυκῶπις Ἀθήνη·
Τυδεΐδη Διόμηδες ἐμ κεχαρισμένε θυμ
μήτε σύ γ’Ἄρηα τό γε δείδιθι μήτε τιν’ ἄλλον
ἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι·
ἀλλ’ ἄγ’ ἐπ’ Ἄρηϊ πρώτ ἔχε μώνυχας ἵππους,
τύψον δὲ σχεδίην μηδ’ ἅζεο θοῦρον Ἄρηα
τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον,
ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρ στεῦτ’ ἀγορεύων
Τρωσ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν,
νῦν δὲ μετ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.
Ὣς φαμένη Σθένελον μὲν ἀφ’ ἵππων ὦσε χαμᾶζε,
χειρ πάλιν ἐρύσασ’, δ’ἄρ’ ἐμμαπέως ἀπόρουσεν·
δ’ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον
ἐμμεμαυῖα θεά· μέγα δ’ἔβραχε φήγινος ἄξων
βριθοσύνῃ· δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τ’ἄριστον.
Λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη·
αὐτίκ’ ἐπ’ Ἄρηϊ πρώτ ἔχε μώνυχας ἵππους.
Ἤτοι μὲν Περίφαντα πελώριον ἐξενάριζεν
Αἰτωλῶν ὄχ’ ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν·
τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος· αὐτὰρ Ἀθήνη
δῦν’ ϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης.
Ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον,
ἤτοι μὲν Περίφαντα πελώριον αὐτόθ’ ασε
κεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν,
αὐτὰρ βῆ ῥ’ἰθὺς Διομήδεος ἱπποδάμοιο.
Οἳ δ’ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν όντες,
πρόσθεν Ἄρης ὠρέξαθ’ ὑπὲρ ζυγὸν ἡνία θ’ἵππων
ἔγχεϊ χαλκεί μεμαὼς ἀπ θυμὸν ἑλέσθαι·
καὶ τό γε χειρ λαβοῦσα θε γλαυκῶπις Ἀθήνη
ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ϊχθῆναι.
Δεύτερος αὖθ’ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης
ἔγχεϊ χαλκείῳ· ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη
νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ·
τῇ ῥά μιν οὖτα τυχών, δι δὲ χρόα καλὸν ἔδαψεν,
ἐκ δὲ δόρυ σπάσεν αὖτις· δ’ἔβραχε χάλκεος Ἄρης
ὅσσόν τ’ἐννεάχιλοι ἐπίαχον δεκάχιλοι
ἀνέρες ἐν πολέμ ἔριδα ξυνάγοντες Ἄρηος.
Τοὺς δ’ἄρ’ ὑπ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε
δείσαντας· τόσον ἔβραχ’ Ἄρης ἆτος πολέμοιο.
Οἵη δ’ἐκ νεφέων ἐρεβενν φαίνεται ὴρ
καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο,
τοῖος Τυδεΐδ Διομήδεϊ χάλκεος Ἄρης
φαίνεθ’ ὁμοῦ νεφέεσσιν ὼν εἰς οὐρανὸν εὐρύν.
Καρπαλίμως δ’ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον,
πὰρ δὲ Δι Κρονίωνι καθέζετο θυμὸν ἀχεύων,
δεῖξεν δ’ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς,
καί ῥ’ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
Ζεῦ πάτερ οὐ νεμεσίζ ὁρῶν τάδε καρτερ ἔργα;
αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν
ἀλλήλων ότητι, χάριν ἄνδρεσσι φέροντες.
Σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην
οὐλομένην, τ’αἰὲν ήσυλα ἔργα μέμηλεν.
Ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσ’ ἐν Ὀλύμπ
σοί τ’ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος·
ταύτην δ’οὔτ’ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ,
ἀλλ’ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδ’ ΐδηλον·
νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα
μαργαίνειν ἀνέηκεν ἐπ’ ἀθανάτοισι θεοῖσι.
Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρ’ ἐπ καρπῷ,
αὐτὰρ ἔπειτ’ αὐτ μοι ἐπέσσυτο δαίμονι ἶσος·
ἀλλά μ’ὑπήνεικαν ταχέες πόδες· τέ κε δηρὸν
αὐτοῦ πήματ’ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν,
κε ζὼς ἀμενηνὸς α χαλκοῖο τυπῇσι.
Τὸν δ’ἄρ’ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς.
Μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε.
Ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν·
αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε.
Μητρός τοι μένος ἐστὶν άσχετον οὐκ ἐπιεικτὸν
Ἥρης· τὴν μὲν ἐγ σπουδ δάμνημ’ ἐπέεσσι·
τώ σ’ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν.
Ἀλλ’ οὐ μάν σ’ἔτι δηρὸν ἀνέξομαι ἄλγε’ ἔχοντα·
ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ·
εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδ’ ΐδηλος
καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων.
Ὣς φάτο, καὶ Παιήον’ ἀνώγειν ήσασθαι.
Τῷ δ’ἐπ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
ἠκέσατ’· οὐ μὲν γάρ τι καταθνητός γ’ἐτέτυκτο.
Ὡς δ’ὅτ’ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν
ὑγρὸν όν, μάλα δ’ὦκα περιτρέφεται κυκόωντι,
ὣς ἄρα καρπαλίμως ήσατο θοῦρον Ἄρηα.
Τὸν δ’Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε·
πὰρ δὲ Δι Κρονίωνι καθέζετο κύδεϊ γαίων.
Αἳ δ’αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο
Ἥρη τ’Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη
παύσασαι βροτολοιγὸν Ἄρη’ ἀνδροκτασιάων.