λῦτο δ’ἀγών, λαοὶ δὲ θοὰς ἐπ νῆας ἕκαστοι
ἐσκίδναντ’ έναι. τοὶ μὲν δόρποιο μέδοντο
ὕπνου τε γλυκεροῦ ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺς
κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος
ᾕρει πανδαμάτωρ, ἀλλ’ ἐστρέφετ’ ἔνθα καὶ ἔνθα
Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ΰ,
ἠδ’ ὁπόσα τολύπευσε σὺν αὐτ καὶ πάθεν ἄλγεα
ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων·
τῶν μιμνησκόμενος θαλερὸν κατ δάκρυον εἶβεν,
ἄλλοτ’ ἐπ πλευρὰς κατακείμενος, ἄλλοτε δ’αὖτε
ὕπτιος, ἄλλοτε δὲ πρηνής· τοτ δ’ὀρθὸς ἀναστὰς
δινεύεσκ’ ἀλύων παρ θῖν’ ἁλός· οὐδέ μιν ὼς
φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τ’ἠϊόνας τε.
ἀλλ’ γ’ἐπεὶ ζεύξειεν ὑφ’ ἅρμασιν ὠκέας ἵππους,
Ἕκτορα δ’ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν,
τρὶς δ’ἐρύσας περ σῆμα Μενοιτιάδαο θανόντος
αὖτις ἐν κλισί παυέσκετο, τὸν δέ τ’ἔασκεν
ἐν κόνι ἐκτανύσας προπρηνέα· τοῖο δ’Ἀπόλλων
πᾶσαν εικείην ἄπεχε χρο φῶτ’ ἐλεαίρων
καὶ τεθνηότα περ· περ δ’αἰγίδι πάντα κάλυπτε
χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.
ὣς μὲν Ἕκτορα δῖον είκιζεν μενεαίνων·
τὸν δ’ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες,
κλέψαι δ’ὀτρύνεσκον ΰσκοπον ἀργεϊφόντην.
ἔνθ’ ἄλλοις μὲν πᾶσιν ήνδανεν, οὐδέ ποθ’ Ἥρ
οὐδ Ποσειδάων’ οὐδ γλαυκώπιδι κούρῃ,
ἀλλ’ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρ
καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκ’ ἄτης,
ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο,
τὴν δ’ᾔνησ’ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν.
ἀλλ’ ὅτε δή ῥ’ἐκ τοῖο δυωδεκάτη γένετ’ ώς,
καὶ τότ’ ἄρ’ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων·
σχέτλιοί ἐστε θεοί, δηλήμονες· οὔ νύ ποθ’ ὑμῖν
Ἕκτωρ μηρί’ ἔκηε βοῶν αἰγῶν τε τελείων;
τὸν νῦν οὐκ ἔτλητε νέκυν περ όντα σαῶσαι
τ’ἀλόχ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ
καὶ πατέρι Πριάμ λαοῖσί τε, τοί κέ μιν ὦκα
ἐν πυρ κήαιεν καὶ ἐπ κτέρεα κτερίσαιεν.
ἀλλ’ ὀλο Ἀχιλϊ θεοὶ βούλεσθ’ ἐπαρήγειν,
οὔτ’ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα
γναμπτὸν ἐν στήθεσσι, λέων δ’ὣς ἄγρια οἶδεν,
ὅς τ’ἐπεὶ ἂρ μεγάλ τε βί καὶ ἀγήνορι θυμ
εἴξας εἶσ’ ἐπ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν·
ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς
γίγνεται, τ’ἄνδρας μέγα σίνεται ἠδ’ ὀνίνησι.
μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι
κασίγνητον ὁμογάστριον καὶ υἱόν·
ἀλλ’ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε·
τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν.
αὐτὰρ γ’Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,
ἵππων ἐξάπτων περ σῆμ’ ἑτάροιο φίλοιο
ἕλκει· οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τ’ἄμεινον.
μὴ ἀγαθ περ όντι νεμεσσηθέωμέν οἱ ἡμεῖς·
κωφὴν γὰρ δὴ γαῖαν εικίζει μενεαίνων.
τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη·
εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε
εἰ δὴ ὁμὴν Ἀχιλϊ καὶ Ἕκτορι θήσετε τιμήν.
Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν·
αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγ αὐτ
θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρ πόρον παράκοιτιν
Πηλέϊ, ὃς περ κῆρι φίλος γένετ’ ἀθανάτοισι.
πάντες δ’ἀντιάασθε θεοὶ γάμου· ἐν δὲ σὺ τοῖσι
δαίνυ’ ἔχων φόρμιγγα κακῶν ἕταρ’, αἰὲν ἄπιστε.
τὴν δ’ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν·
οὐ μὲν γὰρ τιμή γε μί’ ἔσσεται· ἀλλ καὶ Ἕκτωρ
φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλί εἰσίν·
ὣς γὰρ ἔμοιγ’, ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων.
οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ΐσης
λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.
ἀλλ’ ἤτοι κλέψαι μὲν άσομεν, οὐδέ πῃ ἔστι,
λάθρ Ἀχιλλος θρασὺν Ἕκτορα· γάρ οἱ αἰεὶ
μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτάς τε καὶ ἦμαρ.
ἀλλ’ εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο,
ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος, ὥς κεν Ἀχιλλεὺς
δώρων ἐκ Πριάμοιο λάχ ἀπό θ’Ἕκτορα λύσῃ.
ὣς ἔφατ’, ὦρτο δὲ Ἶρις ελλόπος ἀγγελέουσα,
μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης
ἔνθορε μείλανι πόντῳ· ἐπεστονάχησε δὲ λίμνη.
δὲ μολυβδαίν ἰκέλη ἐς βυσσὸν ὄρουσεν,
τε κατ’ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα
ἔρχεται ὠμηστῇσιν ἐπ’ ἰχθύσι κῆρα φέρουσα.
εὗρε δ’ἐν σπῆϊ γλαφυρ Θέτιν, ἀμφ δ’ἄρ’ ἄλλαι
εἵαθ’ ὁμηγερέες ἅλιαι θεαί· δ’ἐν μέσσῃς
κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε
φθίσεσθ’ ἐν Τροί ἐριβώλακι τηλόθι πάτρης.
ἀγχοῦ δ’ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
ὄρσο Θέτι· καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς.
τὴν δ’ἠμείβετ’ ἔπειτα θε Θέτις ἀργυρόπεζα·
τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ
μίσγεσθ’ ἀθανάτοισιν, ἔχω δ’ἄχε’ ἄκριτα θυμῷ.
εἶμι μέν, οὐδ’ ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ.
ὣς ἄρα φωνήσασα κάλυμμ’ ἕλε δῖα θεάων
κυάνεον, τοῦ δ’οὔ τι μελάντερον ἔπλετο ἔσθος.
βῆ δ’ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις
ἡγεῖτ’· ἀμφ δ’ἄρα σφι λιάζετο κῦμα θαλάσσης.
ἀκτὴν δ’ἐξαναβᾶσαι ἐς οὐρανὸν ϊχθήτην,
εὗρον δ’εὐρύοπα Κρονίδην, περ δ’ἄλλοι ἅπαντες
εἵαθ’ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν όντες.
δ’ἄρα πὰρ Δι πατρ καθέζετο, εἶξε δ’Ἀθήνη.
Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερ θῆκε
καί ῥ’εὔφρην’ ἐπέεσσι· Θέτις δ’ὤρεξε πιοῦσα.
τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
ἤλυθες Οὔλυμπον δὲ θε Θέτι κηδομένη περ,
πένθος ἄλαστον ἔχουσα μετ φρεσίν· οἶδα καὶ αὐτός·
ἀλλ καὶ ὧς ἐρέω τοῦ σ’εἵνεκα δεῦρο κάλεσσα.
ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν
Ἕκτορος ἀμφ νέκυι καὶ Ἀχιλλϊ πτολιπόρθῳ·
κλέψαι δ’ὀτρύνουσιν ΰσκοπον ἀργεϊφόντην·
αὐτὰρ ἐγ τόδε κῦδος Ἀχιλλϊ προτιάπτω
αἰδ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων.
αἶψα μάλ’ ἐς στρατὸν ἐλθ καὶ υἱέϊ σῷ ἐπίτειλον·
σκύζεσθαί οἱ εἰπ θεούς, ἐμ δ’ἔξοχα πάντων
ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσ μαινομένῃσιν
Ἕκτορ’ ἔχει παρ νηυσ κορωνίσιν οὐδ’ ἀπέλυσεν,
αἴ κέν πως ἐμέ τε δείσ ἀπό θ’Ἕκτορα λύσῃ.
αὐτὰρ ἐγ Πριάμ μεγαλήτορι Ἶριν ἐφήσω
λύσασθαι φίλον υἱὸν όντ’ ἐπ νῆας Ἀχαιῶν,
δῶρα δ’Ἀχιλλϊ φερέμεν, τά κε θυμὸν ήνῃ.
ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θε Θέτις ἀργυρόπεζα,
βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ΐξασα,
ἷξεν δ’ἐς κλισίην οὗ υἱέος· ἔνθ’ ἄρα τόν γε
εὗρ’ ἁδιν στενάχοντα· φίλοι δ’ἀμφ’ αὐτὸν ἑταῖροι
ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον·
τοῖσι δ’ὄϊς λάσιος μέγας ἐν κλισί έρευτο.
δὲ μάλ’ ἄγχ’ αὐτοῖο καθέζετο πότνια μήτηρ,
χειρί τέ μιν κατέρεξεν ἔπος τ’ἔφατ’ ἔκ τ’ὀνόμαζε·
τέκνον ἐμὸν τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων
σὴν ἔδεαι κραδίην μεμνημένος οὔτέ τι σίτου
οὔτ’ εὐνῆς; ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι
μίσγεσθ’· οὐ γάρ μοι δηρὸν βέῃ, ἀλλά τοι ἤδη
ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή.
ἀλλ’ ἐμέθεν ξύνες ὦκα, Διὸς δέ τοι ἄγγελός εἰμι·
σκύζεσθαι σοί φησι θεούς, δ’ἔξοχα πάντων
ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσ μαινομένῃσιν
Ἕκτορ’ ἔχεις παρ νηυσ κορωνίσιν οὐδ’ ἀπέλυσας.
ἀλλ’ ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα.
τὴν δ’ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
τῇδ’ εἴη· ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο,
εἰ δὴ πρόφρονι θυμ Ὀλύμπιος αὐτὸς ἀνώγει.
ὣς οἵ γ’ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς
πολλ πρὸς ἀλλήλους ἔπεα πτερόεντ’ ἀγόρευον.
Ἶριν δ’ὄτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν·
βάσκ’ ἴθι Ἶρι ταχεῖα λιποῦσ’ ἕδος Οὐλύμποιο
ἄγγειλον Πριάμ μεγαλήτορι Ἴλιον εἴσω
λύσασθαι φίλον υἱὸν όντ’ ἐπ νῆας Ἀχαιῶν,
δῶρα δ’Ἀχιλλϊ φερέμεν τά κε θυμὸν ήν
οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.
κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος, ὅς κ’ἰθύνοι
ἡμιόνους καὶ ἄμαξαν ΰτροχον, ἠδ καὶ αὖτις
νεκρὸν ἄγοι προτ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.
μὴ δέ τί οἱ θάνατος μελέτω φρεσ μὴ δέ τι τάρβος·
τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν ἀργεϊφόντην,
ὃς ἄξει εἷός κεν ἄγων Ἀχιλϊ πελάσσῃ.
αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλος,
οὔτ’ αὐτὸς κτενέει ἀπό τ’ἄλλους πάντας ἐρύξει·
οὔτε γάρ ἐστ’ ἄφρων οὔτ’ ἄσκοπος οὔτ’ ἀλιτήμων,
ἀλλ μάλ’ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.
ὣς ἔφατ’, ὦρτο δὲ Ἶρις ελλόπος ἀγγελέουσα.
ἷξεν δ’ἐς Πριάμοιο, κίχεν δ’ἐνοπήν τε γόον τε.
παῖδες μὲν πατέρ’ ἀμφ καθήμενοι ἔνδοθεν αὐλῆς
δάκρυσιν εἵματ’ ἔφυρον, δ’ἐν μέσσοισι γεραιὸς
ἐντυπὰς ἐν χλαίν κεκαλυμμένος· ἀμφ δὲ πολλ
κόπρος ην κεφαλ τε καὶ αὐχένι τοῖο γέροντος
τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ῇσι.
θυγατέρες δ’ἀν δώματ’ ἰδ νυοὶ ὠδύροντο
τῶν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ
χερσὶν ὑπ’ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες.
στῆ δὲ παρ Πρίαμον Διὸς ἄγγελος, ἠδ προσηύδα
τυτθὸν φθεγξαμένη· τὸν δὲ τρόμος ἔλλαβε γυῖα·
θάρσει Δαρδανίδη Πρίαμε φρεσί, μὴ δέ τι τάρβει·
οὐ μὲν γάρ τοι ἐγ κακὸν ὀσσομένη τόδ’ ἱκάνω
ἀλλ’ ἀγαθ φρονέουσα· Διὸς δέ τοι ἄγγελός εἰμι,
ὅς σευ ἄνευθεν ὼν μέγα κήδεται ἠδ’ ἐλεαίρει.
λύσασθαί σ’ἐκέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον,
δῶρα δ’Ἀχιλλϊ φερέμεν τά κε θυμὸν ήν
οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.
κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κ’ἰθύνοι
ἡμιόνους καὶ ἄμαξαν ΰτροχον, ἠδ καὶ αὖτις
νεκρὸν ἄγοι προτ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.
μὴ δέ τί τοι θάνατος μελέτω φρεσ μηδέ τι τάρβος·
τοῖος γάρ τοι πομπὸς ἅμ’ ἕψεται ἀργεϊφόντης,
ὅς σ’ἄξει εἷός κεν ἄγων Ἀχιλϊ πελάσσῃ.
αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλος,
οὔτ’ αὐτὸς κτενέει ἀπό τ’ἄλλους πάντας ἐρύξει·
οὔτε γάρ ἔστ’ ἄφρων οὔτ’ ἄσκοπος οὔτ’ ἀλιτήμων,
ἀλλ μάλ’ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.
μὲν ἄρ’ ὣς εἰποῦσ’ ἀπέβη πόδας ὠκέα Ἶρις,
αὐτὰρ γ’υἷας ἄμαξαν ΰτροχον ἡμιονείην
ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπ’ αὐτῆς.
αὐτὸς δ’ἐς θάλαμον κατεβήσετο κηώεντα
κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλ κεχάνδει·
ἐς δ’ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε·
δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε
λύσασθαι φίλον υἱὸν όντ’ ἐπ νῆας Ἀχαιῶν,
δῶρα δ’Ἀχιλλϊ φερέμεν τά κε θυμὸν ήνῃ.
ἀλλ’ ἄγε μοι τόδε εἰπ τί τοι φρεσὶν εἴδεται εἶναι;
αἰνῶς γάρ μ’αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε
κεῖσ’ έναι ἐπ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν.
ὣς φάτο, κώκυσεν δὲ γυν καὶ ἀμείβετο μύθῳ·
μοι πῇ δή τοι φρένες οἴχονθ’, ᾗς τὸ πάρος περ
ἔκλε’ ἐπ’ ἀνθρώπους ξείνους ἠδ’ οἷσιν ἀνάσσεις;
πῶς ἐθέλεις ἐπ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος
ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς
υἱέας ἐξενάριξε· σιδήρειόν νύ τοι ἦτορ.
εἰ γάρ σ’αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν
ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ γε οὔ σ’ἐλεήσει,
οὐδέ τί σ’αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθεν
ἥμενοι ἐν μεγάρῳ· τῷ δ’ὥς ποθι Μοῖρα κραται
γιγνομέν ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή,
ἀργίποδας κύνας ἆσαι ῶν ἀπάνευθε τοκήων
ἀνδρ πάρα κρατερῷ, τοῦ ἐγ μέσον ἧπαρ ἔχοιμι
ἐσθέμεναι προσφῦσα· τότ’ ἄντιτα ἔργα γένοιτο
παιδὸς ἐμοῦ, ἐπεὶ οὔ κακιζόμενόν γε κατέκτα,
ἀλλ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων
ἑσταότ’ οὔτε φόβου μεμνημένον οὔτ’ ἀλεωρῆς.
τὴν δ’αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής·
μή μ’ἐθέλοντ’ έναι κατερύκανε, μὴ δέ μοι αὐτ
ὄρνις ἐν μεγάροισι κακὸς πέλευ· οὐδέ με πείσεις.
εἰ μὲν γάρ τίς μ’ἄλλος ἐπιχθονίων ἐκέλευεν,
οἳ μάντιές εἰσι θυοσκόοι ερες,
ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·
νῦν δ’,αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην,
εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται. εἰ δέ μοι αἶσα
τεθνάμεναι παρ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων
βούλομαι· αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς
ἀγκὰς ἑλόντ’ ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἵην.
καὶ φωριαμῶν ἐπιθήματα κάλ’ ἀνέῳγεν·
ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους,
δώδεκα δ’ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,
τόσσα δὲ φάρεα λευκά, τόσους δ’ἐπ τοῖσι χιτῶνας.
χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα,
ἐκ δὲ δύ’ αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας,
ἐκ δὲ δέπας περικαλλές, οἱ Θρῇκες πόρον ἄνδρες
ἐξεσίην ἐλθόντι μέγα κτέρας· οὐδέ νυ τοῦ περ
φείσατ’ ἐν μεγάροις γέρων, περ δ’ἤθελε θυμ
λύσασθαι φίλον υἱόν. δὲ Τρῶας μὲν ἅπαντας
αἰθούσης ἀπέεργεν ἔπεσσ’ αἰσχροῖσιν ἐνίσσων·
ἔρρετε λωβητῆρες ἐλεγχέες· οὔ νυ καὶ ὑμῖν
οἴκοι ἔνεστι γόος, ὅτι μ’ἤλθετε κηδήσοντες;
ὀνόσασθ’ ὅτι μοι Κρονίδης Ζεὺς ἄλγε’ ἔδωκε
παῖδ’ ὀλέσαι τὸν ἄριστον; ἀτὰρ γνώσεσθε καὶ ὔμμες·
ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθε
κείνου τεθνηῶτος ἐναιρέμεν. αὐτὰρ ἔγωγε
πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε
ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον ϊδος εἴσω.
καὶ σκηπανί δίεπ’ ἀνέρας· οἳ δ’ἴσαν ἔξω
σπερχομένοιο γέροντος· δ’υἱάσιν οἷσιν ὁμόκλα
νεικείων Ἕλενόν τε Πάριν τ’Ἀγάθωνά τε δῖον
Πάμμονά τ’Ἀντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην
Δηΐφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον Ἀγαυόν·
ἐννέα τοῖς γεραιὸς ὁμοκλήσας ἐκέλευε·
σπεύσατέ μοι κακ τέκνα κατηφόνες· αἴθ’ ἅμα πάντες
Ἕκτορος ὠφέλετ’ ἀντ θοῇς ἐπ νηυσ πεφάσθαι.
μοι ἐγ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους
Τροί ἐν εὐρείῃ, τῶν δ’οὔ τινά φημι λελεῖφθαι,
Μήστορά τ’ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην
Ἕκτορά θ’,ὃς θεὸς ἔσκε μετ’ ἀνδράσιν, οὐδ ῴκει
ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλ θεοῖο.
τοὺς μὲν ἀπώλεσ’ Ἄρης, τὰ δ’ἐλέγχεα πάντα λέλειπται
ψεῦσταί τ’ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι
ἀρνῶν ἠδ’ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.
οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα,
ταῦτά τε πάντ’ ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο;
ὣς ἔφαθ’, οἳ δ’ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν
ἐκ μὲν ἄμαξαν ειραν ΰτροχον ἡμιονείην
καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπ’ αὐτῆς,
κὰδ δ’ἀπ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον
πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός·
ἐκ δ’ἔφερον ζυγόδεσμον ἅμα ζυγ ἐννεάπηχυ.
καὶ τὸ μὲν εὖ κατέθηκαν ϋξέστ ἐπ ῥυμ
πέζ ἔπι πρώτῃ, ἐπ δὲ κρίκον ἕστορι βάλλον,
τρὶς δ’ἑκάτερθεν ἔδησαν ἐπ’ ὀμφαλόν, αὐτὰρ ἔπειτα
ἑξείης κατέδησαν, ὑπ γλωχῖνα δ’ἔκαμψαν.
ἐκ θαλάμου δὲ φέροντες ϋξέστης ἐπ’ ἀπήνης
νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσι’ ἄποινα,
ζεῦξαν δ’ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς,
τούς ῥά ποτε Πριάμ Μυσοὶ δόσαν ἀγλα δῶρα.
ἵππους δὲ Πριάμ ὕπαγον ζυγόν, οὓς γεραιὸς
αὐτὸς ἔχων ἀτίταλλεν ϋξέστ ἐπ φάτνῃ.
τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι
κῆρυξ καὶ Πρίαμος πυκιν φρεσ μήδε’ ἔχοντες·
ἀγχίμολον δέ σφ’ἦλθ’ Ἑκάβη τετιηότι θυμ
οἶνον ἔχουσ’ ἐν χειρ μελίφρονα δεξιτερῆφι
χρυσέ ἐν δέπαϊ, ὄφρα λείψαντε κιοίτην·
στῆ δ’ἵππων προπάροιθεν ἔπος τ’ἔφατ’ ἔκ τ’ὀνόμαζε·
τῆ σπεῖσον Δι πατρί, καὶ εὔχεο οἴκαδ’ ἱκέσθαι
ἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸς
ὀτρύνει ἐπ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης.
ἀλλ’ εὔχεο σύ γ’ἔπειτα κελαινεφέϊ Κρονίωνι
Ἰδαίῳ, ὅς τε Τροίην κατ πᾶσαν ὁρᾶται,
αἴτει δ’οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτ
φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστ μέγιστον,
δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας
τῷ πίσυνος ἐπ νῆας ῃς Δαναῶν ταχυπώλων.
εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς,
οὐκ ἂν ἔγωγέ σ’ἔπειτα ἐποτρύνουσα κελοίμην
νῆας ἐπ’ Ἀργείων έναι μάλα περ μεμαῶτα.
τὴν δ’ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής·
γύναι οὐ μέν τοι τόδ’ ἐφιεμέν ἀπιθήσω.
ἐσθλὸν γὰρ Δι χεῖρας ἀνασχέμεν αἴ κ’ἐλεήσῃ.
ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυν’ γεραιὸς
χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· δὲ παρέστη
χέρνιβον ἀμφίπολος πρόχοόν θ’ἅμα χερσὶν ἔχουσα.
νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο·
εὔχετ’ ἔπειτα στὰς μέσ ἕρκεϊ, λεῖβε δὲ οἶνον
οὐρανὸν εἰσανιδών, καὶ φωνήσας ἔπος ηὔδα·
Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
δός μ’ἐς Ἀχιλλος φίλον ἐλθεῖν ἠδ’ ἐλεεινόν,
πέμψον δ’οἰωνὸν ταχὺν ἄγγελον, ὅς τε σοὶ αὐτ
φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστ μέγιστον,
δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας
τῷ πίσυνος ἐπ νῆας ω Δαναῶν ταχυπώλων.
ὣς ἔφατ’ εὐχόμενος, τοῦ δ’ἔκλυε μητίετα Ζεὺς
αὐτίκα δ’αἰετὸν ἧκε τελειότατον πετεηνῶν
μόρφνον θηρητῆρ’ ὃν καὶ περκνὸν καλέουσιν.
ὅσση δ’ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται
ἀνέρος ἀφνειοῖο κληῖσ’ ἀραρυῖα,
τόσσ’ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά· εἴσατο δέ σφι
δεξιὸς ΐξας δι ἄστεος· οἳ δὲ ἰδόντες
γήθησαν, καὶ πᾶσιν ἐν φρεσ θυμὸς άνθη.
σπερχόμενος δ’ὃ γεραιὸς οῦ ἐπεβήσετο δίφρου,
ἐκ δ’ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου.
πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην,
τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων· αὐτὰρ ὄπισθεν
ἵπποι, τοὺς γέρων ἐφέπων μάστιγι κέλευε
καρπαλίμως κατ ἄστυ· φίλοι δ’ἅμα πάντες ἕποντο
πόλλ’ ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα.
οἳ δ’ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δ’ἀφίκοντο,
οἳ μὲν ἄρ’ ἄψορροι προτ Ἴλιον ἀπονέοντο
παῖδες καὶ γαμβροί, τὼ δ’οὐ λάθον εὐρύοπα Ζῆν
ἐς πεδίον προφανέντε· ἰδὼν δ’ἐλέησε γέροντα,
αἶψα δ’ἄρ’ Ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα·
Ἑρμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν
ἀνδρ ἑταιρίσσαι, καί τ’ἔκλυες κ’ἐθέλῃσθα,
βάσκ’ ἴθι καὶ Πρίαμον κοίλας ἐπ νῆας Ἀχαιῶν
ὣς ἄγαγ’, ὡς μήτ’ ἄρ τις ἴδ μήτ’ ἄρ τε νοήσ
τῶν ἄλλων Δαναῶν, πρὶν Πηλεΐωνα δ’ἱκέσθαι.
ὣς ἔφατ’, οὐδ’ ἀπίθησε διάκτορος ἀργεϊφόντης.
αὐτίκ’ ἔπειθ’ ὑπ ποσσὶν ἐδήσατο καλ πέδιλα
ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ’ ὑγρὴν
ἠδ’ ἐπ’ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·
εἵλετο δὲ ῥάβδον, τῇ τ’ἀνδρῶν ὄμματα θέλγει
ὧν ἐθέλει, τοὺς δ’αὖτε καὶ ὑπνώοντας ἐγείρει·
τὴν μετ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.
αἶψα δ’ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε,
βῆ δ’ἰέναι κούρ αἰσυμνητῆρι οικὼς
πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη.
οἳ δ’ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν,
στῆσαν ἄρ’ ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιεν
ἐν ποταμῷ· δὴ γὰρ καὶ ἐπ κνέφας ἤλυθε γαῖαν.
τὸν δ’ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ
Ἑρμείαν, ποτ δὲ Πρίαμον φάτο φώνησέν τε·
φράζεο Δαρδανίδη· φραδέος νόου ἔργα τέτυκται.
ἄνδρ’ ὁρόω, τάχα δ’ἄμμε διαρραίσεσθαι ΐω.
ἀλλ’ ἄγε δὴ φεύγωμεν ἐφ’ ἵππων, μιν ἔπειτα
γούνων ἁψάμενοι λιτανεύσομεν αἴ κ’ἐλεήσῃ.
ὣς φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δ’αἰνῶς,
ὀρθαὶ δὲ τρίχες ἔσταν ἐν γναμπτοῖσι μέλεσσι,
στῆ δὲ ταφών· αὐτὸς δ’ἐριούνιος ἐγγύθεν ἐλθὼν
χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε·
πῇ πάτερ ὧδ’ ἵππους τε καὶ ἡμιόνους ἰθύνεις
νύκτα δι’ ἀμβροσίην, ὅτε θ’εὕδουσι βροτοὶ ἄλλοι;
οὐδ σύ γ’ἔδεισας μένεα πνείοντας Ἀχαιούς,
οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι;
τῶν εἴ τίς σε ἴδοιτο θοὴν δι νύκτα μέλαιναν
τοσσάδ’ ὀνείατ’ ἄγοντα, τίς ἂν δή τοι νόος εἴη;
οὔτ’ αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ,
ἄνδρ’ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.
ἀλλ’ ἐγ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλον
σεῦ ἀπαλεξήσαιμι· φίλ δέ σε πατρ ΐσκω.
τὸν δ’ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής·
οὕτω πῃ τάδε γ’ἐστ φίλον τέκος ὡς ἀγορεύεις.
ἀλλ’ ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα,
ὅς μοι τοιόνδ’ ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι
αἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός,
πέπνυσαί τε νόῳ, μακάρων δ’ἔξεσσι τοκήων.
τὸν δ’αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·
ναὶ δὴ ταῦτά γε πάντα γέρον κατ μοῖραν ειπες.
ἀλλ’ ἄγε μοι τόδε εἰπ καὶ ἀτρεκέως κατάλεξον,
έ πῃ ἐκπέμπεις κειμήλια πολλ καὶ ἐσθλ
ἄνδρας ἐς ἀλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνῃ,
ἤδη πάντες καταλείπετε Ἴλιον ἱρὴν
δειδιότες· τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλε
σὸς πάϊς· οὐ μὲν γάρ τι μάχης ἐπιδεύετ’ Ἀχαιῶν.
τὸν δ’ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής·
τίς δὲ σύ ἐσσι φέριστε τέων δ’ἔξεσσι τοκήων;
ὥς μοι καλ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες.
τὸν δ’αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·
πειρ ἐμεῖο γεραι καὶ εἴρεαι Ἕκτορα δῖον.
τὸν μὲν ἐγ μάλα πολλ μάχ ἔνι κυδιανείρ
ὀφθαλμοῖσιν ὄπωπα, καὶ εὖτ’ ἐπ νηυσὶν ἐλάσσας
Ἀργείους κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ·
ἡμεῖς δ’ἑσταότες θαυμάζομεν· οὐ γὰρ Ἀχιλλεὺς
εἴα μάρνασθαι κεχολωμένος Ἀτρεΐωνι.
τοῦ γὰρ ἐγ θεράπων, μία δ’ἤγαγε νηῦς εὐεργής·
Μυρμιδόνων δ’ἔξειμι, πατὴρ δέ μοί ἐστι Πολύκτωρ.
ἀφνειὸς μὲν γ’ἐστί, γέρων δὲ δὴ ὡς σύ περ ὧδε,
ἓξ δέ οἱ υἷες ασιν, ἐγ δέ οἱ ἕβδομός εἰμι·
τῶν μέτα παλλόμενος κλήρ λάχον ἐνθάδ’ ἕπεσθαι.
νῦν δ’ἦλθον πεδίον δ’ἀπ νηῶν· ῶθεν γὰρ
θήσονται περ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί.
ἀσχαλόωσι γὰρ οἵδε καθήμενοι, οὐδ δύνανται
ἴσχειν ἐσσυμένους πολέμου βασιλες Ἀχαιῶν.
τὸν δ’ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής·
εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλος
εἴς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον,
ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς, έ μιν ἤδη
ᾗσι κυσὶν μελεϊστ ταμὼν προύθηκεν Ἀχιλλεύς.
τὸν δ’αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·
γέρον οὔ πω τόν γε κύνες φάγον οὐδ’ οἰωνοί,
ἀλλ’ ἔτι κεῖνος κεῖται Ἀχιλλος παρ νη
αὔτως ἐν κλισίῃσι· δυωδεκάτη δέ οἱ ὼς
κειμένῳ, οὐδέ τί οἱ χρὼς σήπεται, οὐδέ μιν εὐλαὶ
ἔσθουσ’, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν.
μέν μιν περ σῆμα οῦ ἑτάροιο φίλοιο
ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανήῃ,
οὐδέ μιν αἰσχύνει· θηοῖό κεν αὐτὸς ἐπελθὼν
οἷον ερσήεις κεῖται, περ δ’αἷμα νένιπται,
οὐδέ ποθι μιαρός· σὺν δ’ἕλκεα πάντα μέμυκεν
ὅσσ’ ἐτύπη· πολέες γὰρ ἐν αὐτ χαλκὸν ἔλασσαν.
ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ος
καὶ νέκυός περ όντος, ἐπεί σφι φίλος περ κῆρι.
ὣς φάτο, γήθησεν δ’ὃ γέρων, καὶ ἀμείβετο μύθῳ·
τέκος, ῥ’ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι
ἀθανάτοις, ἐπεὶ οὔ ποτ’ ἐμὸς πάϊς, εἴ ποτ’ ην γε,
λήθετ’ ἐν μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι·
τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ.
ἀλλ’ ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον,
αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν,
ὄφρά κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι.
τὸν δ’αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·
πειρ ἐμεῖο γεραι νεωτέρου, οὐδέ με πείσεις,
ὅς με κέλ σέο δῶρα παρὲξ Ἀχιλα δέχεσθαι.
τὸν μὲν ἐγ δείδοικα καὶ αἰδέομαι περ κῆρι
συλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται.
σοὶ δ’ἂν ἐγ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην,
ἐνδυκέως ἐν νη θο πεζὸς ὁμαρτέων·
οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο.
καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους
καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,
ἐν δ’ἔπνευσ’ ἵπποισι καὶ ἡμιόνοις μένος ΰ.
ἀλλ’ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο,
οἳ δὲ νέον περ δόρπα φυλακτῆρες πονέοντο,
τοῖσι δ’ἐφ’ ὕπνον ἔχευε διάκτορος ἀργεϊφόντης
πᾶσιν, ἄφαρ δ’ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχας,
ἐς δ’ἄγαγε Πρίαμόν τε καὶ ἀγλα δῶρ’ ἐπ’ ἀπήνης.
ἀλλ’ ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντο
ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι
δοῦρ’ ἐλάτης κέρσαντες· ἀτὰρ καθύπερθεν ἔρεψαν
λαχνήεντ’ ὄροφον λειμωνόθεν ἀμήσαντες·
ἀμφ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι
σταυροῖσιν πυκινοῖσι· θύρην δ’ἔχε μοῦνος ἐπιβλὴς
εἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί,
τρεῖς δ’ἀναοίγεσκον μεγάλην κληῖδα θυράων
τῶν ἄλλων· Ἀχιλεὺς δ’ἄρ’ ἐπιρρήσσεσκε καὶ οἶος·
δή ῥα τόθ’ Ἑρμείας ἐριούνιος ᾦξε γέροντι,
ἐς δ’ἄγαγε κλυτ δῶρα ποδώκεϊ Πηλεΐωνι,
ἐξ ἵππων δ’ἀπέβαινεν ἐπ χθόνα φώνησέν τε·
γέρον ἤτοι ἐγ θεὸς ἄμβροτος εἰλήλουθα
Ἑρμείας· σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν.
ἀλλ’ ἤτοι μὲν ἐγ πάλιν εἴσομαι, οὐδ’ Ἀχιλος
ὀφθαλμοὺς εἴσειμι· νεμεσσητὸν δέ κεν εἴη
ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην·
τύνη δ’εἰσελθὼν λαβ γούνατα Πηλεΐωνος,
καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ϋκόμοιο
λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς.
ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον
Ἑρμείας· Πρίαμος δ’ἐξ ἵππων ἆλτο χαμᾶζε,
Ἰδαῖον δὲ κατ’ αὖθι λίπεν· δὲ μίμνεν ἐρύκων
ἵππους ἡμιόνους τε· γέρων δ’ἰθὺς κίεν οἴκου,
τῇ ῥ’Ἀχιλεὺς ἵζεσκε Δι φίλος· ἐν δέ μιν αὐτὸν
εὗρ’, ἕταροι δ’ἀπάνευθε καθήατο· τὼ δὲ δύ’ οἴω
ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος
ποίπνυον παρεόντε· νέον δ’ἀπέληγεν ἐδωδῆς
ἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα.
τοὺς δ’ἔλαθ’ εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δ’ἄρα στὰς
χερσὶν Ἀχιλλος λάβε γούνατα καὶ κύσε χεῖρας
δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας.
ὡς δ’ὅτ’ ἂν ἄνδρ’ ἄτη πυκιν λάβῃ, ὅς τ’ἐν πάτρ
φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον
ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δ’ἔχει εἰσορόωντας,
ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα·
θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο.
τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ειπε·
μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ,
τηλίκου ὥς περ ἐγών, ὀλο ἐπ γήραος οὐδῷ·
καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς όντες
τείρουσ’, οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι.
ἀλλ’ ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων
χαίρει τ’ἐν θυμῷ, ἐπί τ’ἔλπεται ἤματα πάντα
ὄψεσθαι φίλον υἱὸν ἀπ Τροίηθεν όντα·
αὐτὰρ ἐγ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους
Τροί ἐν εὐρείῃ, τῶν δ’οὔ τινά φημι λελεῖφθαι.
πεντήκοντά μοι ἦσαν ὅτ’ ἤλυθον υἷες Ἀχαιῶν·
ἐννεακαίδεκα μέν μοι ῆς ἐκ νηδύος ἦσαν,
τοὺς δ’ἄλλους μοι ἔτικτον ἐν μεγάροισι γυναῖκες.
τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπ γούνατ’ ἔλυσεν·
ὃς δέ μοι οἶος ην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς,
τὸν σὺ πρῴην κτεῖνας ἀμυνόμενον περ πάτρης
Ἕκτορα· τοῦ νῦν εἵνεχ’ ἱκάνω νῆας Ἀχαιῶν
λυσόμενος παρ σεῖο, φέρω δ’ἀπερείσι’ ἄποινα.
ἀλλ’ αἰδεῖο θεοὺς Ἀχιλεῦ, αὐτόν τ’ἐλέησον
μνησάμενος σοῦ πατρός· ἐγ δ’ἐλεεινότερός περ,
ἔτλην δ’οἷ’ οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος,
ἀνδρὸς παιδοφόνοιο ποτ στόμα χεῖρ’ ὀρέγεσθαι.
ὣς φάτο, τῷ δ’ἄρα πατρὸς ὑφ’ ἵμερον ὦρσε γόοιο·
ἁψάμενος δ’ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα.
τὼ δὲ μνησαμένω μὲν Ἕκτορος ἀνδροφόνοιο
κλαῖ’ ἁδιν προπάροιθε ποδῶν Ἀχιλος ἐλυσθείς,
αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ὸν πατέρ’, ἄλλοτε δ’αὖτε
Πάτροκλον· τῶν δὲ στοναχ κατ δώματ’ ὀρώρει.
αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεύς,
καί οἱ ἀπ πραπίδων ἦλθ’ ἵμερος ἠδ’ ἀπ γυίων,
αὐτίκ’ ἀπ θρόνου ὦρτο, γέροντα δὲ χειρὸς ἀνίστη
οἰκτίρων πολιόν τε κάρη πολιόν τε γένειον,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
δείλ’, δὴ πολλ κάκ’ ἄνσχεο σὸν κατ θυμόν.
πῶς ἔτλης ἐπ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος
ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς
υἱέας ἐξενάριξα; σιδήρειόν νύ τοι ἦτορ.
ἀλλ’ ἄγε δὴ κατ’ ἄρ’ ἕζευ ἐπ θρόνου, ἄλγεα δ’ἔμπης
ἐν θυμ κατακεῖσθαι άσομεν ἀχνύμενοί περ·
οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο·
ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι
ζώειν ἀχνυμένοις· αὐτοὶ δέ τ’ἀκηδέες εἰσί.
δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει
δώρων οἷα δίδωσι κακῶν, ἕτερος δὲ άων·
μέν κ’ἀμμίξας δώ Ζεὺς τερπικέραυνος,
ἄλλοτε μέν τε κακ γε κύρεται, ἄλλοτε δ’ἐσθλῷ·
δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε,
καί κακ βούβρωστις ἐπ χθόνα δῖαν ἐλαύνει,
φοιτ δ’οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.
ὣς μὲν καὶ Πηλϊ θεοὶ δόσαν ἀγλα δῶρα
ἐκ γενετῆς· πάντας γὰρ ἐπ’ ἀνθρώπους ἐκέκαστο
ὄλβ τε πλούτ τε, ἄνασσε δὲ Μυρμιδόνεσσι,
καί οἱ θνητ όντι θεὰν ποίησαν ἄκοιτιν.
ἀλλ’ ἐπ καὶ τῷ θῆκε θεὸς κακόν, ὅττί οἱ οὔ τι
παίδων ἐν μεγάροισι γον γένετο κρειόντων,
ἀλλ’ ἕνα παῖδα τέκεν παναώριον· οὐδέ νυ τόν γε
γηράσκοντα κομίζω, ἐπεὶ μάλα τηλόθι πάτρης
ἧμαι ἐν Τροίῃ, σέ τε κήδων ἠδ σὰ τέκνα.
καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι·
ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς έργει
καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων,
τῶν σε γέρον πλούτ τε καὶ υἱάσι φασ κεκάσθαι.
αὐτὰρ ἐπεί τοι πῆμα τόδ’ ἤγαγον Οὐρανίωνες
αἰεί τοι περ ἄστυ μάχαι τ’ἀνδροκτασίαι τε.
ἄνσχεο, μὴ δ’ἀλίαστον ὀδύρεο σὸν κατ θυμόν·
οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ος,
οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.
τὸν δ’ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής·
μή πω μ’ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρ
κεῖται ἐν κλισίῃσιν ἀκηδής, ἀλλ τάχιστα
λῦσον ἵν’ ὀφθαλμοῖσιν ἴδω· σὺ δὲ δέξαι ἄποινα
πολλά, τά τοι φέρομεν· σὺ δὲ τῶνδ’ ἀπόναιο, καὶ ἔλθοις
σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ασας
αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ελίοιο.
τὸν δ’ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
μηκέτι νῦν μ’ἐρέθιζε γέρον· νοέω δὲ καὶ αὐτὸς
Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε
μήτηρ, μ’ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος.
καὶ δέ σε γιγνώσκω Πρίαμε φρεσίν, οὐδέ με λήθεις,
ὅττι θεῶν τίς σ’ἦγε θοὰς ἐπ νῆας Ἀχαιῶν.
οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν, οὐδ μάλ’ ἡβῶν,
ἐς στρατόν· οὐδ γὰρ ἂν φυλάκους λάθοι, οὐδέ κ’ὀχα
ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων.
τὼ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς,
μή σε γέρον οὐδ’ αὐτὸν ἐν κλισίῃσιν άσω
καὶ ἱκέτην περ όντα, Διὸς δ’ἀλίτωμαι ἐφετμάς.
ὣς ἔφατ’, ἔδεισεν δ’ὃ γέρων καὶ ἐπείθετο μύθῳ.
Πηλεΐδης δ’οἴκοιο λέων ὣς ἆλτο θύραζε
οὐκ οἶος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο
ἥρως Αὐτομέδων ἠδ’ Ἄλκιμος, οὕς ῥα μάλιστα
τῖ’ Ἀχιλεὺς ἑτάρων μετ Πάτροκλόν γε θανόντα,
οἳ τόθ’ ὑπ ζυγόφιν λύον ἵππους ἡμιόνους τε,
ἐς δ’ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος,
κὰδ δ’ἐπ δίφρου εἷσαν· ϋξέστου δ’ἀπ’ ἀπήνης
ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσι’ ἄποινα.
κὰδ δ’ἔλιπον δύο φάρε’ ΰννητόν τε χιτῶνα,
ὄφρα νέκυν πυκάσας δοίη οἶκον δὲ φέρεσθαι.
δμῳὰς δ’ἐκκαλέσας λοῦσαι κέλετ’ ἀμφί τ’ἀλεῖψαι
νόσφιν ειράσας, ὡς μὴ Πρίαμος ἴδοι υἱόν,
μὴ μὲν ἀχνυμέν κραδί χόλον οὐκ ἐρύσαιτο
παῖδα ἰδών, Ἀχιλϊ δ’ ὀρινθείη φίλον ἦτορ,
καί κατακτείνειε, Διὸς δ’ἀλίτηται ἐφετμάς.
τὸν δ’ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
ἀμφ δέ μιν φᾶρος καλὸν βάλον ἠδ χιτῶνα,
αὐτὸς τόν γ’Ἀχιλεὺς λεχέων ἐπέθηκεν είρας,
σὺν δ’ἕταροι ειραν ϋξέστην ἐπ’ ἀπήνην.
ᾤμωξέν τ’ἄρ’ ἔπειτα, φίλον δ’ὀνόμηνεν ἑταῖρον·
μή μοι Πάτροκλε σκυδμαινέμεν, αἴ κε πύθηαι
εἰν ϊδός περ ὼν nbsp;ὅτι Ἕκτορα δῖον ἔλυσα
πατρ φίλῳ, ἐπεὶ οὔ μοι εικέα δῶκεν ἄποινα.
σοὶ δ’αὖ ἐγ καὶ τῶνδ’ ἀποδάσσομαι ὅσσ’ ἐπέοικεν.
ῥα, καὶ ἐς κλισίην πάλιν ϊε δῖος Ἀχιλλεύς,
ἕζετο δ’ἐν κλισμ πολυδαιδάλ ἔνθεν ἀνέστη
τοίχου τοῦ ἑτέρου, ποτ δὲ Πρίαμον φάτο μῦθον·
υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες,
κεῖται δ’ἐν λεχέεσσ’· ἅμα δ’ἠοῖ φαινομένηφιν
ὄψεαι αὐτὸς ἄγων· νῦν δὲ μνησώμεθα δόρπου.
καὶ γάρ τ’ἠΰκομος Νιόβη ἐμνήσατο σίτου,
τῇ περ δώδεκα παῖδες ἐν μεγάροισιν ὄλοντο
ἓξ μὲν θυγατέρες, ἓξ δ’υἱέες ἡβώοντες.
τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπ’ ἀργυρέοιο βιοῖο
χωόμενος Νιόβῃ, τὰς δ’Ἄρτεμις οχέαιρα,
οὕνεκ’ ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ·
φῆ δοι τεκέειν, δ’αὐτ γείνατο πολλούς·
τὼ δ’ἄρα καὶ δοιώ περ όντ’ ἀπ πάντας ὄλεσσαν.
οἳ μὲν ἄρ’ ἐννῆμαρ κέατ’ ἐν φόνῳ, οὐδέ τις εν
κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων·
τοὺς δ’ἄρα τῇ δεκάτ θάψαν θεοὶ Οὐρανίωνες.
δ’ἄρα σίτου μνήσατ’, ἐπεὶ κάμε δάκρυ χέουσα.
νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν
ἐν Σιπύλῳ, ὅθι φασ θεάων ἔμμεναι εὐνὰς
νυμφάων, αἵ τ’ἀμφ’ Ἀχελώϊον ἐρρώσαντο,
ἔνθα λίθος περ οῦσα θεῶν ἐκ κήδεα πέσσει.
ἀλλ’ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραι
σίτου· ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα
Ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται.
καὶ ἀναΐξας ϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς
σφάξ’· ἕταροι δ’ἔδερόν τε καὶ ἄμφεπον εὖ κατ κόσμον,
μίστυλλόν τ’ἄρ’ ἐπισταμένως πεῖράν τ’ὀβελοῖσιν,
ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
Αὐτομέδων δ’ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζ
καλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.
οἳ δ’ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας αλλον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζ’ Ἀχιλα
ὅσσος ην οἷός τε· θεοῖσι γὰρ ἄντα ἐῴκει·
αὐτὰρ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς
εἰσορόων ὄψίν τ’ἀγαθὴν καὶ μῦθον ἀκούων.
αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες,
τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής·
λέξον νῦν με τάχιστα διοτρεφές, ὄφρα καὶ ἤδη
ὕπν ὕπο γλυκερ ταρπώμεθα κοιμηθέντες·
οὐ γάρ πω μύσαν ὄσσε ὑπ βλεφάροισιν ἐμοῖσιν
ἐξ οὗ σῇς ὑπ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν,
ἀλλ’ αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω
αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατ κόπρον.
νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον
λαυκανίης καθέηκα· πάρος γε μὲν οὔ τι πεπάσμην.
ῥ’,Ἀχιλεὺς δ’ἑτάροισιν ἰδ δμῳῇσι κέλευσε
δέμνι’ ὑπ’ αἰθούσ θέμεναι καὶ ῥήγεα καλ
πορφύρε’ ἐμβαλέειν, στορέσαι τ’ἐφύπερθε τάπητας,
χλαίνας τ’ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
αἳ δ’ἴσαν ἐκ μεγάροιο δάος μετ χερσὶν ἔχουσαι,
αἶψα δ’ἄρα στόρεσαν δοι λέχε’ ἐγκονέουσαι.
τὸν δ’ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε, μή τις Ἀχαιῶν
ἐνθάδ’ ἐπέλθῃσιν βουληφόρος, οἵ τέ μοι αἰεὶ
βουλὰς βουλεύουσι παρήμενοι, θέμις ἐστί·
τῶν εἴ τίς σε ἴδοιτο θοὴν δι νύκτα μέλαιναν,
αὐτίκ’ ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν,
καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται.
ἀλλ’ ἄγε μοι τόδε εἰπ καὶ ἀτρεκέως κατάλεξον,
ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον,
ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω.
τὸν δ’ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής·
εἰ μὲν δή μ’ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ,
ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης.
οἶσθα γὰρ ὡς κατ ἄστυ έλμεθα, τηλόθι δ’ὕλη
ἀξέμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν.
ἐννῆμαρ μέν κ’αὐτὸν ἐν μεγάροις γοάοιμεν,
τῇ δεκάτ δέ κε θάπτοιμεν δαινῦτό τε λαός,
ἑνδεκάτ δέ κε τύμβον ἐπ’ αὐτ ποιήσαιμεν,
τῇ δὲ δυωδεκάτ πολεμίξομεν εἴ περ ἀνάγκη.
τὸν δ’αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμ’ ὡς σὺ κελεύεις·
σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας.
ὣς ἄρα φωνήσας ἐπ καρπ χεῖρα γέροντος
ἔλλαβε δεξιτερήν, μή πως δείσει’ ἐν θυμῷ.
οἳ μὲν ἄρ’ ἐν προδόμ δόμου αὐτόθι κοιμήσαντο
κῆρυξ καὶ Πρίαμος πυκιν φρεσ μήδε’ ἔχοντες,
αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχ κλισίης ϋπήκτου·
τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρος.
ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
εὗδον παννύχιοι μαλακ δεδμημένοι ὕπνῳ·
ἀλλ’ οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν
ὁρμαίνοντ’ ἀν θυμὸν ὅπως Πρίαμον βασιλα
νηῶν ἐκπέμψειε λαθὼν εροὺς πυλαωρούς.
στῆ δ’ἄρ’ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ειπεν·
γέρον οὔ νύ τι σοί γε μέλει κακόν, οἷον ἔθ’ εὕδεις
ἀνδράσιν ἐν δηίοισιν, ἐπεί σ’εἴασεν Ἀχιλλεύς.
καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο, πολλ δ’ἔδωκας·
σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα
παῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴ κ’Ἀγαμέμνων
γνώ σ’Ἀτρεΐδης, γνώωσι δὲ πάντες Ἀχαιοί.
ὣς ἔφατ’, ἔδεισεν δ’ὃ γέρων, κήρυκα δ’ἀνίστη.
τοῖσιν δ’Ἑρμείας ζεῦξ’ ἵππους ἡμιόνους τε,
ῥίμφα δ’ἄρ’ αὐτὸς ἔλαυνε κατ στρατόν, οὐδέ τις ἔγνω.
ἀλλ’ ὅτε δὴ πόρον ἷξον ϋρρεῖος ποταμοῖο
Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,
Ἑρμείας μὲν ἔπειτ’ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,
ὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ αἶαν,
οἳ δ’εἰς ἄστυ ἔλων οἰμωγ τε στοναχ τε
ἵππους, ἡμίονοι δὲ νέκυν φέρον. οὐδέ τις ἄλλος
ἔγνω πρόσθ’ ἀνδρῶν καλλιζώνων τε γυναικῶν,
ἀλλ’ ἄρα Κασσάνδρη ἰκέλη χρυσ Ἀφροδίτ
Πέργαμον εἰσαναβᾶσα φίλον πατέρ’ εἰσενόησεν
ἑσταότ’ ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην·
τὸν δ’ἄρ’ ἐφ’ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι·
κώκυσέν τ’ἄρ’ ἔπειτα γέγωνέ τε πᾶν κατ ἄστυ·
ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορ’ όντες,
εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι
χαίρετ’, ἐπεὶ μέγα χάρμα πόλει τ’ἦν παντί τε δήμῳ.
ὣς ἔφατ’, οὐδέ τις αὐτόθ’ ἐν πτόλεϊ λίπετ’ ἀνὴρ
οὐδ γυνή· πάντας γὰρ άσχετον ἵκετο πένθος·
ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι.
πρῶται τόν γ’ἄλοχός τε φίλη καὶ πότνια μήτηρ
τιλλέσθην ἐπ’ ἄμαξαν ΰτροχον ΐξασαι
ἁπτόμεναι κεφαλῆς· κλαίων δ’ἀμφίσταθ’ ὅμιλος.
καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς έλιον καταδύντα
Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων,
εἰ μὴ ἄρ’ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα·
εἴξατέ μοι οὐρεῦσι διελθέμεν· αὐτὰρ ἔπειτα
ἄσεσθε κλαυθμοῖο, ἐπὴν ἀγάγωμι δόμον δέ.
ὣς ἔφαθ’, οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ.
οἳ δ’ἐπεὶ εἰσάγαγον κλυτ δώματα, τὸν μὲν ἔπειτα
τρητοῖς ἐν λεχέεσσι θέσαν, παρ δ’εἷσαν οιδοὺς
θρήνων ἐξάρχους, οἵ τε στονόεσσαν οιδὴν
οἳ μὲν ἄρ’ ἐθρήνεον, ἐπ δὲ στενάχοντο γυναῖκες.
τῇσιν δ’Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο
Ἕκτορος ἀνδροφόνοιο κάρη μετ χερσὶν ἔχουσα·
ἆνερ ἀπ’ αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρην
λείπεις ἐν μεγάροισι· πάϊς δ’ἔτι νήπιος αὔτως
ὃν τέκομεν σύ τ’ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴω
ἥβην ἵξεσθαι· πρὶν γὰρ πόλις ἥδε κατ’ ἄκρης
πέρσεται· γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴν
ῥύσκευ, ἔχες δ’ἀλόχους κεδνὰς καὶ νήπια τέκνα,
αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι,
καὶ μὲν ἐγ μετ τῇσι· σὺ δ’αὖ τέκος ἐμοὶ αὐτ
ἕψεαι, ἔνθά κεν ἔργα εικέα ἐργάζοιο
ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, τις Ἀχαιῶν
ῥίψει χειρὸς ἑλὼν ἀπ πύργου λυγρὸν ὄλεθρον
χωόμενος, δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ
πατέρ’ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν
Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας.
οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δα λυγρῇ·
τὼ καί μιν λαοὶ μὲν ὀδύρονται κατ ἄστυ,
ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας
Ἕκτορ· ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά.
οὐ γάρ μοι θνῄσκων λεχέων ἐκ χεῖρας ὄρεξας,
οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος, οὗ τέ κεν αἰεὶ
μεμνῄμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα.
ὣς ἔφατο κλαίουσ’, ἐπ δὲ στενάχοντο γυναῖκες.
τῇσιν δ’αὖθ’ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·
Ἕκτορ ἐμ θυμ πάντων πολ φίλτατε παίδων,
μέν μοι ζωός περ ὼν φίλος ἦσθα θεοῖσιν·
οἳ δ’ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ.
ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς
πέρνασχ’ ὅν τιν’ ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο,
ἐς Σάμον ἔς τ’Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν·
σεῦ δ’ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ,
πολλ ῥυστάζεσκεν οῦ περ σῆμ’ ἑτάροιο
Πατρόκλου, τὸν ἔπεφνες· ἀνέστησεν δέ μιν οὐδ’ ὧς.
νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι
κεῖσαι, τῷ ἴκελος ὅν τ’ἀργυρότοξος Ἀπόλλων
οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν.
ὣς ἔφατο κλαίουσα, γόον δ’ἀλίαστον ὄρινε.
τῇσι δ’ἔπειθ’ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο·
Ἕκτορ ἐμ θυμ δαέρων πολ φίλτατε πάντων,
μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής,
ὅς μ’ἄγαγε Τροίηνδ’· ὡς πρὶν ὤφελλον ὀλέσθαι.
ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν
ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης·
ἀλλ’ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδ’ ἀσύφηλον·
ἀλλ’ εἴ τίς με καὶ ἄλλος ἐν μεγάροισιν ἐνίπτοι
δαέρων γαλόων εἰνατέρων εὐπέπλων,
ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί,
ἀλλ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες
σῇ τ’ἀγανοφροσύν καὶ σοῖς ἀγανοῖς ἐπέεσσι.
τὼ σέ θ’ἅμα κλαίω καὶ ἔμ’ ἄμμορον ἀχνυμένη κῆρ·
οὐ γάρ τίς μοι ἔτ’ ἄλλος ἐν Τροί εὐρεί
ἤπιος οὐδ φίλος, πάντες δέ με πεφρίκασιν.
ὣς ἔφατο κλαίουσ’, ἐπ δ’ἔστενε δῆμος ἀπείρων.
λαοῖσιν δ’ὃ γέρων Πρίαμος μετ μῦθον ειπεν·
ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ, μὴ δέ τι θυμ
δείσητ’ Ἀργείων πυκινὸν λόχον· γὰρ Ἀχιλλεὺς
πέμπων μ’ὧδ’ ἐπέτελλε μελαινάων ἀπ νηῶν
μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλ ώς.
ὣς ἔφαθ’, οἳ δ’ὑπ’ ἀμάξῃσιν βόας ἡμιόνους τε
ζεύγνυσαν, αἶψα δ’ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο.
ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην·
ἀλλ’ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ώς,
καὶ τότ’ ἄρ’ ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες,
ἐν δὲ πυρ ὑπάτ νεκρὸν θέσαν, ἐν δ’ἔβαλον πῦρ.
ἦμος δ’ἠριγένεια φάνη ῥοδοδάκτυλος ώς,
τῆμος ἄρ’ ἀμφ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός.
αὐτὰρ ἐπεί ῥ’ἤγερθεν ὁμηγερέες τ’ἐγένοντο
πρῶτον μὲν κατ πυρκαϊὴν σβέσαν αἴθοπι οἴν
πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα
ὀστέα λευκ λέγοντο κασίγνητοί θ’ἕταροί τε
μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν.
καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες
πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν.
αἶψα δ’ἄρ’ ἐς κοίλην κάπετον θέσαν, αὐτὰρ ὕπερθε
πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι·
ῥίμφα δὲ σῆμ’ ἔχεαν, περ δὲ σκοποὶ ατο πάντῃ,
μὴ πρὶν ἐφορμηθεῖεν ϋκνήμιδες Ἀχαιοί.
χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειτα
εὖ συναγειρόμενοι δαίνυντ’ ἐρικυδέα δαῖτα
δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλος.
ὣς οἵ γ’ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο.