Ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
εὗδον παννύχιοι, Δία δ’οὐκ ἔχε νήδυμος ὕπνος,
ἀλλ’ γε μερμήριζε κατ φρένα ὡς Ἀχιλα
τιμήσῃ, ὀλέσ δὲ πολέας ἐπ νηυσὶν Ἀχαιῶν.
Ἥδε δέ οἱ κατ θυμὸν ἀρίστη φαίνετο βουλή,
πέμψαι ἐπ’ Ἀτρεΐδ Ἀγαμέμνονι οὖλον ὄνειρον·
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
βάσκ’ ἴθι οὖλε ὄνειρε θοὰς ἐπ νῆας Ἀχαιῶν·
ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο
πάντα μάλ’ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω·
θωρῆξαί κέλευε κάρη κομόωντας Ἀχαιοὺς
πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν
Τρώων· οὐ γὰρ ἔτ’ ἀμφὶς Ὀλύμπια δώματ’ ἔχοντες
ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδε’ ἐφῆπται.
Ὣς φάτο, βῆ δ’ἄρ’ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε·
καρπαλίμως δ’ἵκανε θοὰς ἐπ νῆας Ἀχαιῶν,
βῆ δ’ἄρ’ ἐπ’ Ἀτρεΐδην Ἀγαμέμνονα· τὸν δὲ κίχανεν
εὕδοντ’ ἐν κλισίῃ, περ δ’ἀμβρόσιος κέχυθ’ ὕπνος.
Στῆ δ’ἄρ’ ὑπὲρ κεφαλῆς Νηληΐ υἷι οικώς
Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖ’ Ἀγαμέμνων·
τῷ μιν εισάμενος προσεφώνεε θεῖος ὄνειρος·
εὕδεις Ἀτρέος υἱ δαΐφρονος ἱπποδάμοιο·
οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα
λαοί τ’ἐπιτετράφαται καὶ τόσσα μέμηλε·
νῦν δ’ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,
ὃς σεῦ ἄνευθεν ὼν μέγα κήδεται ἠδ’ ἐλεαίρει.
Θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς
πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
Τρώων· οὐ γὰρ ἔτ’ ἀμφὶς Ὀλύμπια δώματ’ ἔχοντες
ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδε’ ἐφῆπται
ἐκ Διός· ἀλλ σὺ σῇσιν ἔχε φρεσί, μηδέ σε λήθη
αἱρείτω εὖτ’ ἄν σε μελίφρων ὕπνος ἀνήῃ.
Ὣς ἄρα φωνήσας ἀπεβήσετο, τὸν δὲ λίπ’ αὐτοῦ
τὰ φρονέοντ’ ἀν θυμὸν ῥ’οὐ τελέεσθαι ἔμελλον·
φῆ γὰρ γ’αἱρήσειν Πριάμου πόλιν ἤματι κείν
νήπιος, οὐδ τὰ ᾔδη ῥα Ζεὺς μήδετο ἔργα·
θήσειν γὰρ ἔτ’ ἔμελλεν ἐπ’ ἄλγεά τε στοναχάς τε
Τρωσί τε καὶ Δαναοῖσι δι κρατερὰς ὑσμίνας.
Ἔγρετο δ’ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτ’ ὀμφή·
ἕζετο δ’ὀρθωθείς, μαλακὸν δ’ἔνδυνε χιτῶνα
καλὸν νηγάτεον, περ δὲ μέγα βάλλετο φᾶρος·
ποσσ δ’ὑπ λιπαροῖσιν ἐδήσατο καλ πέδιλα,
ἀμφ δ’ἄρ’ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον·
εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ
σὺν τῷ ἔβη κατ νῆας Ἀχαιῶν χαλκοχιτώνων·
ὼς μέν ῥα θε προσεβήσετο μακρὸν Ὄλυμπον
Ζην φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν·
αὐτὰρ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς·
οἳ μὲν ἐκήρυσσον, τοὶ δ’ἠγείροντο μάλ’ ὦκα·
βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων
Νεστορέ παρ νη Πυλοιγενέος βασιλος·
τοὺς γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·
κλῦτε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος
ἀμβροσίην δι νύκτα· μάλιστα δὲ Νέστορι δί
εἶδός τε μέγεθός τε φυήν τ’ἄγχιστα ῴκει·
στῆ δ’ἄρ’ ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ειπεν·
εὕδεις Ἀτρέος υἱ δαΐφρονος ἱπποδάμοιο·
οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,
λαοί τ’ἐπιτετράφαται καὶ τόσσα μέμηλε·
νῦν δ’ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,
ὃς σεῦ ἄνευθεν ὼν μέγα κήδεται ἠδ’ ἐλεαίρει·
θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς
πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
Τρώων· οὐ γὰρ ἔτ’ ἀμφὶς Ὀλύμπια δώματ’ ἔχοντες
ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδε’ ἐφῆπται
ἐκ Διός· ἀλλ σὺ σῇσιν ἔχε φρεσίν· ὣς μὲν εἰπὼν
ᾤχετ’ ἀποπτάμενος, ἐμ δὲ γλυκὺς ὕπνος ἀνῆκεν.
Ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν·
πρῶτα δ’ἐγὼν ἔπεσιν πειρήσομαι, θέμις ἐστί,
καὶ φεύγειν σὺν νηυσ πολυκλήϊσι κελεύσω·
ὑμεῖς δ’ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.
Ἤτοι γ’ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο, τοῖσι δ’ἀνέστη
Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος,
σφιν φρονέων ἀγορήσατο καὶ μετέειπεν·
φίλοι Ἀργείων ἡγήτορες ἠδ μέδοντες
εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε
ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·
νῦν δ’ἴδεν ὃς μέγ’ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι·
ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.
Ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι,
οἳ δ’ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν
σκηπτοῦχοι βασιλες· ἐπεσσεύοντο δὲ λαοί.
ΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων
πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων,
βοτρυδὸν δὲ πέτονται ἐπ’ ἄνθεσιν εἰαρινοῖσιν·
αἳ μέν τ’ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα·
ὣς τῶν ἔθνεα πολλ νεῶν ἄπο καὶ κλισιάων
ϊόνος προπάροιθε βαθείης ἐστιχόωντο
ἰλαδὸν εἰς ἀγορήν· μετ δέ σφισιν ὄσσα δεδήει
ὀτρύνουσ’ έναι Διὸς ἄγγελος· οἳ δ’ἀγέροντο.
Τετρήχει δ’ἀγορή, ὑπ δὲ στεναχίζετο γαῖα
λαῶν ἱζόντων, ὅμαδος δ’ἦν· ἐννέα δέ σφεας
κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτ’ ϋτῆς
σχοίατ’, ἀκούσειαν δὲ διοτρεφέων βασιλήων.
Σπουδ δ’ἕζετο λαός, ἐρήτυθεν δὲ καθ’ ἕδρας
παυσάμενοι κλαγγῆς· ἀν δὲ κρείων Ἀγαμέμνων
ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων.
Ἥφαιστος μὲν δῶκε Δι Κρονίωνι ἄνακτι,
αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρ ἀργεϊφόντῃ·
Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ,
αὐτὰρ αὖτε Πέλοψ δῶκ’ Ἀτρέϊ ποιμένι λαῶν,
Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ,
αὐτὰρ αὖτε Θυέστ’ Ἀγαμέμνονι λεῖπε φορῆναι,
πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντ ἀνάσσειν.
Τῷ γ’ἐρεισάμενος ἔπε’ Ἀργείοισι μετηύδα·
φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
Ζεύς με μέγα Κρονίδης ἄτ ἐνέδησε βαρείῃ,
σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν
Ἴλιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι,
νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει
δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.
Οὕτω που Δι μέλλει ὑπερμενέϊ φίλον εἶναι,
ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα
ἠδ’ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστ μέγιστον.
Αἰσχρὸν γὰρ τόδε γ’ἐστ καὶ ἐσσομένοισι πυθέσθαι
μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν
ἄπρηκτον πόλεμον πολεμίζειν ἠδ μάχεσθαι
ἀνδράσι παυροτέροισι, τέλος δ’οὔ πώ τι πέφανται·
εἴ περ γάρ κ’ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε
ὅρκια πιστ ταμόντες ἀριθμηθήμεναι ἄμφω,
Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν,
ἡμεῖς δ’ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί,
Τρώων δ’ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν,
πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο.
Τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν
Τρώων, οἳ ναίουσι κατ πτόλιν· ἀλλ’ ἐπίκουροι
πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ασιν,
οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσ’ ἐθέλοντα
Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον.
Ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί,
καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται·
αἳ δέ που ἡμέτεραί τ’ἄλοχοι καὶ νήπια τέκνα
εἵατ’ ἐν μεγάροις ποτιδέγμεναι· ἄμμι δὲ ἔργον
αὔτως ἀκράαντον οὗ εἵνεκα δεῦρ’ ἱκόμεσθα.
Ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγ εἴπω πειθώμεθα πάντες·
φεύγωμεν σὺν νηυσ φίλην ἐς πατρίδα γαῖαν·
οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.
Ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐν στήθεσσιν ὄρινε
πᾶσι μετ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν·
κινήθη δ’ἀγορ φὴ κύματα μακρ θαλάσσης
πόντου Ἰκαρίοιο, τὰ μέν τ’Εὖρός τε Νότος τε
ὤρορ’ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων.
Ὡς δ’ὅτε κινήσ Ζέφυρος βαθ λήϊον ἐλθὼν
λάβρος ἐπαιγίζων, ἐπί τ’ἠμύει ἀσταχύεσσιν,
ὣς τῶν πᾶσ’ ἀγορ κινήθη· τοὶ δ’ἀλαλητ
νῆας ἔπ’ ἐσσεύοντο, ποδῶν δ’ὑπένερθε κονίη
ἵστατ’ ειρομένη· τοὶ δ’ἀλλήλοισι κέλευον
ἅπτεσθαι νηῶν ἠδ’ ἑλκέμεν εἰς ἅλα δῖαν,
οὐρούς τ’ἐξεκάθαιρον· ϋτ δ’οὐρανὸν ἷκεν
οἴκαδε εμένων· ὑπ δ’ᾕρεον ἕρματα νηῶν.
Ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη
εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ειπεν·
πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
Ἀργεῖοι φεύξονται ἐπ’ εὐρέα νῶτα θαλάσσης,
κὰδ δέ κεν εὐχωλὴν Πριάμ καὶ Τρωσ λίποιεν
Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν
ἐν Τροί ἀπόλοντο φίλης ἀπ πατρίδος αἴης·
ἀλλ’ ἴθι νῦν κατ λαὸν Ἀχαιῶν χαλκοχιτώνων·
σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,
μηδ α νῆας ἅλα δ’ἑλκέμεν ἀμφιελίσσας.
Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θε γλαυκῶπις Ἀθήνη,
βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ΐξασα·
καρπαλίμως δ’ἵκανε θοὰς ἐπ νῆας Ἀχαιῶν.
Εὗρεν ἔπειτ’ Ὀδυσα Δι μῆτιν ἀτάλαντον
ἑσταότ’· οὐδ’ γε νηὸς ϋσσέλμοιο μελαίνης
ἅπτετ’, ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν·
ἀγχοῦ δ’ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
διογενὲς Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ,
οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
φεύξεσθ’ ἐν νήεσσι πολυκλήϊσι πεσόντες,
κὰδ δέ κεν εὐχωλὴν Πριάμ καὶ Τρωσ λίποιτε
Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν
ἐν Τροί ἀπόλοντο φίλης ἀπ πατρίδος αἴης;
ἀλλ’ ἴθι νῦν κατ λαὸν Ἀχαιῶν, μηδ’ ἔτ’ ἐρώει,
σοῖς δ’ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,
μηδ α νῆας ἅλα δ’ἑλκέμεν ἀμφιελίσσας.
Ὣς φάθ’, δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,
βῆ δὲ θέειν, ἀπ δὲ χλαῖναν βάλε· τὴν δὲ κόμισσε
κῆρυξ Εὐρυβάτης Ἰθακήσιος ὅς οἱ ὀπήδει·
αὐτὸς δ’Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίος ἐλθὼν
δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί·
σὺν τῷ ἔβη κατ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
Ὅν τινα μὲν βασιλα καὶ ἔξοχον ἄνδρα κιχείη
τὸν δ’ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς·
δαιμόνι’ οὔ σε οικε κακὸν ὣς δειδίσσεσθαι,
ἀλλ’ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς·
οὐ γάρ πω σάφα οἶσθ’ οἷος νόος Ἀτρεΐωνος·
νῦν μὲν πειρᾶται, τάχα δ’ἴψεται υἷας Ἀχαιῶν.
Ἐν βουλ δ’οὐ πάντες ἀκούσαμεν οἷον ειπε.
μή τι χολωσάμενος ῥέξ κακὸν υἷας Ἀχαιῶν·
θυμὸς δὲ μέγας ἐστ διοτρεφέων βασιλήων,
τιμ δ’ἐκ Διός ἐστι, φιλεῖ δέ μητίετα Ζεύς.
Ὃν δ’αὖ δήμου τ’ἄνδρα ἴδοι βοόωντά τ’ἐφεύροι,
τὸν σκήπτρ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ·
δαιμόνι’ ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε,
οἳ σέο φέρτεροί εἰσι, σὺ δ’ἀπτόλεμος καὶ ἄναλκις
οὔτέ ποτ’ ἐν πολέμ ἐναρίθμιος οὔτ’ ἐν βουλῇ·
οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ’ Ἀχαιοί·
οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω,
εἷς βασιλεύς, δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω
σκῆπτρόν τ’ἠδ θέμιστας, ἵνά σφισι βουλεύῃσι.
Ὣς γε κοιρανέων δίεπε στρατόν· οἳ δ’ἀγορὴν δὲ
αὖτις ἐπεσσεύοντο νεῶν ἄπο καὶ κλισιάων
ἠχῇ, ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης
αἰγιαλ μεγάλ βρέμεται, σμαραγεῖ δέ τε πόντος.
Ἄλλοι μέν ῥ’ἕζοντο, ἐρήτυθεν δὲ καθ’ ἕδρας·
Θερσίτης δ’ἔτι μοῦνος ἀμετροεπὴς ἐκολα,
ὃς ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδη
μάψ, ἀτὰρ οὐ κατ κόσμον, ἐριζέμεναι βασιλεῦσιν,
ἀλλ’ τι οἱ εἴσαιτο γελοίϊον Ἀργείοισιν
ἔμμεναι· αἴσχιστος δὲ ἀνὴρ ὑπ Ἴλιον ἦλθε·
φολκὸς ην, χωλὸς δ’ἕτερον πόδα· τὼ δέ οἱ ὤμω
κυρτ ἐπ στῆθος συνοχωκότε· αὐτὰρ ὕπερθε
φοξὸς ην κεφαλήν, ψεδν δ’ἐπενήνοθε λάχνη.
Ἔχθιστος δ’Ἀχιλϊ μάλιστ’ ἦν ἠδ’ Ὀδυσϊ·
τὼ γὰρ νεικείεσκε· τότ’ αὖτ’ Ἀγαμέμνονι δί
ὀξέα κεκλήγων λέγ’ ὀνείδεα· τῷ δ’ἄρ’ Ἀχαιοὶ
ἐκπάγλως κοτέοντο νεμέσσηθέν τ’ἐν θυμῷ.
Αὐτὰρ μακρ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ·
Ἀτρεΐδη τέο δ’αὖτ’  ἐπιμέμφεαι ἠδ χατίζεις;
πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες
εἰσὶν ἐν κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ
πρωτίστ δίδομεν εὖτ’ ἂν πτολίεθρον ἕλωμεν.
ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι, ὅν κέ τις οἴσει
Τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα,
ὅν κεν ἐγ δήσας ἀγάγω ἄλλος Ἀχαιῶν,
γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι,
ἥν τ’αὐτὸς ἀπονόσφι κατίσχεαι; οὐ μὲν οικεν
ἀρχὸν όντα κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν.
πέπονες κάκ’ ἐλέγχε’ Ἀχαιΐδες οὐκέτ’ Ἀχαιοὶ
οἴκαδέ περ σὺν νηυσ νεώμεθα, τόνδε δ’ἐῶμεν
αὐτοῦ ἐν Τροί γέρα πεσσέμεν, ὄφρα ἴδηται
ῥά τί οἱ χἠμεῖς προσαμύνομεν ε καὶ οὐκί·
ὃς καὶ νῦν Ἀχιλα ο μέγ’ ἀμείνονα φῶτα
ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
Ἀλλ μάλ’ οὐκ Ἀχιλϊ χόλος φρεσίν, ἀλλ μεθήμων·
γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο·
ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν,
Θερσίτης· τῷ δ’ὦκα παρίστατο δῖος Ὀδυσσεύς,
καί μιν ὑπόδρα ἰδὼν χαλεπ ἠνίπαπε μύθῳ·
Θερσῖτ’ ἀκριτόμυθε, λιγύς περ ὼν ἀγορητής,
ἴσχεο, μηδ’ ἔθελ’ οἶος ἐριζέμεναι βασιλεῦσιν·
οὐ γὰρ ἐγ σέο φημ χερειότερον βροτὸν ἄλλον
ἔμμεναι, ὅσσοι ἅμ’ Ἀτρεΐδῃς ὑπ Ἴλιον ἦλθον.
Τὼ οὐκ ἂν βασιλας ἀν στόμ’ ἔχων ἀγορεύοις,
καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις.
Οὐδέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα,
εὖ ε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν.
Τὼ νῦν Ἀτρεΐδ Ἀγαμέμνονι ποιμένι λαῶν
ἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλ διδοῦσιν
ἥρωες Δαναοί· σὺ δὲ κερτομέων ἀγορεύεις.
Ἀλλ’ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
εἴ κ’ἔτι σ’ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε,
μηκέτ’ ἔπειτ’ Ὀδυσϊ κάρη ὤμοισιν ἐπείη,
μηδ’ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην,
εἰ μὴ ἐγώ σε λαβὼν ἀπ μὲν φίλα εἵματα δύσω,
χλαῖνάν τ’ἠδ χιτῶνα, τά τ’αἰδ ἀμφικαλύπτει,
αὐτὸν δὲ κλαίοντα θοὰς ἐπ νῆας ἀφήσω
πεπλήγων ἀγορῆθεν εικέσσι πληγῇσιν.
Ὣς ἄρ’ ἔφη, σκήπτρ δὲ μετάφρενον ἠδ καὶ ὤμω
πλῆξεν· δ’ἰδνώθη, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ·
σμῶδιξ δ’αἱματόεσσα μεταφρένου ἐξυπανέστη
σκήπτρου ὕπο χρυσέου· δ’ἄρ’ ἕζετο τάρβησέν τε,
ἀλγήσας δ’ἀχρεῖον ἰδὼν ἀπομόρξατο δάκρυ.
Οἳ δὲ καὶ ἀχνύμενοί περ ἐπ’ αὐτ ἡδ γέλασσαν·
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
πόποι δὴ μυρί’ Ὀδυσσεὺς ἐσθλ ἔοργε
βουλάς τ’ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων·
νῦν δὲ τόδε μέγ’ ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν,
ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχ’ ἀγοράων.
Οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ
νεικείειν βασιλας ὀνειδείοις ἐπέεσσιν.
Ὣς φάσαν πληθύς· ἀν δ’ὃ πτολίπορθος Ὀδυσσεὺς
ἔστη σκῆπτρον ἔχων· παρ δὲ γλαυκῶπις Ἀθήνη
εἰδομένη κήρυκι σιωπᾶν λαὸν ἀνώγει,
ὡς ἅμα θ’οἳ πρῶτοί τε καὶ ὕστατοι υἷες Ἀχαιῶν
μῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν·
σφιν φρονέων ἀγορήσατο καὶ μετέειπεν·
Ἀτρεΐδη νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ
πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν,
οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥν περ ὑπέσταν
ἐνθάδ’ ἔτι στείχοντες ἀπ’ Ἄργεος ἱπποβότοιο
Ἴλιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι.
Ὥς τε γὰρ παῖδες νεαροὶ χῆραί τε γυναῖκες
ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι.
μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι·
καὶ γάρ τίς θ’ἕνα μῆνα μένων ἀπ ἧς ἀλόχοιο
ἀσχαλά σὺν νη πολυζύγῳ, ὅν περ ελλαι
χειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα·
ἡμῖν δ’εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς
ἐνθάδε μιμνόντεσσι· τὼ οὐ νεμεσίζομ’ Ἀχαιοὺς
ἀσχαλάαν παρ νηυσ κορωνίσιν· ἀλλ καὶ ἔμπης
αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι.
Τλῆτε φίλοι, καὶ μείνατ’ ἐπ χρόνον ὄφρα δαῶμεν
ἐτεὸν Κάλχας μαντεύεται ε καὶ οὐκί.
Εὖ γὰρ δὴ τόδε ἴδμεν ἐν φρεσίν, ἐστ δὲ πάντες
μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι·
χθιζά τε καὶ πρωΐζ’ ὅτ’ ἐς Αὐλίδα νῆες Ἀχαιῶν
ἠγερέθοντο κακ Πριάμ καὶ Τρωσ φέρουσαι,
ἡμεῖς δ’ἀμφ περ κρήνην εροὺς κατ βωμοὺς
ἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας
καλ ὑπ πλατανίστ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ·
ἔνθ’ ἐφάνη μέγα σῆμα· δράκων ἐπ νῶτα δαφοινὸς
σμερδαλέος, τόν ῥ’αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ,
βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν.
Ἔνθα δ’ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα,
ὄζ ἐπ’ ἀκροτάτ πετάλοις ὑποπεπτηῶτες
ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν τέκε τέκνα·
ἔνθ’ γε τοὺς ἐλεειν κατήσθιε τετριγῶτας·
μήτηρ δ’ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα·
τὴν δ’ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν.
Αὐτὰρ ἐπεὶ κατ τέκνα φάγε στρουθοῖο καὶ αὐτήν,
τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς ὅς περ ἔφηνε·
λᾶαν γάρ μιν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω·
ἡμεῖς δ’ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη.
Ὡς οὖν δειν πέλωρα θεῶν εἰσῆλθ’ ἑκατόμβας,
Κάλχας δ’αὐτίκ’ ἔπειτα θεοπροπέων ἀγόρευε·
τίπτ’ ἄνε ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί;
ἡμῖν μὲν τόδ’ ἔφηνε τέρας μέγα μητίετα Ζεὺς
ὄψιμον ὀψιτέλεστον, ου κλέος οὔ ποτ’ ὀλεῖται.
Ὡς οὗτος κατ τέκνα φάγε στρουθοῖο καὶ αὐτὴν
ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν τέκε τέκνα,
ὣς ἡμεῖς τοσσαῦτ’ ἔτεα πτολεμίξομεν αὖθι,
τῷ δεκάτ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν.
Κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
Ἀλλ’ ἄγε μίμνετε πάντες ϋκνήμιδες Ἀχαιοὶ
αὐτοῦ εἰς κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν.
Ὣς ἔφατ’, Ἀργεῖοι δὲ μέγ’ αχον, ἀμφ δὲ νῆες
σμερδαλέον κονάβησαν ϋσάντων ὑπ’ Ἀχαιῶν,
μῦθον ἐπαινήσαντες Ὀδυσσος θείοιο·
τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ·
πόποι δὴ παισὶν οικότες ἀγοράασθε
νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα.
Πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν;
ἐν πυρ δὴ βουλαί τε γενοίατο μήδεά τ’ἀνδρῶν
σπονδαί τ’ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν·
αὔτως γὰρ ἐπέεσσ’ ἐριδαίνομεν, οὐδέ τι μῆχος
εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδ’ όντες.
Ἀτρεΐδη σὺ δ’ἔθ’ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν
ἄρχευ’ Ἀργείοισι κατ κρατερὰς ὑσμίνας,
τούσδε δ’ἔα φθινύθειν ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν
νόσφιν βουλεύωσ’· ἄνυσις δ’οὐκ ἔσσεται αὐτῶν·
πρὶν Ἄργος δ’ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο
γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί.
Φημ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα
ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον
Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες
ἀστράπτων ἐπιδέξι’ ἐναίσιμα σήματα φαίνων.
Τὼ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι
πρίν τινα πὰρ Τρώων ἀλόχ κατακοιμηθῆναι,
τίσασθαι δ’Ἑλένης ὁρμήματά τε στοναχάς τε.
Εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι
ἁπτέσθω ἧς νηὸς ϋσσέλμοιο μελαίνης,
ὄφρα πρόσθ’ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.
Ἀλλ ἄναξ αὐτός τ’εὖ μήδεο πείθεό τ’ἄλλῳ·
οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω·
κρῖν’ ἄνδρας κατ φῦλα κατ φρήτρας Ἀγάμεμνον,
ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις.
Εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί,
γνώσ ἔπειθ’ ὅς θ’ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν
ἠδ’ ὅς κ’ἐσθλὸς ῃσι· κατ σφέας γὰρ μαχέονται.
Γνώσεαι δ’εἰ καὶ θεσπεσί πόλιν οὐκ ἀλαπάξεις,
ἀνδρῶν κακότητι καὶ ἀφραδί πολέμοιο.
Τὸν δ’ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
μὰν αὖτ’ ἀγορ νικᾷς γέρον υἷας Ἀχαιῶν.
Αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν·
τώ κε τάχ’ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
χερσὶν ὑφ’ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
Ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγε’ ἔδωκεν,
ὅς με μετ’ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει.
Καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθ’ εἵνεκα κούρης
ἀντιβίοις ἐπέεσσιν, ἐγ δ’ἦρχον χαλεπαίνων·
εἰ δέ ποτ’ ἔς γε μίαν βουλεύσομεν, οὐκέτ’ ἔπειτα
Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδ’ ἠβαιόν.
Νῦν δ’ἔρχεσθ’ ἐπ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα.
Εὖ μέν τις δόρυ θηξάσθω, εὖ δ’ἀσπίδα θέσθω,
εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν,
εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω,
ὥς κε πανημέριοι στυγερ κρινώμεθ’ Ἄρηϊ.
Οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδ’ ἠβαιὸν
εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν.
Ἱδρώσει μέν τευ τελαμὼν ἀμφ στήθεσφιν
ἀσπίδος ἀμφιβρότης, περ δ’ἔγχεϊ χεῖρα καμεῖται·
ἱδρώσει δέ τευ ἵππος ΰξοον ἅρμα τιταίνων.
Ὃν δέ κ’ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω
μιμνάζειν παρ νηυσ κορωνίσιν, οὔ οἱ ἔπειτα
ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδ’ οἰωνούς.
Ὣς ἔφατ’, Ἀργεῖοι δὲ μέγ’ αχον ὡς ὅτε κῦμα
ἀκτ ἐφ’ ὑψηλῇ, ὅτε κινήσ Νότος ἐλθών,
προβλῆτι σκοπέλῳ· τὸν δ’οὔ ποτε κύματα λείπει
παντοίων ἀνέμων, ὅτ’ ἂν ἔνθ’ ἔνθα γένωνται.
Ἀνστάντες δ’ὀρέοντο κεδασθέντες κατ νῆας,
κάπνισσάν τε κατ κλισίας, καὶ δεῖπνον ἕλοντο.
Ἄλλος δ’ἄλλ ἔρεζε θεῶν αἰειγενετάων
εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος.
Αὐτὰρ βοῦν έρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι,
κίκλησκεν δὲ γέροντας ἀριστας Παναχαιῶν,
Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενα ἄνακτα,
αὐτὰρ ἔπειτ’ Αἴαντε δύω καὶ Τυδέος υἱόν,
ἕκτον δ’αὖτ’ Ὀδυσα Δι μῆτιν ἀτάλαντον.
Αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος·
ᾔδεε γὰρ κατ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.
Βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο·
τοῖσιν δ’εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων·
Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων
μὴ πρὶν ἐπ’ έλιον δῦναι καὶ ἐπ κνέφας ἐλθεῖν
πρίν με κατ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον
αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηίοιο θύρετρα,
Ἑκτόρεον δὲ χιτῶνα περ στήθεσσι δαΐξαι
χαλκ ῥωγαλέον· πολέες δ’ἀμφ’ αὐτὸν ἑταῖροι
πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν.
Ὣς ἔφατ’, οὐδ’ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων,
ἀλλ’ γε δέκτο μὲν ἱρά, πόνον δ’ἀμέγαρτον ὄφελλεν.
Αὐτὰρ ἐπεί ῥ’εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,
μηρούς τ’ἐξέταμον κατά τε κνίσ ἐκάλυψαν
δίπτυχα ποιήσαντες, ἐπ’ αὐτῶν δ’ὠμοθέτησαν.
Καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον,
σπλάγχνα δ’ἄρ’ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο.
Αὐτὰρ ἐπεὶ κατ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,
μίστυλλόν τ’ἄρα τἆλλα καὶ ἀμφ’ ὀβελοῖσιν ἔπειραν,
ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
Αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα
δαίνυντ’, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ΐσης.
Αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
μηκέτι νῦν δήθ’ αὖθι λεγώμεθα, μηδ’ ἔτι δηρὸν
ἀμβαλλώμεθα ἔργον δὴ θεὸς ἐγγυαλίζει.
Ἀλλ’ ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων
λαὸν κηρύσσοντες ἀγειρόντων κατ νῆας,
ἡμεῖς δ’ἀθρόοι ὧδε κατ στρατὸν εὐρὺν Ἀχαιῶν
ομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα.
Ὣς ἔφατ’, οὐδ’ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
Αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς·
οἳ μὲν ἐκήρυσσον, τοὶ δ’ἠγείροντο μάλ’ ὦκα.
Οἳ δ’ἀμφ’ Ἀτρεΐωνα διοτρεφέες βασιλες
θῦνον κρίνοντες, μετ δὲ γλαυκῶπις Ἀθήνη
αἰγίδ’ ἔχουσ’ ἐρίτιμον ἀγήρων ἀθανάτην τε,
τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ερέθονται,
πάντες ϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος·
σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν
ὀτρύνουσ’ έναι· ἐν δὲ σθένος ὦρσεν ἑκάστ
καρδί ἄλληκτον πολεμίζειν ἠδ μάχεσθαι.
Τοῖσι δ’ἄφαρ πόλεμος γλυκίων γένετ’ νέεσθαι
ἐν νηυσ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
ΰτε πῦρ ΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην
οὔρεος ἐν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αὐγή,
ὣς τῶν ἐρχομένων ἀπ χαλκοῦ θεσπεσίοιο
αἴγλη παμφανόωσα δι’ αἰθέρος οὐρανὸν ἷκε.
Τῶν δ’ὥς τ’ὀρνίθων πετεηνῶν ἔθνεα πολλ
χηνῶν γεράνων κύκνων δουλιχοδείρων
Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφ ῥέεθρα
ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι
κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών,
ὣς τῶν ἔθνεα πολλ νεῶν ἄπο καὶ κλισιάων
ἐς πεδίον προχέοντο Σκαμάνδριον· αὐτὰρ ὑπ χθὼν
σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων.
Ἔσταν δ’ἐν λειμῶνι Σκαμανδρί ἀνθεμόεντι
μυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ.
ΰτε μυιάων ἁδινάων ἔθνεα πολλ
αἵ τε κατ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν
ὥρ ἐν εἰαριν ὅτε τε γλάγος ἄγγεα δεύει,
τόσσοι ἐπ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ
ἐν πεδί ἵσταντο διαρραῖσαι μεμαῶτες.
Τοὺς δ’ὥς τ’αἰπόλια πλατέ’ αἰγῶν αἰπόλοι ἄνδρες
ῥεῖα διακρίνωσιν ἐπεί κε νομ μιγέωσιν,
ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα
ὑσμίνην δ’ἰέναι, μετ δὲ κρείων Ἀγαμέμνων
ὄμματα καὶ κεφαλὴν ἴκελος Δι τερπικεραύνῳ,
Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.
ΰτε βοῦς ἀγέληφι μέγ’ ἔξοχος ἔπλετο πάντων
ταῦρος· γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι·
τοῖον ἄρ’ Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείν
ἐκπρεπέ’ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν.
Ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι·
ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστέ τε πάντα,
ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν·
οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·
πληθὺν δ’οὐκ ἂν ἐγ μυθήσομαι οὐδ’ ὀνομήνω,
οὐδ’ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματ’ εἶεν,
φων δ’ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη,
εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο
θυγατέρες μνησαίαθ’ ὅσοι ὑπ Ἴλιον ἦλθον·
ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας.
Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον
Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε,
οἵ θ’Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν
Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τ’Ἐτεωνόν,
Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν,
οἵ τ’ἀμφ’ Ἅρμ’ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς,
οἵ τ’Ἐλεῶν’ εἶχον ἠδ’ Ὕλην καὶ Πετεῶνα,
Ὠκαλέην Μεδεῶνά τ’ ἐϋκτίμενον πτολίεθρον,
Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην,
οἵ τε Κορώνειαν καὶ ποιήενθ’ Ἁλίαρτον,
οἵ τε Πλάταιαν ἔχον ἠδ’ οἳ Γλισᾶντ’ ἐνέμοντο,
οἵ θ’Ὑποθήβας εἶχον ϋκτίμενον πτολίεθρον,
Ὀγχηστόν θ’ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος,
οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν
Νῖσάν τε ζαθέην Ἀνθηδόνα τ’ἐσχατόωσαν·
τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστ
κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον.
Οἳ δ’Ἀσπληδόνα ναῖον ἰδ’ Ὀρχομενὸν Μινύειον,
τῶν ἦρχ’ Ἀσκάλαφος καὶ άλμενος υἷες Ἄρηος
οὓς τέκεν Ἀστυόχη δόμ Ἄκτορος Ἀζεΐδαο,
παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα
Ἄρηϊ κρατερῷ· δέ οἱ παρελέξατο λάθρῃ·
τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
Αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον
υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο,
οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν
Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπα,
οἵ τ’Ἀνεμώρειαν καὶ άμπολιν ἀμφενέμοντο,
οἵ τ’ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον,
οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο·
τοῖς δ’ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
Οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες,
Βοιωτῶν δ’ἔμπλην ἐπ’ ἀριστερ θωρήσσοντο.
Λοκρῶν δ’ἡγεμόνευεν ϊλος ταχὺς Αἴας
μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας
ἀλλ πολ μείων· ὀλίγος μὲν ην λινοθώρηξ,
ἐγχεί δ’ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς·
οἳ Κῦνόν τ’ἐνέμοντ’ Ὀπόεντά τε Καλλίαρόν τε
Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς
Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφ ῥέεθρα·
τῷ δ’ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο
Λοκρῶν, οἳ ναίουσι πέρην ερῆς Εὐβοίης.
Οἳ δ’Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες
Χαλκίδα τ’Εἰρέτριάν τε πολυστάφυλόν θ’Ἱστίαιαν
Κήρινθόν τ’ἔφαλον Δίου τ’αἰπ πτολίεθρον,
οἵ τε Κάρυστον ἔχον ἠδ’ οἳ Στύρα ναιετάασκον,
τῶν αὖθ’ ἡγεμόνευ’ Ἐλεφήνωρ ὄζος Ἄρηος
Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων.
Τῷ δ’ἅμ’ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες
αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι
θώρηκας ῥήξειν δηίων ἀμφ στήθεσσι·
τῷ δ’ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
Οἳ δ’ἄρ’ Ἀθήνας εἶχον ϋκτίμενον πτολίεθρον
δῆμον Ἐρεχθος μεγαλήτορος, ὅν ποτ’ Ἀθήνη
θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα,
κὰδ δ’ἐν Ἀθήνῃς εἷσεν ἐν πίονι νηῷ·
ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται
κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν·
τῶν αὖθ’ ἡγεμόνευ’ υἱὸς Πετεο Μενεσθεύς.
Τῷ δ’οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετ’ ἀνὴρ
κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας·
Νέστωρ οἶος ἔριζεν· γὰρ προγενέστερος εν·
τῷ δ’ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.
Αἴας δ’ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,
στῆσε δ’ἄγων ἵν’ Ἀθηναίων ἵσταντο φάλαγγες.
Οἳ δ’Ἄργός τ’εἶχον Τίρυνθά τε τειχιόεσσαν
Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατ κόλπον ἐχούσας,
Τροιζῆν’ ϊόνας τε καὶ ἀμπελόεντ’ Ἐπίδαυρον,
οἵ τ’ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν,
τῶν αὖθ’ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης
καὶ Σθένελος, Καπανος ἀγακλειτοῦ φίλος υἱός·
τοῖσι δ’ἅμ’ Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φὼς
Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος·
συμπάντων δ’ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης·
τοῖσι δ’ἅμ’ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
Οἳ δὲ Μυκήνας εἶχον ϋκτίμενον πτολίεθρον
ἀφνειόν τε Κόρινθον ϋκτιμένας τε Κλεωνάς,
Ὀρνειάς τ’ἐνέμοντο Ἀραιθυρέην τ’ἐρατεινὴν
καὶ Σικυῶν’, ὅθ’ ἄρ’ Ἄδρηστος πρῶτ’ ἐμβασίλευεν,
οἵ θ’Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν
Πελλήνην τ’εἶχον ἠδ’ Αἴγιον ἀμφενέμοντο
Αἰγιαλόν τ’ἀν πάντα καὶ ἀμφ’ Ἑλίκην εὐρεῖαν,
τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων
Ἀτρεΐδης· ἅμα τῷ γε πολ πλεῖστοι καὶ ἄριστοι
λαοὶ ἕποντ’· ἐν δ’αὐτὸς ἐδύσετο νώροπα χαλκὸν
κυδιόων, πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν
οὕνεκ’ ἄριστος ην πολ δὲ πλείστους ἄγε λαούς.
Οἳ δ’εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν,
Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην,
Βρυσειάς τ’ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς,
οἵ τ’ἄρ’ Ἀμύκλας εἶχον Ἕλος τ’ἔφαλον πτολίεθρον,
οἵ τε Λάαν εἶχον ἠδ’ Οἴτυλον ἀμφενέμοντο,
τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος
ἑξήκοντα νεῶν· ἀπάτερθε δὲ θωρήσσοντο·
ἐν δ’αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς
ὀτρύνων πόλεμον δέ· μάλιστα δὲ ετο θυμ
τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε.
Οἳ δὲ Πύλον τ’ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν
καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ΰκτιτον Αἰπ
καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον
καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθά τε Μοῦσαι
ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν οιδῆς
Οἰχαλίηθεν όντα παρ’ Εὐρύτου Οἰχαλιος·
στεῦτο γὰρ εὐχόμενος νικησέμεν εἴ περ ἂν αὐταὶ
Μοῦσαι είδοιεν κοῦραι Διὸς αἰγιόχοιο·
αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ οιδὴν
θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν·
τῶν αὖθ’ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ·
τῷ δ’ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
Οἳ δ’ἔχον Ἀρκαδίην ὑπ Κυλλήνης ὄρος αἰπ
Αἰπύτιον παρ τύμβον ἵν’ ἀνέρες ἀγχιμαχηταί,
οἳ Φενεόν τ’ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον
’Ρίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην
καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν
Στύμφηλόν τ’εἶχον καὶ Παρρασίην ἐνέμοντο,
τῶν ἦρχ’ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ
ἑξήκοντα νεῶν· πολέες δ’ἐν νη ἑκάστ
Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν.
Αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
νῆας ϋσσέλμους περάαν ἐπ οἴνοπα πόντον
Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.
Οἳ δ’ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον
ὅσσον ἐφ’ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα
πέτρη τ’Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς έργει,
τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δ’ἀνδρ ἑκάστ
νῆες ἕποντο θοαί, πολέες δ’ἔμβαινον Ἐπειοί.
Τῶν μὲν ἄρ’ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην
υἷες μὲν Κτεάτου, δ’ἄρ’ Εὐρύτου, Ἀκτορίωνε·
τῶν δ’Ἀμαρυγκεΐδης ἦρχε κρατερὸς Διώρης·
τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς
υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος.
Οἳ δ’ἐκ Δουλιχίοιο Ἐχινάων θ’ἱεράων
νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα,
τῶν αὖθ’ ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ
Φυλεΐδης, ὃν τίκτε Δι φίλος ἱππότα Φυλεύς,
ὅς ποτε Δουλίχιον δ’ἀπενάσσατο πατρ χολωθείς·
τῷ δ’ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
Αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους,
οἵ ῥ’Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον
καὶ Κροκύλει’ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν,
οἵ τε Ζάκυνθον ἔχον ἠδ’ οἳ Σάμον ἀμφενέμοντο,
οἵ τ’ἤπειρον ἔχον ἠδ’ ἀντιπέραι’ ἐνέμοντο·
τῶν μὲν Ὀδυσσεὺς ἦρχε Δι μῆτιν ἀτάλαντος·
τῷ δ’ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάροι.
Αἰτωλῶν δ’ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός,
οἳ Πλευρῶν’ ἐνέμοντο καὶ Ὤλενον ἠδ Πυλήνην
Χαλκίδα τ’ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν·
οὐ γὰρ ἔτ’ Οἰνος μεγαλήτορος υἱέες ἦσαν,
οὐδ’ ἄρ’ ἔτ’ αὐτὸς ην, θάνε δὲ ξανθὸς Μελέαγρος·
τῷ δ’ἐπ πάντ’ ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι·
τῷ δ’ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
Κρητῶν δ’Ἰδομενεὺς δουρ κλυτὸς ἡγεμόνευεν,
οἳ Κνωσόν τ’εἶχον Γόρτυνά τε τειχιόεσσαν,
Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον
Φαιστόν τε ’Ρύτιόν τε, πόλεις εὖ ναιετοώσας,
ἄλλοι θ’οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο.
Τῶν μὲν ἄρ’ Ἰδομενεὺς δουρ κλυτὸς ἡγεμόνευε
Μηριόνης τ’ἀτάλαντος Ἐνυαλί ἀνδρειφόντῃ·
τοῖσι δ’ἅμ’ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
Τληπόλεμος δ’Ἡρακλεΐδης ΰς τε μέγας τε
ἐκ ’Ρόδου ἐννέα νῆας ἄγεν ’Ροδίων ἀγερώχων,
οἳ ’Ρόδον ἀμφενέμοντο δι τρίχα κοσμηθέντες
Λίνδον ηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον.
Τῶν μὲν Τληπόλεμος δουρ κλυτὸς ἡγεμόνευεν,
ὃν τέκεν Ἀστυόχεια βί Ἡρακληείῃ,
τὴν ἄγετ’ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος
πέρσας ἄστεα πολλ διοτρεφέων αἰζηῶν.
Τληπόλεμος δ’ἐπεὶ οὖν τράφ’ ἐν μεγάρ εὐπήκτῳ,
αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα
ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος·
αἶψα δὲ νῆας ἔπηξε, πολὺν δ’ὅ γε λαὸν ἀγείρας
βῆ φεύγων ἐπ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι
υἱέες υἱωνοί τε βίης Ἡρακληείης.
Αὐτὰρ γ’ἐς ’Ρόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων·
τριχθ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδ φίληθεν
ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει,
καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.
Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ΐσας
Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τ’ἄνακτος
Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπ Ἴλιον ἦλθε
τῶν ἄλλων Δαναῶν μετ’ ἀμύμονα Πηλεΐωνα·
ἀλλ’ ἀλαπαδνὸς ην, παῦρος δέ οἱ εἵπετο λαός.
Οἳ δ’ἄρα Νίσυρόν τ’εἶχον Κράπαθόν τε Κάσον τε
καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλύδνας,
τῶν αὖ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην
Θεσσαλοῦ υἷε δύω Ἡρακλεΐδαο ἄνακτος·
τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
Νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον,
οἵ τ’Ἄλον οἵ τ’Ἀλόπην οἵ τε Τρηχῖνα νέμοντο,
οἵ τ’εἶχον Φθίην ἠδ’ Ἑλλάδα καλλιγύναικα,
Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί,
τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς.
Ἀλλ’ οἵ γ’οὐ πολέμοιο δυσηχέος ἐμνώοντο·
οὐ γὰρ ην ὅς τίς σφιν ἐπ στίχας ἡγήσαιτο·
κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς
κούρης χωόμενος Βρισηΐδος ϋκόμοιο,
τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλ μογήσας
Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης,
κὰδ δὲ Μύνητ’ ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους,
υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος·
τῆς γε κεῖτ’ ἀχέων, τάχα δ’ἀνστήσεσθαι ἔμελλεν.
Οἳ δ’εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα
Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων,
ἀγχίαλόν τ’Ἀντρῶνα ἰδ Πτελεὸν λεχεποίην,
τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε
ζωὸς ών· τότε δ’ἤδη ἔχεν κάτα γαῖα μέλαινα.
Τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκ ἐλέλειπτο
καὶ δόμος ἡμιτελής· τὸν δ’ἔκτανε Δάρδανος ἀνὴρ
νηὸς ἀποθρῴσκοντα πολ πρώτιστον Ἀχαιῶν.
Οὐδ μὲν οὐδ’ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·
ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος
Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο
αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου
ὁπλότερος γενεῇ· δ’ἅμα πρότερος καὶ ἀρείων
ἥρως Πρωτεσίλαος ἀρήϊος· οὐδέ τι λαοὶ
δεύονθ’ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν όντα·
τῷ δ’ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
Οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην
Βοίβην καὶ Γλαφύρας καὶ ϋκτιμένην αωλκόν,
τῶν ἦρχ’ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν
Εὔμηλος, τὸν ὑπ’ Ἀδμήτ τέκε δῖα γυναικῶν
Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη.
Οἳ δ’ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο
καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν,
τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων εἰδὼς
ἑπτ νεῶν· ἐρέται δ’ἐν ἑκάστ πεντήκοντα
ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι.
Ἀλλ’ μὲν ἐν νήσ κεῖτο κρατέρ’ ἄλγεα πάσχων
Λήμν ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν
ἕλκεϊ μοχθίζοντα κακ ὀλοόφρονος ὕδρου·
ἔνθ’ γε κεῖτ’ ἀχέων· τάχα δὲ μνήσεσθαι ἔμελλον
Ἀργεῖοι παρ νηυσ Φιλοκτήταο ἄνακτος.
Οὐδ μὲν οὐδ’ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·
ἀλλ Μέδων κόσμησεν ϊλος νόθος υἱός,
τόν ῥ’ἔτεκεν ’Ρήνη ὑπ’ ϊλϊ πτολιπόρθῳ.
Οἳ δ’εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν,
οἵ τ’ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιος,
τῶν αὖθ’ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε
ητῆρ’ ἀγαθ Ποδαλείριος ἠδ Μαχάων·
τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
Οἳ δ’ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν,
οἵ τ’ἔχον Ἀστέριον Τιτάνοιό τε λευκ κάρηνα,
τῶν ἦρχ’ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·
τῷ δ’ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
Οἳ δ’Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο,
Ὄρθην Ἠλώνην τε πόλιν τ’Ὀλοοσσόνα λευκήν,
τῶν αὖθ’ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης
υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς·
τόν ῥ’ὑπ Πειριθό τέκετο κλυτὸς Ἱπποδάμεια
ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας,
τοὺς δ’ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν·
οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος
υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο·
τοῖς δ’ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
Γουνεὺς δ’ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας·
τῷ δ’Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ
οἳ περ Δωδώνην δυσχείμερον οἰκί’ ἔθεντο,
οἵ τ’ἀμφ’ ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο
ὅς ῥ’ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ,
οὐδ’ γε Πηνει συμμίσγεται ἀργυροδίνῃ,
ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ΰτ’ ἔλαιον·
ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ.
Μαγνήτων δ’ἦρχε Πρόθοος Τενθρηδόνος υἱός,
οἳ περ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον
ναίεσκον· τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε,
τῷ δ’ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
Οὗτοι ἄρ’ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·
τίς τὰρ τῶν ὄχ’ ἄριστος ην σύ μοι ἔννεπε Μοῦσα
αὐτῶν ἠδ’ ἵππων, οἳ ἅμ’ Ἀτρεΐδῃσιν ἕποντο.
Ἵπποι μὲν μέγ’ ἄρισται ἔσαν Φηρητιάδαο,
τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς
ὄτριχας οἰέτεας σταφύληῥ ἐπ νῶτον ΐσας·
τὰς ἐν Πηρεί θρέψ’ ἀργυρότοξος Ἀπόλλων
ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας.
Ἀνδρῶν αὖ μέγ’ ἄριστος ην Τελαμώνιος Αἴας
ὄφρ’ Ἀχιλεὺς μήνιεν· γὰρ πολ φέρτατος εν,
ἵπποι θ’οἳ φορέεσκον ἀμύμονα Πηλεΐωνα.
Ἀλλ’ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι
κεῖτ’ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν
Ἀτρεΐδῃ· λαοὶ δὲ παρ ῥηγμῖνι θαλάσσης
δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν έντες
τόξοισίν θ’·ἵπποι δὲ παρ’ ἅρμασιν οἷσιν ἕκαστος
λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον
ἕστασαν· ἅρματα δ’εὖ  πεπυκασμένα κεῖτο ἀνάκτων
ἐν κλισίῃς· οἳ δ’ἀρχὸν ἀρηΐφιλον ποθέοντες
φοίτων ἔνθα καὶ ἔνθα κατ στρατὸν οὐδ μάχοντο.
Οἳ δ’ἄρ’ ἴσαν ὡς εἴ τε πυρ χθὼν πᾶσα νέμοιτο·
γαῖα δ’ὑπεστενάχιζε Δι ὣς τερπικεραύν
χωομέν ὅτε τ’ἀμφ Τυφωέϊ γαῖαν ἱμάσσ
εἰν Ἀρίμοις, ὅθι φασ Τυφωέος ἔμμεναι εὐνάς·
ὣς ἄρα τῶν ὑπ ποσσ μέγα στεναχίζετο γαῖα
ἐρχομένων· μάλα δ’ὦκα διέπρησσον πεδίοιο.
Τρωσὶν δ’ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις
πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελί ἀλεγεινῇ·
οἳ δ’ἀγορὰς ἀγόρευον ἐπ Πριάμοιο θύρῃσι
πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδ γέροντες·
ἀγχοῦ δ’ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ,
ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς
τύμβ ἐπ’ ἀκροτάτ Αἰσυήταο γέροντος,
δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί·
τῷ μιν εισαμένη προσέφη πόδας ὠκέα Ἶρις·
γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν,
ὥς ποτ’ ἐπ’ εἰρήνης· πόλεμος δ’ἀλίαστος ὄρωρεν.
Ἤδη μὲν μάλα πολλ μάχας εἰσήλυθον ἀνδρῶν,
ἀλλ’ οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα·
λίην γὰρ φύλλοισιν οικότες ψαμάθοισιν
ἔρχονται πεδίοιο μαχησόμενοι προτ ἄστυ.
Ἕκτορ σοὶ δὲ μάλιστ’ ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι·
πολλοὶ γὰρ κατ ἄστυ μέγα Πριάμου ἐπίκουροι,
ἄλλη δ’ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων·
τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει,
τῶν δ’ἐξηγείσθω κοσμησάμενος πολιήτας.
Ὣς ἔφαθ’, Ἕκτωρ δ’οὔ τι θεᾶς ἔπος ἠγνοίησεν,
αἶψα δ’ἔλυσ’ ἀγορήν· ἐπ τεύχεα δ’ἐσσεύοντο·
πᾶσαι δ’ὠΐγνυντο πύλαι, ἐκ δ’ἔσσυτο λαὸς
πεζοί θ’ἱππές τε· πολὺς δ’ὀρυμαγδὸς ὀρώρει.
Ἔστι δέ τις προπάροιθε πόληος αἰπεῖα κολώνη
ἐν πεδί ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα,
τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν,
ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης·
ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδ’ ἐπίκουροι.
Τρωσ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ
Πριαμίδης· ἅμα τῷ γε πολ πλεῖστοι καὶ ἄριστοι
λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι.
Δαρδανίων αὖτ’ ἦρχεν ῢς πάϊς Ἀγχίσαο
Αἰνείας, τὸν ὑπ’ Ἀγχίσ τέκε δῖ’ Ἀφροδίτη
Ἴδης ἐν κνημοῖσι θε βροτ εὐνηθεῖσα,
οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
Ἀρχέλοχός τ’Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
Οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης
ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο
Τρῶες, τῶν αὖτ’ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς
Πάνδαρος, καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν.
Οἳ δ’Ἀδρήστειάν τ’εἶχον καὶ δῆμον Ἀπαισοῦ
καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ,
τῶν ἦρχ’ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ
υἷε δύω Μέροπος Περκωσίου, ὃς περ πάντων
ᾔδεε μαντοσύνας, οὐδ οὓς παῖδας ασκε
στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι
πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.
Οἳ δ’ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο
καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην,
τῶν αὖθ’ Ὑρτακίδης ἦρχ’ Ἄσιος ὄρχαμος ἀνδρῶν,
Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι
αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.
Ἱππόθοος δ’ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων
τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον·
τῶν ἦρχ’ Ἱππόθοός τε Πύλαιός τ’ὄζος Ἄρηος,
υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο.
Αὐτὰρ Θρήϊκας ἦγ’ Ἀκάμας καὶ Πείροος ἥρως
ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς έργει
Εὔφημος δ’ἀρχὸς Κικόνων ἦν αἰχμητάων
υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο.
Αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους
τηλόθεν ἐξ Ἀμυδῶνος ἀπ’ Ἀξιοῦ εὐρ ῥέοντος,
Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν.
Παφλαγόνων δ’ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ
ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων,
οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο
ἀμφί τε Παρθένιον ποταμὸν κλυτ δώματ’ ἔναιον
Κρῶμνάν τ’Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους.
Αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον
τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστ γενέθλη.
Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής·
ἀλλ’ οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν,
ἀλλ’ ἐδάμη ὑπ χερσ ποδώκεος Αἰακίδαο
ἐν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους.
Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς
τῆλ’ ἐξ Ἀσκανίης· μέμασαν δ’ὑσμῖνι μάχεσθαι.
Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην
υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη,
οἳ καὶ Μῄονας ἦγον ὑπ Τμώλ γεγαῶτας.
Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων,
οἳ Μίλητον ἔχον Φθιρῶν τ’ὄρος ἀκριτόφυλλον
Μαιάνδρου τε ῥοὰς Μυκάλης τ’αἰπειν κάρηνα·
τῶν μὲν ἄρ’ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην,
Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλα τέκνα,
ὃς καὶ χρυσὸν ἔχων πόλεμον δ’ἴεν ΰτε κούρη
νήπιος, οὐδέ τί οἱ τό γ’ἐπήρκεσε λυγρὸν ὄλεθρον,
ἀλλ’ ἐδάμη ὑπ χερσ ποδώκεος Αἰακίδαο
ἐν ποταμῷ, χρυσὸν δ’Ἀχιλεὺς ἐκόμισσε δαΐφρων.
Σαρπηδὼν δ’ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων
τηλόθεν ἐκ Λυκίης, Ξάνθου ἄπο δινήεντος.