Αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ’ ἡγεμόνεσσιν ἕκαστοι,
Τρῶες μὲν κλαγγ τ’ἐνοπ τ’ἴσαν ὄρνιθες ὣς
ΰτε περ κλαγγ γεράνων πέλει οὐρανόθι πρό·
αἵ τ’ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον
κλαγγ ταί γε πέτονται ἐπ’ ὠκεανοῖο ῥοάων
ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι·
έριαι δ’ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.
Οἳ δ’ἄρ’ ἴσαν σιγ μένεα πνείοντες Ἀχαιοὶ
ἐν θυμ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.
Εὖτ’ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην
ποιμέσιν οὔ τι φίλην, κλέπτ δέ τε νυκτὸς ἀμείνω,
τόσσόν τίς τ’ἐπιλεύσσει ὅσον τ’ἐπ λᾶαν ησιν·
ὣς ἄρα τῶν ὑπ ποσσ κονίσαλος ὄρνυτ’ ελλὴς
ἐρχομένων· μάλα δ’ὦκα διέπρησσον πεδίοιο.
Οἳ δ’ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν όντες,
Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς
παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα
καὶ ξίφος· αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκ
πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους
ἀντίβιον μαχέσασθαι ἐν αἰν δηϊοτῆτι.
Τὸν δ’ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος
ἐρχόμενον προπάροιθεν ὁμίλου μακρ βιβάντα,
ὥς τε λέων ἐχάρη μεγάλ ἐπ σώματι κύρσας
εὑρὼν ἔλαφον κεραὸν ἄγριον αἶγα
πεινάων· μάλα γάρ τε κατεσθίει, εἴ περ ἂν αὐτὸν
σεύωνται ταχέες τε κύνες θαλεροί τ’αἰζηοί·
ὣς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέα
ὀφθαλμοῖσιν ἰδών· φάτο γὰρ τίσεσθαι ἀλείτην·
αὐτίκα δ’ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
Τὸν δ’ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ,
ἂψ δ’ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων.
Ὡς δ’ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη
οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα,
ἂψ δ’ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς,
ὣς αὖτις καθ’ ὅμιλον ἔδυ Τρώων ἀγερώχων
δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής.
Τὸν δ’Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν·
Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτ
αἴθ’ ὄφελες ἄγονός τ’ἔμεναι ἄγαμός τ’ἀπολέσθαι·
καί κε τὸ βουλοίμην, καί κεν πολ κέρδιον εν
οὕτω λώβην τ’ἔμεναι καὶ ὑπόψιον ἄλλων.
που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ
φάντες ἀριστα πρόμον ἔμμεναι, οὕνεκα καλὸν
εἶδος ἔπ’, ἀλλ’ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή.
τοιόσδε ὼν ἐν ποντοπόροισι νέεσσι
πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας,
μιχθεὶς ἀλλοδαποῖσι γυναῖκ’ εὐειδέ’ ἀνῆγες
ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων
πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ,
δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ;
οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον;
γνοίης χ’οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν·
οὐκ ἄν τοι χραίσμ κίθαρις τά τε δῶρ’ Ἀφροδίτης
τε κόμη τό τε εἶδος ὅτ’ ἐν κονίῃσι μιγείης.
Ἀλλ μάλα Τρῶες δειδήμονες· τέ κεν ἤδη
λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχ’ ὅσσα ἔοργας.
Τὸν δ’αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
Ἕκτορ ἐπεί με κατ’ αἶσαν ἐνείκεσας οὐδ’ ὑπὲρ αἶσαν·
αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς
ὅς τ’εἶσιν δι δουρὸς ὑπ’ ἀνέρος ὅς ῥά τε τέχν
νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δ’ἀνδρὸς ἐρωήν·
ὣς σοὶ ἐν στήθεσσιν ἀτάρβητος νόος ἐστί·
μή μοι δῶρ’ ἐρατ πρόφερε χρυσέης Ἀφροδίτης·
οὔ τοι ἀπόβλητ’ ἐστ θεῶν ἐρικυδέα δῶρα
ὅσσά κεν αὐτοὶ δῶσιν, ἑκὼν δ’οὐκ ἄν τις ἕλοιτο·
νῦν αὖτ’ εἴ μ’ἐθέλεις πολεμίζειν ἠδ μάχεσθαι,
ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,
αὐτὰρ ἔμ’ ἐν μέσσ καὶ ἀρηΐφιλον Μενέλαον
συμβάλετ’ ἀμφ’ Ἑλέν καὶ κτήμασι πᾶσι μάχεσθαι·
ὁππότερος δέ κε νικήσ κρείσσων τε γένηται,
κτήμαθ’ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ’ ἀγέσθω·
οἳ δ’ἄλλοι φιλότητα καὶ ὅρκια πιστ ταμόντες
ναίοιτε Τροίην ἐριβώλακα, τοὶ δὲ νεέσθων
Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.
Ὣς ἔφαθ’, Ἕκτωρ δ’αὖτ’  ἐχάρη μέγα μῦθον ἀκούσας,
καί ῥ’ἐς μέσσον ὼν Τρώων ἀνέεργε φάλαγγας
μέσσου δουρὸς ἑλών· τοὶ δ’ἱδρύνθησαν ἅπαντες.
Τῷ δ’ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ
οῖσίν τε τιτυσκόμενοι λάεσσί τ’ἔβαλλον·
αὐτὰρ μακρὸν ϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
ἴσχεσθ’ Ἀργεῖοι, μὴ βάλλετε κοῦροι Ἀχαιῶν·
στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ.
Ὣς ἔφαθ’, οἳ δ’ἔσχοντο μάχης ἄνεῴ τ’ἐγένοντο
ἐσσυμένως· Ἕκτωρ δὲ μετ’ ἀμφοτέροισιν ειπε·
κέκλυτέ μευ Τρῶες καὶ ϋκνήμιδες Ἀχαιοὶ
μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν.
Ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς
τεύχεα κάλ’ ἀποθέσθαι ἐπ χθον πουλυβοτείρῃ,
αὐτὸν δ’ἐν μέσσ καὶ ἀρηΐφιλον Μενέλαον
οἴους ἀμφ’ Ἑλέν καὶ κτήμασι πᾶσι μάχεσθαι.
Ὁππότερος δέ κε νικήσ κρείσσων τε γένηται
κτήμαθ’ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ’ ἀγέσθω·
οἳ δ’ἄλλοι φιλότητα καὶ ὅρκια πιστ τάμωμεν.
Ὣς ἔφαθ’, οἳ δ’ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος·
κέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνει
θυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδη
Ἀργείους καὶ Τρῶας, ἐπεὶ κακ πολλ πέπασθε
εἵνεκ’ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκ’ ἀρχῆς·
ἡμέων δ’ὁπποτέρ θάνατος καὶ μοῖρα τέτυκται
τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.
Οἴσετε ἄρν’, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν,
Γῇ τε καὶ ελίῳ· Δι δ’ἡμεῖς οἴσομεν ἄλλον·
ἄξετε δὲ Πριάμοιο βίην, ὄφρ’ ὅρκια τάμν
αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι,
μή τις ὑπερβασί Διὸς ὅρκια δηλήσηται.
Αἰεὶ δ’ὁπλοτέρων ἀνδρῶν φρένες ερέθονται·
οἷς δ’ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω
λεύσσει, ὅπως ὄχ’ ἄριστα μετ’ ἀμφοτέροισι γένηται.
Ὣς ἔφαθ’, οἳ δ’ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε
ἐλπόμενοι παύσασθαι ϊζυροῦ πολέμοιο.
Καί ῥ’ἵππους μὲν ἔρυξαν ἐπ στίχας, ἐκ δ’ἔβαν αὐτοί,
τεύχεά τ’ἐξεδύοντο· τὰ μὲν κατέθεντ’ ἐπ γαί
πλησίον ἀλλήλων, ὀλίγη δ’ἦν ἀμφὶς ἄρουρα·
Ἕκτωρ δὲ προτ ἄστυ δύω κήρυκας ἔπεμπε
καρπαλίμως ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι·
αὐτὰρ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνων
νῆας ἔπι γλαφυρὰς έναι, ἠδ’ ἄρν’ ἐκέλευεν
οἰσέμεναι· δ’ἄρ’ οὐκ ἀπίθησ’ Ἀγαμέμνονι δίῳ.
Ἶρις δ’αὖθ’ Ἑλέν λευκωλέν ἄγγελος ἦλθεν
εἰδομένη γαλό Ἀντηνορίδαο δάμαρτι,
τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων
Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην.
Τὴν δ’εὗρ’ ἐν μεγάρῳ· δὲ μέγαν ἱστὸν ὕφαινε
δίπλακα πορφυρέην, πολέας δ’ἐνέπασσεν έθλους
Τρώων θ’ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
οὕς ἑθεν εἵνεκ’ ἔπασχον ὑπ’ Ἄρηος παλαμάων·
ἀγχοῦ δ’ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
δεῦρ’ ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι
Τρώων θ’ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
οἳ πρὶν ἐπ’ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα
ἐν πεδί ὀλοοῖο λιλαιόμενοι πολέμοιο·
οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται,
ἀσπίσι κεκλιμένοι, παρ δ’ἔγχεα μακρ πέπηγεν.
Αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος
μακρῇς ἐγχείῃσι μαχήσονται περ σεῖο·
τῷ δέ κε νικήσαντι φίλη κεκλήσ ἄκοιτις.
Ὣς εἰποῦσα θε γλυκὺν ἵμερον ἔμβαλε θυμ
ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδ τοκήων·
αὐτίκα δ’ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν
ὁρμᾶτ’ ἐκ θαλάμοιο τέρεν κατ δάκρυ χέουσα
οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ’ ἕποντο,
Αἴθρη Πιτθος θυγάτηρ, Κλυμένη τε βοῶπις·
αἶψα δ’ἔπειθ’ ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν.
Οἳ δ’ἀμφ Πρίαμον καὶ Πάνθοον ἠδ Θυμοίτην
Λάμπόν τε Κλυτίον θ’Ἱκετάονά τ’ὄζον Ἄρηος
Οὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω
ατο δημογέροντες ἐπ Σκαιῇσι πύλῃσι,
γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλ’ ἀγορηταὶ
ἐσθλοί, τεττίγεσσιν οικότες οἵ τε καθ’ ὕλην
δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν εῖσι·
τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντ’ ἐπ πύργῳ.
Οἳ δ’ὡς οὖν εἴδονθ’ Ἑλένην ἐπ πύργον οῦσαν,
ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντ’ ἀγόρευον·
οὐ νέμεσις Τρῶας καὶ ϋκνήμιδας Ἀχαιοὺς
τοιῇδ’ ἀμφ γυναικ πολὺν χρόνον ἄλγεα πάσχειν·
αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα οικεν·
ἀλλ καὶ ὧς τοίη περ οῦσ’ ἐν νηυσ νεέσθω,
μηδ’ ἡμῖν τεκέεσσί τ’ ὀπίσσω πῆμα λίποιτο.
Ὣς ἄρ’ ἔφαν, Πρίαμος δ’Ἑλένην ἐκαλέσσατο φωνῇ·
δεῦρο πάροιθ’ ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο,
ὄφρα ἴδ πρότερόν τε πόσιν πηούς τε φίλους τε·
οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν
οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν·
ὥς μοι καὶ τόνδ’ ἄνδρα πελώριον ἐξονομήνῃς
ὅς τις ὅδ’ ἐστὶν Ἀχαιὸς ἀνὴρ ΰς τε μέγας τε.
Ἤτοι μὲν κεφαλ καὶ μείζονες ἄλλοι ἔασι,
καλὸν δ’οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν,
οὐδ’ οὕτω γεραρόν· βασιλϊ γὰρ ἀνδρ ἔοικε.
Τὸν δ’Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν·
αἰδοῖός τέ μοί ἐσσι φίλε ἑκυρ δεινός τε·
ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρο
υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα
παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν.
Ἀλλ τά γ’οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα.
Τοῦτο δέ τοι ἐρέω μ’ἀνείρεαι ἠδ μεταλλᾷς·
οὗτός γ’Ἀτρεΐδης εὐρ κρείων Ἀγαμέμνων,
ἀμφότερον βασιλεύς τ’ἀγαθὸς κρατερός τ’αἰχμητής·
δαὴρ αὖτ’ ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτ’ ην γε.
Ὣς φάτο, τὸν δ’ὁ γέρων ἠγάσσατο φώνησέν τε·
μάκαρ Ἀτρεΐδη μοιρηγενὲς ὀλβιόδαιμον,
ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν.
Ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν,
ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους
λαοὺς Ὀτρος καὶ Μυγδόνος ἀντιθέοιο,
οἵ ῥα τότ’ ἐστρατόωντο παρ’ ὄχθας Σαγγαρίοιο·
καὶ γὰρ ἐγὼν ἐπίκουρος ὼν μετ τοῖσιν ἐλέχθην
ἤματι τῷ ὅτε τ’ἦλθον Ἀμαζόνες ἀντιάνειραι·
ἀλλ’ οὐδ’ οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί.
Δεύτερον αὖτ’ Ὀδυσα ἰδὼν ἐρέειν’ γεραιός·
εἴπ’ ἄγε μοι καὶ τόνδε φίλον τέκος ὅς τις ὅδ’ ἐστί·
μείων μὲν κεφαλ Ἀγαμέμνονος Ἀτρεΐδαο,
εὐρύτερος δ’ὤμοισιν ἰδ στέρνοισιν ἰδέσθαι.
Τεύχεα μέν οἱ κεῖται ἐπ χθον πουλυβοτείρῃ,
αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν·
ἀρνει μιν ἔγωγε ΐσκω πηγεσιμάλλῳ,
ὅς τ’οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων.
Τὸν δ’ἠμείβετ’ ἔπειθ’ Ἑλένη Διὸς ἐκγεγαυῖα·
οὗτος δ’αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς,
ὃς τράφη ἐν δήμ Ἰθάκης κραναῆς περ ούσης
εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά.
Τὴν δ’αὖτ’ Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα·
γύναι μάλα τοῦτο ἔπος νημερτὲς ειπες·
ἤδη γὰρ καὶ δεῦρό ποτ’ ἤλυθε δῖος Ὀδυσσεὺς
σεῦ ἕνεκ’ ἀγγελίης σὺν ἀρηϊφίλ Μενελάῳ·
τοὺς δ’ἐγ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα,
ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά.
Ἀλλ’ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν
στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους,
ἄμφω δ’ἑζομένω γεραρώτερος εν Ὀδυσσεύς·
ἀλλ’ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον
ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε,
παῦρα μὲν ἀλλ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος
οὐδ’ ἀφαμαρτοεπής· καὶ γένει ὕστερος εν.
Ἀλλ’ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς
στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατ χθονὸς ὄμματα πήξας,
σκῆπτρον δ’οὔτ’ ὀπίσω οὔτε προπρηνὲς ἐνώμα,
ἀλλ’ ἀστεμφὲς ἔχεσκεν ΐδρεϊ φωτ οικώς·
φαίης κε ζάκοτόν τέ τιν’ ἔμμεναι ἄφρονά τ’αὔτως.
Ἀλλ’ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη
καὶ ἔπεα νιφάδεσσιν οικότα χειμερίῃσιν,
οὐκ ἂν ἔπειτ’ Ὀδυσΐ γ’ ἐρίσσειε βροτὸς ἄλλος·
οὐ τότε γ’ὧδ’ Ὀδυσος ἀγασσάμεθ’ εἶδος ἰδόντες.
Τὸ τρίτον αὖτ’ Αἴαντα ἰδὼν ἐρέειν’ γεραιός·
τίς τὰρ ὅδ’ ἄλλος Ἀχαιὸς ἀνὴρ ΰς τε μέγας τε
ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους;
τὸν δ’Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν·
οὗτος δ’Αἴας ἐστ πελώριος ἕρκος Ἀχαιῶν·
Ἰδομενεὺς δ’ἑτέρωθεν ἐν Κρήτεσσι θεὸς ὣς
ἕστηκ’, ἀμφ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται.
Πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος
οἴκ ἐν ἡμετέρ ὁπότε Κρήτηθεν ἵκοιτο.
Νῦν δ’ἄλλους μὲν πάντας ὁρ ἑλίκωπας Ἀχαιούς,
οὕς κεν γνοίην καί τ’οὔνομα μυθησαίμην·
δοι δ’οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν
Κάστορά θ’ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα
αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ.
οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς,
δεύρω μὲν ἕποντο νέεσσ’ ἔνι ποντοπόροισι,
νῦν αὖτ’ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν
αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλ’ μοί ἐστιν.
Ὣς φάτο, τοὺς δ’ἤδη κάτεχεν φυσίζοος αἶα
ἐν Λακεδαίμονι αὖθι φίλ ἐν πατρίδι γαίῃ.
Κήρυκες δ’ἀν ἄστυ θεῶν φέρον ὅρκια πιστ
ἄρνε δύω καὶ οἶνον ΰφρονα καρπὸν ἀρούρης
ἀσκ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν
κῆρυξ Ἰδαῖος ἠδ χρύσεια κύπελλα·
ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν·
ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι
Τρώων θ’ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων
ἐς πεδίον καταβῆναι ἵν’ ὅρκια πιστ τάμητε·
αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος
μακρῇς ἐγχείῃσι μαχήσοντ’ ἀμφ γυναικί·
τῷ δέ κε νικήσαντι γυν καὶ κτήμαθ’ ἕποιτο·
οἳ δ’ἄλλοι φιλότητα καὶ ὅρκια πιστ ταμόντες
ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται
Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.
Ὣς φάτο ῥίγησεν δ’ὃ γέρων, ἐκέλευσε δ’ἑταίρους
ἵππους ζευγνύμεναι· τοὶ δ’ὀτραλέως ἐπίθοντο.
Ἂν δ’ἄρ’ ἔβη Πρίαμος, κατ δ’ἡνία τεῖνεν ὀπίσσω·
πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον·
τὼ δὲ δι Σκαιῶν πεδίον δ’ἔχον ὠκέας ἵππους.
Ἀλλ’ ὅτε δή ῥ’ἵκοντο μετ Τρῶας καὶ Ἀχαιούς,
ἐξ ἵππων ἀποβάντες ἐπ χθόνα πουλυβότειραν
ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο.
Ὄρνυτο δ’αὐτίκ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
ἂν δ’Ὀδυσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶ
ὅρκια πιστ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον
μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπ χεῖρας ἔχευαν.
Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,
οἱ πὰρ ξίφεος μέγα κουλεόν αἰὲν ωρτο,
ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτα
κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις.
Τοῖσιν δ’Ἀτρεΐδης μεγάλ’ εὔχετο χεῖρας ἀνασχών·
Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε,
έλιός θ’,ὃς πάντ’ ἐφορᾷς καὶ πάντ’ ἐπακούεις,
καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας
ἀνθρώπους τίνυσθον ὅτις κ’ἐπίορκον ὀμόσσῃ,
ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δ’ὅρκια πιστά·
εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφν
αὐτὸς ἔπειθ’ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα,
ἡμεῖς δ’ἐν νήεσσι νεώμεθα ποντοπόροισιν·
εἰ δέ κ’Ἀλέξανδρον κτείν ξανθὸς Μενέλαος,
Τρῶας ἔπειθ’ Ἑλένην καὶ κτήματα πάντ’ ἀποδοῦναι,
τιμὴν δ’Ἀργείοις ἀποτινέμεν ἥν τιν’ ἔοικεν,
τε καὶ ἐσσομένοισι μετ’ ἀνθρώποισι πέληται.
Εἰ δ’ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες
τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος,
αὐτὰρ ἐγ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς
αὖθι μένων, ός κε τέλος πολέμοιο κιχείω.
Ἦ, καὶ ἀπ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ·
καὶ τοὺς μὲν κατέθηκεν ἐπ χθονὸς ἀσπαίροντας
θυμοῦ δευομένους· ἀπ γὰρ μένος εἵλετο χαλκός.
Οἶνον δ’ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν
ἔκχεον, ἠδ’ εὔχοντο θεοῖς αἰειγενέτῃσιν.
Ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·
Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι
ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν
ὧδέ σφ’ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος
αὐτῶν καὶ τεκέων, ἄλοχοι δ’ἄλλοισι δαμεῖεν.
Ὣς ἔφαν, οὐδ’ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων.
Τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετ μῦθον ειπε·
κέκλυτέ μευ Τρῶες καὶ ϋκνήμιδες Ἀχαιοί·
ἤτοι ἐγὼν εἶμι προτ Ἴλιον ἠνεμόεσσαν
ἄψ, ἐπεὶ οὔ πω τλήσομ’ ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι
μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλ Μενελάῳ·
Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι
ὁπποτέρ θανάτοιο τέλος πεπρωμένον ἐστίν.
ῥα καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς,
ἂν δ’ἄρ’ ἔβαιν’ αὐτός, κατ δ’ἡνία τεῖνεν ὀπίσσω·
πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον.
Τὼ μὲν ἄρ’ ἄψορροι προτ Ἴλιον ἀπονέοντο·
Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς
χῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτα
κλήρους ἐν κυνέ χαλκήρεϊ πάλλον ἑλόντες,
ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος.
Λαοὶ δ’ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον,
ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·
Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
ὁππότερος τάδε ἔργα μετ’ ἀμφοτέροισιν ἔθηκε,
τὸν δὸς ἀποφθίμενον δῦναι δόμον ϊδος εἴσω,
ἡμῖν δ’αὖ φιλότητα καὶ ὅρκια πιστ γενέσθαι.
Ὣς ἄρ’ ἔφαν, πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρ
ἂψ ὁρόων· Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν.
Οἳ μὲν ἔπειθ’ ἵζοντο κατ στίχας, ἧχι ἑκάστ
ἵπποι ερσίποδες καὶ ποικίλα τεύχε’ ἔκειτο·
αὐτὰρ γ’ἀμφ’ ὤμοισιν ἐδύσετο τεύχεα καλ
δῖος Ἀλέξανδρος Ἑλένης πόσις ϋκόμοιο.
Κνημῖδας μὲν πρῶτα περ κνήμῃσιν ἔθηκε
καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
δεύτερον αὖ θώρηκα περ στήθεσσιν ἔδυνεν
οἷο κασιγνήτοιο Λυκάονος· ἥρμοσε δ’αὐτῷ.
Ἀμφ δ’ἄρ’ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·
κρατ δ’ἐπ’ ἰφθίμ κυνέην εὔτυκτον ἔθηκεν
ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·
εἵλετο δ’ἄλκιμον ἔγχος, οἱ παλάμηφιν ἀρήρει.
Ὣς δ’αὔτως Μενέλαος ἀρήϊος ἔντε’ ἔδυνεν.
Οἳ δ’ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,
ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο
δεινὸν δερκόμενοι· θάμβος δ’ἔχεν εἰσορόωντας
Τρῶάς θ’ἱπποδάμους καὶ ϋκνήμιδας Ἀχαιούς.
Καί ῥ’ἐγγὺς στήτην διαμετρητ ἐν χώρ
σείοντ’ ἐγχείας ἀλλήλοισιν κοτέοντε.
Πρόσθε δ’Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος,
καὶ βάλεν Ἀτρεΐδαο κατ’ ἀσπίδα πάντοσε ἴσην,
οὐδ’ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμ
ἀσπίδ’ ἐν κρατερῇ· δὲ δεύτερον ὄρνυτο χαλκ
Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Δι πατρί·
Ζεῦ ἄνα δὸς τίσασθαι με πρότερος κάκ’ ἔοργε
δῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπ χερσ δάμασσον,
ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων
ξεινοδόκον κακ ῥέξαι, κεν φιλότητα παράσχῃ.
ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
καὶ βάλε Πριαμίδαο κατ’ ἀσπίδα πάντοσε ἴσην·
δι μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
καὶ δι θώρηκος πολυδαιδάλου ἠρήρειστο·
ἀντικρ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
ἔγχος· δ’ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.
Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
πλῆξεν ἀνασχόμενος κόρυθος φάλον· ἀμφ δ’ἄρ’ αὐτ
τριχθά τε καὶ τετραχθ διατρυφὲν ἔκπεσε χειρός.
Ἀτρεΐδης δ’ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·
τ’ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος·
νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος
ΐχθη παλάμηφιν ἐτώσιον, οὐδ’ ἔβαλόν μιν.
καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης,
ἕλκε δ’ἐπιστρέψας μετ’ ϋκνήμιδας Ἀχαιούς·
ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπ δειρήν,
ὅς οἱ ὑπ’ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης.
Καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,
εἰ μὴ ἄρ’ ὀξ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη,
οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο·
κειν δὲ τρυφάλεια ἅμ’ ἕσπετο χειρ παχείῃ.
Τὴν μὲν ἔπειθ’ ἥρως μετ’ ϋκνήμιδας Ἀχαιοὺς
ῥῖψ’ ἐπιδινήσας, κόμισαν δ’ἐρίηρες ἑταῖροι·
αὐτὰρ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων
ἔγχεϊ χαλκείῳ· τὸν δ’ἐξήρπαξ’ Ἀφροδίτη
ῥεῖα μάλ’ ὥς τε θεός, ἐκάλυψε δ’ἄρ’ έρι πολλῇ,
κὰδ δ’εἷσ’ ἐν θαλάμ εὐώδεϊ κηώεντι.
Αὐτ δ’αὖ Ἑλένην καλέουσ’ ε· τὴν δὲ κίχανε
πύργ ἐφ’ ὑψηλῷ, περ δὲ Τρῳαὶ ἅλις ἦσαν·
χειρ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα,
γρη δέ μιν ϊκυῖα παλαιγενέϊ προσέειπεν
εἰροκόμῳ, οἱ Λακεδαίμονι ναιετοώσ
ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε·
τῇ μιν εισαμένη προσεφώνεε δῖ’ Ἀφροδίτη·
δεῦρ’ ἴθ’· Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι.
Κεῖνος γ’ἐν θαλάμ καὶ δινωτοῖσι λέχεσσι
κάλλεΐ τε στίλβων καὶ εἵμασιν· οὐδέ κε φαίης
ἀνδρ μαχεσσάμενον τόν γ’ἐλθεῖν, ἀλλ χορὸν δὲ
ἔρχεσθ’, χοροῖο νέον λήγοντα καθίζειν.
Ὣς φάτο, τῇ δ’ἄρα θυμὸν ἐν στήθεσσιν ὄρινε·
καί ῥ’ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν
στήθεά θ’ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα,
θάμβησέν τ’ἄρ’ ἔπειτα ἔπος τ’ἔφατ’ ἔκ τ’ὀνόμαζε·
δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;
πῄ με προτέρω πολίων εὖ ναιομενάων
ἄξεις, Φρυγίης Μῃονίης ἐρατεινῆς,
εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων·
οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος
νικήσας ἐθέλει στυγερὴν ἐμ οἴκαδ’ ἄγεσθαι,
τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης;
ἧσο παρ’ αὐτὸν οῦσα, θεῶν δ’ἀπόεικε κελεύθου,
μηδ’ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον,
ἀλλ’ αἰεὶ περ κεῖνον ΐζυε καί φύλασσε,
εἰς κέ σ’ἢ ἄλοχον ποιήσεται γε δούλην.
Κεῖσε δ’ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη·
κείνου πορσανέουσα λέχος· Τρῳαὶ δέ μ’ὀπίσσω
πᾶσαι μωμήσονται· ἔχω δ’ἄχε’ ἄκριτα θυμῷ.
Τὴν δὲ χολωσαμένη προσεφώνεε δῖ’ Ἀφροδίτη·
μή μ’ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω,
τὼς δέ σ’ἀπεχθήρω ὡς νῦν ἔκπαγλ’ ἐφίλησα,
μέσσ δ’ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρ
Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι.
Ὣς ἔφατ’, ἔδεισεν δ’Ἑλένη Διὸς ἐκγεγαυῖα,
βῆ δὲ κατασχομένη ἑαν ἀργῆτι φαειν
σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων.
Αἳ δ’ὅτ’ Ἀλεξάνδροιο δόμον περικαλλέ’ ἵκοντο,
ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπ ἔργα τράποντο,
δ’εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν.
Τῇ δ’ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη
ἀντί’ Ἀλεξάνδροιο θε κατέθηκε φέρουσα·
ἔνθα κάθιζ’ Ἑλένη κούρη Διὸς αἰγιόχοιο
ὄσσε πάλιν κλίνασα, πόσιν δ’ἠνίπαπε μύθῳ·
ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθ’ ὀλέσθαι
ἀνδρ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις εν.
μὲν δὴ πρίν γ’εὔχε’ ἀρηϊφίλου Μενελάου
σῇ τε βί καὶ χερσ καὶ ἔγχεϊ φέρτερος εἶναι·
ἀλλ’ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον
ἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά σ’ἔγωγε
παύεσθαι κέλομαι, μηδ ξανθ Μενελά
ἀντίβιον πόλεμον πολεμίζειν ἠδ μάχεσθαι
ἀφραδέως, μή πως τάχ’ ὑπ’ αὐτοῦ δουρ δαμήῃς.
Τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε·
μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε·
νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ,
κεῖνον δ’αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν.
Ἀλλ’ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε·
οὐ γάρ πώ ποτέ μ’ὧδέ γ’ ἔρως φρένας ἀμφεκάλυψεν,
οὐδ’ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς
ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι,
νήσ δ’ἐν Κρανα ἐμίγην φιλότητι καὶ εὐνῇ,
ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.
ῥα, καὶ ἄρχε λέχος δὲ κιών· ἅμα δ’εἵπετ’ ἄκοιτις.
Τὼ μὲν ἄρ’ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν,
Ἀτρεΐδης δ’ἀν’ ὅμιλον ἐφοίτα θηρ οικὼς
εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα.
Ἀλλ’ οὔ τις δύνατο Τρώων κλειτῶν τ’ἐπικούρων
δεῖξαι Ἀλέξανδρον τότ’ ἀρηϊφίλ Μενελάῳ·
οὐ μὲν γὰρ φιλότητί γ’ ἐκεύθανον εἴ τις ἴδοιτο·
ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρ μελαίνῃ.
Τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ’ ἐπίκουροι·
νίκη μὲν δὴ φαίνετ’ ἀρηϊφίλου Μενελάου,
ὑμεῖς δ’Ἀργείην Ἑλένην καὶ κτήμαθ’ ἅμ’ αὐτ
ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τιν’ ἔοικεν,
τε καὶ ἐσσομένοισι μετ’ ἀνθρώποισι πέληται.
Ὣς ἔφατ’ Ἀτρεΐδης, ἐπ δ’ᾔνεον ἄλλοι Ἀχαιοί.