ὼς μὲν κροκόπεπλος ἀπ’ Ὠκεανοῖο ῥοάων
ὄρνυθ’, ἵν’ ἀθανάτοισι φόως φέροι ἠδ βροτοῖσιν·
δ’ἐς νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα.
εὗρε δὲ Πατρόκλ περικείμενον ὃν φίλον υἱὸν
κλαίοντα λιγέως· πολέες δ’ἀμφ’ αὐτὸν ἑταῖροι
μύρονθ’· δ’ἐν τοῖσι παρίστατο δῖα θεάων,
ἔν τ’ἄρα οἱ φῦ χειρ ἔπος τ’ἔφατ’ ἔκ τ’ὀνόμαζε·
τέκνον ἐμὸν τοῦτον μὲν άσομεν ἀχνύμενοί περ
κεῖσθαι, ἐπεὶ δὴ πρῶτα θεῶν ότητι δαμάσθη·
τύνη δ’Ἡφαίστοιο πάρα κλυτ τεύχεα δέξο
καλ μάλ’, οἷ’ οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν.
ὡς ἄρα φωνήσασα θε κατ τεύχε’ ἔθηκε
πρόσθεν Ἀχιλλος· τὰ δ’ἀνέβραχε δαίδαλα πάντα.
Μυρμιδόνας δ’ἄρα πάντας ἕλε τρόμος, οὐδέ τις ἔτλη
ἄντην εἰσιδέειν, ἀλλ’ ἔτρεσαν. αὐτὰρ Ἀχιλλεὺς
ὡς εἶδ’, ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε
δεινὸν ὑπ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν·
τέρπετο δ’ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλα δῶρα.
αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσων
αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα·
μῆτερ ἐμ τὰ μὲν ὅπλα θεὸς πόρεν οἷ’ ἐπιεικὲς
ἔργ’ ἔμεν ἀθανάτων, μὴ δὲ βροτὸν ἄνδρα τελέσσαι.
νῦν δ’ἤτοι μὲν ἐγ θωρήξομαι· ἀλλ μάλ’ αἰνῶς
δείδω μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν
μυῖαι καδδῦσαι κατ χαλκοτύπους ὠτειλὰς
εὐλὰς ἐγγείνωνται, εικίσσωσι δὲ νεκρόν,
ἐκ δ’αἰὼν πέφαται, κατ δὲ χρόα πάντα σαπήῃ.
τὸν δ’ἠμείβετ’ ἔπειτα θε Θέτις ἀργυρόπεζα·
τέκνον μή τοι ταῦτα μετ φρεσ σῇσι μελόντων.
τῷ μὲν ἐγ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλα
μυίας, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν·
ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν,
αἰεὶ τῷ γ’ἔσται χρὼς ἔμπεδος, καὶ ἀρείων.
ἀλλ σύ γ’εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς
μῆνιν ἀποειπὼν Ἀγαμέμνονι ποιμένι λαῶν
αἶψα μάλ’ ἐς πόλεμον θωρήσσεο, δύσεο δ’ἀλκήν.
ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκε,
Πατρόκλ δ’αὖτ’ ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν
στάξε κατ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη.
αὐτὰρ βῆ παρ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺς
σμερδαλέα άχων, ὦρσεν δ’ἥρωας Ἀχαιούς.
καί ῥ’οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον
οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν
καὶ ταμίαι παρ νηυσὶν ἔσαν σίτοιο δοτῆρες,
καὶ μὴν οἳ τότε γ’εἰς  ἀγορὴν ἴσαν, οὕνεκ’ Ἀχιλλεὺς
ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ’ ἀλεγεινῆς.
τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε
Τυδεΐδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺς
ἔγχει ἐρειδομένω· ἔτι γὰρ ἔχον ἕλκεα λυγρά·
κὰδ δὲ μετ πρώτ ἀγορ ἵζοντο κιόντες.
αὐτὰρ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
ἕλκος ἔχων· καὶ γὰρ τὸν ἐν κρατερ ὑσμίν
οὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί.
αὐτὰρ ἐπεὶ δὴ πάντες ολλίσθησαν Ἀχαιοί,
τοῖσι δ’ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·
Ἀτρεΐδη ἄρ τι τόδ’ ἀμφοτέροισιν ἄρειον
ἔπλετο σοὶ καὶ ἐμοί, τε νῶΐ περ ἀχνυμένω κῆρ
θυμοβόρ ἔριδι μενεήναμεν εἵνεκα κούρης;
τὴν ὄφελ’ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις
ἤματι τῷ ὅτ’ ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας·
τώ κ’οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας
δυσμενέων ὑπ χερσὶν ἐμεῦ ἀπομηνίσαντος.
Ἕκτορι μὲν καὶ Τρωσ τὸ κέρδιον· αὐτὰρ Ἀχαιοὺς
δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ΐω.
ἀλλ τὰ μὲν προτετύχθαι άσομεν ἀχνύμενοί περ
θυμὸν ἐν στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·
νῦν δ’ἤτοι μὲν ἐγ παύω χόλον, οὐδέ τί με χρὴ
ἀσκελέως αἰεὶ μενεαινέμεν· ἀλλ’ ἄγε θᾶσσον
ὄτρυνον πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς,
ὄφρ’ ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθὼν
αἴ κ’ἐθέλωσ’ ἐπ νηυσὶν αύειν· ἀλλά τιν’ οἴω
ἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι
δηΐου ἐκ πολέμοιο ὑπ’ ἔγχεος ἡμετέροιο.
ὣς ἔφαθ’, οἳ δ’ἐχάρησαν ϋκνήμιδες Ἀχαιοὶ
μῆνιν ἀπειπόντος μεγαθύμου Πηλεΐωνος.
τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
αὐτόθεν ἐξ ἕδρης, οὐδ’ ἐν μέσσοισιν ἀναστάς·
φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
ἑσταότος μὲν καλὸν ἀκούειν, οὐδ οικεν
ὑββάλλειν· χαλεπὸν γὰρ ἐπισταμέν περ όντι.
ἀνδρῶν δ’ἐν πολλ ὁμάδ πῶς κέν τις ἀκούσαι
εἴποι; βλάβεται δὲ λιγύς περ ὼν ἀγορητής.
Πηλεΐδ μὲν ἐγὼν ἐνδείξομαι· αὐτὰρ οἱ ἄλλοι
σύνθεσθ’ Ἀργεῖοι, μῦθόν τ’εὖ γνῶτε ἕκαστος.
πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ειπον
καί τέ με νεικείεσκον· ἐγ δ’οὐκ αἴτιός εἰμι,
ἀλλ Ζεὺς καὶ Μοῖρα καὶ εροφοῖτις Ἐρινύς,
οἵ τέ μοι εἰν ἀγορ φρεσὶν ἔμβαλον ἄγριον ἄτην,
ἤματι τῷ ὅτ’ Ἀχιλλος γέρας αὐτὸς ἀπηύρων.
ἀλλ τί κεν ῥέξαιμι; θεὸς δι πάντα τελευτᾷ.
πρέσβα Διὸς θυγάτηρ Ἄτη, πάντας ᾶται,
οὐλομένη· τῇ μέν θ’ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπ’ οὔδει
πίλναται, ἀλλ’ ἄρα γε κατ’ ἀνδρῶν κράατα βαίνει
βλάπτουσ’ ἀνθρώπους· κατ δ’οὖν ἕτερόν γε πέδησε.
καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο, τόν περ ἄριστον
ἀνδρῶν ἠδ θεῶν φασ’ ἔμμεναι· ἀλλ’ ἄρα καὶ τὸν
Ἥρη θῆλυς οῦσα δολοφροσύνῃς ἀπάτησεν,
ἤματι τῷ ὅτ’ ἔμελλε βίην Ἡρακληείην
Ἀλκμήνη τέξεσθαι ϋστεφάν ἐν Θήβῃ.
ἤτοι γ’εὐχόμενος μετέφη πάντεσσι θεοῖσι·
κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,
ὄφρ’ εἴπω τά με θυμὸς ἐν στήθεσσιν ἀνώγει.
σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια
ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει,
τῶν ἀνδρῶν γενεῆς οἵ θ’αἵματος ἐξ ἐμεῦ εἰσί.
τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·
ψευστήσεις, οὐδ’ αὖτε τέλος μύθ ἐπιθήσεις.
εἰ δ’ἄγε νῦν μοι ὄμοσσον Ὀλύμπιε καρτερὸν ὅρκον,
μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν
ὅς κεν ἐπ’ ἤματι τῷδε πέσ μετ ποσσ γυναικὸς
τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης.
ὣς ἔφατο· Ζεὺς δ’οὔ τι δολοφροσύνην ἐνόησεν,
ἀλλ’ ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν άσθη.
Ἥρη δ’ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,
καρπαλίμως δ’ἵκετ’ Ἄργος Ἀχαιικόν, ἔνθ’ ἄρα ᾔδη
ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο.
δ’ἐκύει φίλον υἱόν, δ’ἕβδομος ἑστήκει μείς·
ἐκ δ’ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον όντα,
Ἀλκμήνης δ’ἀπέπαυσε τόκον, σχέθε δ’Εἰλειθυίας.
αὐτ δ’ἀγγελέουσα Δία Κρονίωνα προσηύδα·
Ζεῦ πάτερ ἀργικέραυνε ἔπος τί τοι ἐν φρεσ θήσω·
ἤδη ἀνὴρ γέγον’ ἐσθλὸς ὃς Ἀργείοισιν ἀνάξει
Εὐρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαο
σὸν γένος· οὔ οἱ εικὲς ἀνασσέμεν Ἀργείοισιν.
ὣς φάτο, τὸν δ’ἄχος ὀξ κατ φρένα τύψε βαθεῖαν·
αὐτίκα δ’εἷλ’ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο
χωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὅρκον
μή ποτ’ ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα
αὖτις ἐλεύσεσθαι Ἄτην, πάντας ᾶται.
ὣς εἰπὼν ἔρριψεν ἀπ’ οὐρανοῦ ἀστερόεντος
χειρ περιστρέψας· τάχα δ’ἵκετο ἔργ’ ἀνθρώπων.
τὴν αἰεὶ στενάχεσχ’ ὅθ’ ὸν φίλον υἱὸν ὁρῷτο
ἔργον εικὲς ἔχοντα ὑπ’ Εὐρυσθος έθλων.
ὣς καὶ ἐγών, ὅτε δ’αὖτε μέγας κορυθαίολος Ἕκτωρ
Ἀργείους ὀλέκεσκεν ἐπ πρυμνῇσι νέεσσιν,
οὐ δυνάμην λελαθέσθ’ Ἄτης πρῶτον άσθην.
ἀλλ’ ἐπεὶ ασάμην καί μευ φρένας ἐξέλετο Ζεύς,
ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τ’ἀπερείσι’ ἄποινα·
ἀλλ’ ὄρσευ πόλεμον δὲ καὶ ἄλλους ὄρνυθι λαούς.
δῶρα δ’ἐγὼν ὅδε πάντα παρασχέμεν ὅσσά τοι ἐλθὼν
χθιζὸς ἐν κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς.
εἰ δ’ἐθέλεις, ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος,
δῶρα δέ τοι θεράποντες ἐμῆς παρ νηὸς ἑλόντες
οἴσουσ’, ὄφρα ἴδηαι τοι μενοεικέα δώσω.
τὸν δ’ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
δῶρα μὲν αἴ κ’ἐθέλῃσθα παρασχέμεν, ὡς ἐπιεικές,
τ’ἐχέμεν παρ σοί· νῦν δὲ μνησώμεθα χάρμης
αἶψα μάλ’· οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδ’ όντας
οὐδ διατρίβειν· ἔτι γὰρ μέγα ἔργον ἄρεκτον·
ὥς κέ τις αὖτ’ Ἀχιλα μετ πρώτοισιν ἴδηται
ἔγχεϊ χαλκεί Τρώων ὀλέκοντα φάλαγγας.
ὧδέ τις ὑμείων μεμνημένος ἀνδρ μαχέσθω.
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
μὴ δ’οὕτως, ἀγαθός περ ών, θεοείκελ’ Ἀχιλλεῦ
νήστιας ὄτρυνε προτ Ἴλιον υἷας Ἀχαιῶν
Τρωσ μαχησομένους, ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται
φύλοπις, εὖτ’ ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες
ἀνδρῶν, ἐν δὲ θεὸς πνεύσ μένος ἀμφοτέροισιν.
ἀλλ πάσασθαι ἄνωχθι θοῇς ἐπ νηυσὶν Ἀχαιοὺς
σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστ καὶ ἀλκή.
οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς έλιον καταδύντα
ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι·
εἴ περ γὰρ θυμ γε μενοινά πολεμίζειν,
ἀλλά τε λάθρ γυῖα βαρύνεται, ἠδ κιχάνει
δίψά τε καὶ λιμός, βλάβεται δέ τε γούνατ’ όντι.
ὃς δέ κ’ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς
ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ,
θαρσαλέον νύ οἱ ἦτορ ἐν φρεσίν, οὐδέ τι γυῖα
πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο.
ἀλλ’ ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι
ὅπλεσθαι· τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνων
οἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες Ἀχαιοὶ
ὀφθαλμοῖσιν ἴδωσι, σὺ δὲ φρεσ σῇσιν ανθῇς.
ὀμνυέτω δέ τοι ὅρκον ἐν Ἀργείοισιν ἀναστὰς
μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδ μιγῆναι·
θέμις ἐστὶν ἄναξ τ’ἀνδρῶν τε γυναικῶν·
καὶ δὲ σοὶ αὐτ θυμὸς ἐν φρεσὶν ἵλαος ἔστω.
αὐτὰρ ἔπειτά σε δαιτ ἐν κλισίῃς ἀρεσάσθω
πιείρῃ, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα.
Ἀτρεΐδη σὺ δ’ἔπειτα δικαιότερος καὶ ἐπ’ ἄλλ
ἔσσεαι. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλα
ἄνδρ’ ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνῃ.
τὸν δ’αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκούσας·
ἐν μοίρ γὰρ πάντα διίκεο καὶ κατέλεξας.
ταῦτα δ’ἐγὼν ἐθέλω ὀμόσαι, κέλεται δέ με θυμός,
οὐδ’ ἐπιορκήσω πρὸς δαίμονος. αὐτὰρ Ἀχιλλεὺς
μιμνέτω αὐτόθι τεῖος ἐπειγόμενός περ Ἄρηος·
μίμνετε δ’ἄλλοι πάντες ολλέες, ὄφρά κε δῶρα
ἐκ κλισίης ἔλθῃσι καὶ ὅρκια πιστ τάμωμεν.
σοὶ δ’αὐτ τόδ’ ἐγὼν ἐπιτέλλομαι ἠδ κελεύω·
κρινάμενος κούρητας ἀριστας Παναχαιῶν
δῶρα ἐμῆς παρ νηὸς ἐνεικέμεν, ὅσσ’ Ἀχιλϊ
χθιζὸν ὑπέστημεν δώσειν, ἀγέμεν τε γυναῖκας.
Ταλθύβιος δέ μοι ὦκα κατ στρατὸν εὐρὺν Ἀχαιῶν
κάπρον ἑτοιμασάτω ταμέειν Διί τ’Ἠελί τε.
τὸν δ’ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι,
ὁππότε τις μεταπαυσωλ πολέμοιο γένηται
καὶ μένος οὐ τόσον ᾖσιν ἐν στήθεσσιν ἐμοῖσι.
νῦν δ’οἳ μὲν κέαται δεδαϊγμένοι, οὓς ἐδάμασσεν
Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν,
ὑμεῖς δ’ἐς βρωτὺν ὀτρύνετον· τ’ἂν ἔγωγε
νῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶν
νήστιας ἀκμήνους, ἅμα δ’ἠελί καταδύντι
τεύξεσθαι μέγα δόρπον, ἐπὴν τεισαίμεθα λώβην.
πρὶν δ’οὔ πως ἂν ἔμοιγε φίλον κατ λαιμὸν είη
οὐ πόσις οὐδ βρῶσις ἑταίρου τεθνηῶτος
ὅς μοι ἐν κλισί δεδαϊγμένος ὀξέϊ χαλκ
κεῖται ἀν πρόθυρον τετραμμένος, ἀμφ δ’ἑταῖροι
μύρονται· τό μοι οὔ τι μετ φρεσ ταῦτα μέμηλεν,
ἀλλ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν.
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
Ἀχιλεῦ Πηλῆος υἱ μέγα φέρτατ’ Ἀχαιῶν,
κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ
ἔγχει, ἐγ δέ κε σεῖο νοήματί γε προβαλοίμην
πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.
τώ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν.
αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν,
ἧς τε πλείστην μὲν καλάμην χθον χαλκὸς ἔχευεν,
ἄμητος δ’ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα
Ζεύς, ὅς τ’ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
γαστέρι δ’οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς·
λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα
πίπτουσιν· πότε κέν τις ἀναπνεύσειε πόνοιο;
ἀλλ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσι
νηλέα θυμὸν ἔχοντας ἐπ’ ἤματι δακρύσαντας·
ὅσσοι δ’ἂν πολέμοιο περ στυγεροῖο λίπωνται
μεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρ’ ἔτι μᾶλλον
ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ
ἑσσάμενοι χρο χαλκὸν ἀτειρέα. μηδέ τις ἄλλην
λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω·
ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται ὅς κε λίπηται
νηυσὶν ἐπ’ Ἀργείων· ἀλλ’ ἀθρόοι ὁρμηθέντες
Τρωσὶν ἐφ’ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα.
ἦ, καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο
Φυλεΐδην τε Μέγητα Θόαντά τε Μηριόνην τε
καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον·
βὰν δ’ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο.
αὐτίκ’ ἔπειθ’ ἅμα μῦθος ην, τετέλεστο δὲ ἔργον·
ἑπτ μὲν ἐκ κλισίης τρίποδας φέρον, οὕς οἱ ὑπέστη,
αἴθωνας δὲ λέβητας είκοσι, δώδεκα δ’ἵππους·
ἐκ δ’ἄγον αἶψα γυναῖκας ἀμύμονα ἔργα ἰδυίας
ἕπτ’, ἀτὰρ ὀγδοάτην Βρισηΐδα καλλιπάρον.
χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλαντα
ἦρχ’, ἅμα δ’ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν.
καὶ τὰ μὲν ἐν μέσσ ἀγορ θέσαν, ἂν δ’Ἀγαμέμνων
ἵστατο· Ταλθύβιος δὲ θε ἐναλίγκιος αὐδὴν
κάπρον ἔχων ἐν χερσ παρίστατο ποιμένι λαῶν.
Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,
οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ωρτο,
κάπρου ἀπ τρίχας ἀρξάμενος Δι χεῖρας ἀνασχὼν
εὔχετο· τοὶ δ’ἄρα πάντες ἐπ’ αὐτόφιν εἵατο σιγ
Ἀργεῖοι κατ μοῖραν ἀκούοντες βασιλος.
εὐξάμενος δ’ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος
Γῆ τε καὶ έλιος καὶ Ἐρινύες, αἵ θ’ὑπ γαῖαν
ἀνθρώπους τίνυνται, ὅτις κ’ἐπίορκον ὀμόσσῃ,
μὴ μὲν ἐγ κούρ Βρισηΐδι χεῖρ’ ἐπένεικα,
οὔτ’ εὐνῆς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου.
ἀλλ’ ἔμεν’ ἀπροτίμαστος ἐν κλισίῃσιν ἐμῇσιν.
εἰ δέ τι τῶνδ’ ἐπίορκον ἐμοὶ θεοὶ ἄλγεα δοῖεν
πολλ μάλ’, ὅσσα διδοῦσιν ὅτίς σφ’ἀλίτηται ὀμόσσας.
ἦ, καὶ ἀπ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ.
τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα
ῥῖψ’ ἐπιδινήσας βόσιν ἰχθύσιν· αὐτὰρ Ἀχιλλεὺς
ἀνστὰς Ἀργείοισι φιλοπτολέμοισι μετηύδα·
Ζεῦ πάτερ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα·
οὐκ ἂν δή ποτε θυμὸν ἐν στήθεσσιν ἐμοῖσιν
Ἀτρεΐδης ὤρινε διαμπερές, οὐδέ κε κούρην
ἦγεν ἐμεῦ έκοντος ἀμήχανος· ἀλλά ποθι Ζεὺς
ἤθελ’ Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι.
νῦν δ’ἔρχεσθ’ ἐπ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.
ὣς ἄρ’ ἐφώνησεν, λῦσεν δ’ἀγορὴν αἰψηρήν.
οἳ μὲν ἄρ’ ἐσκίδναντο ὴν ἐπ νῆα ἕκαστος,
δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο,
βὰν δ’ἐπ νῆα φέροντες Ἀχιλλος θείοιο.
καὶ τὰ μὲν ἐν κλισίῃσι θέσαν, κάθισαν δὲ γυναῖκας,
ἵππους δ’εἰς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί.
Βρισηῒς δ’ἄρ’ ἔπειτ’ ἰκέλη χρυσέ Ἀφροδίτ
ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ,
ἀμφ’ αὐτ χυμένη λίγ’ ἐκώκυε, χερσ δ’ἄμυσσε
στήθεά τ’ἠδ’ ἁπαλὴν δειρὴν ἰδ καλ πρόσωπα.
εἶπε δ’ἄρα κλαίουσα γυν ϊκυῖα θεῇσι·
Πάτροκλέ μοι δειλ πλεῖστον κεχαρισμένε θυμ
ζωὸν μέν σε ἔλειπον ἐγ κλισίηθεν οῦσα,
νῦν δέ σε τεθνηῶτα κιχάνομαι ὄρχαμε λαῶν
ἂψ ἀνιοῦσ’· ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί.
ἄνδρα μὲν ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ
εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ,
τρεῖς τε κασιγνήτους, τούς μοι μία γείνατο μήτηρ,
κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον.
οὐδ μὲν οὐδέ μ’ἔασκες, ὅτ’ ἄνδρ’ ἐμὸν ὠκὺς Ἀχιλλεὺς
ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος,
κλαίειν, ἀλλά μ’ἔφασκες Ἀχιλλος θείοιο
κουριδίην ἄλοχον θήσειν, ἄξειν τ’ἐν νηυσὶν
ἐς Φθίην, δαίσειν δὲ γάμον μετ Μυρμιδόνεσσι.
τώ σ’ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί.
ὣς ἔφατο κλαίουσ’, ἐπ δὲ στενάχοντο γυναῖκες
Πάτροκλον πρόφασιν, σφῶν δ’αὐτῶν κήδε’ ἑκάστη.
αὐτὸν δ’ἀμφ γέροντες Ἀχαιῶν ἠγερέθοντο
λισσόμενοι δειπνῆσαι· δ’ἠρνεῖτο στεναχίζων·
λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθ’ ἑταίρων,
μή με πρὶν σίτοιο κελεύετε μηδ ποτῆτος
ἄσασθαι φίλον ἦτορ, ἐπεί μ’ἄχος αἰνὸν ἱκάνει·
δύντα δ’ἐς έλιον μενέω καὶ τλήσομαι ἔμπης.
ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλας,
δοι δ’Ἀτρεΐδα μενέτην καὶ δῖος Ὀδυσσεὺς
Νέστωρ Ἰδομενεύς τε γέρων θ’ἱππηλάτα Φοῖνιξ
τέρποντες πυκινῶς ἀκαχήμενον· οὐδέ τι θυμ
τέρπετο, πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος.
μνησάμενος δ’ἁδινῶς ἀνενείκατο φώνησέν τε·
ῥά νύ μοί ποτε καὶ σὺ δυσάμμορε φίλταθ’ ἑταίρων
αὐτὸς ἐν κλισί λαρὸν παρ δεῖπνον ἔθηκας
αἶψα καὶ ὀτραλέως, ὁπότε σπερχοίατ’ Ἀχαιοὶ
Τρωσὶν ἐφ’ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.
νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος, αὐτὰρ ἐμὸν κῆρ
ἄκμηνον πόσιος καὶ ἐδητύος ἔνδον όντων
σῇ ποθῇ· οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι,
οὐδ’ εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην,
ὅς που νῦν Φθίηφι τέρεν κατ δάκρυον εἴβει
χήτεϊ τοιοῦδ’ υἷος· δ’ἀλλοδαπ ἐν δήμ
εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω·
τὸν ὃς Σκύρ μοι ἔνι τρέφεται φίλος υἱός,
εἴ που ἔτι ζώει γε Νεοπτόλεμος θεοειδής.
πρὶν μὲν γάρ μοι θυμὸς ἐν στήθεσσιν ώλπει
οἶον ἐμ φθίσεσθαι ἀπ’ Ἄργεος ἱπποβότοιο
αὐτοῦ ἐν Τροίῃ, σὲ δέ τε Φθίην δὲ νέεσθαι,
ὡς ἄν μοι τὸν παῖδα θο ἐν νη μελαίν
Σκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστα
κτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.
ἤδη γὰρ Πηλά γ’ ὀΐομαι κατ πάμπαν
τεθνάμεν, που τυτθὸν ἔτι ζώοντ’ ἀκάχησθαι
γήραΐ τε στυγερ καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ
λυγρὴν ἀγγελίην, ὅτ’ ἀποφθιμένοιο πύθηται.
ὣς ἔφατο κλαίων, ἐπ δὲ στενάχοντο γέροντες,
μνησάμενοι τὰ ἕκαστος ἐν μεγάροισιν ἔλειπον·
μυρομένους δ’ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων,
αἶψα δ’Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
τέκνον ἐμόν, δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ος.
νύ τοι οὐκέτι πάγχυ μετ φρεσ μέμβλετ’ Ἀχιλλεύς;
κεῖνος γε προπάροιθε νεῶν ὀρθοκραιράων
ἧσται ὀδυρόμενος ἕταρον φίλον· οἳ δὲ δὴ ἄλλοι
οἴχονται μετ δεῖπνον, δ’ἄκμηνος καὶ ἄπαστος.
ἀλλ’ ἴθι οἱ νέκτάρ τε καὶ ἀμβροσίην ἐρατεινὴν
στάξον ἐν στήθεσσ’, ἵνα μή μιν λιμὸς ἵκηται.
ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·
δ’ἅρπ ϊκυῖα τανυπτέρυγι λιγυφών
οὐρανοῦ ἐκκατεπᾶλτο δι’ αἰθέρος. αὐτὰρ Ἀχαιοὶ
αὐτίκα θωρήσσοντο κατ στρατόν· δ’Ἀχιλϊ
νέκταρ ἐν στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴν
στάξ’, ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθ’ ἵκοιτο·
αὐτ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶ
ᾤχετο, τοὶ δ’ἀπάνευθε νεῶν ἐχέοντο θοάων.
ὡς δ’ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονται
ψυχραὶ ὑπ ῥιπῆς αἰθρηγενέος Βορέαο,
ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι
νηῶν ἐκφορέοντο καὶ ἀσπίδες ὀμφαλόεσσαι
θώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα.
αἴγλη δ’οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περ χθὼν
χαλκοῦ ὑπ στεροπῆς· ὑπ δὲ κτύπος ὄρνυτο ποσσὶν
ἀνδρῶν· ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς.
τοῦ καὶ ὀδόντων μὲν καναχ πέλε, τὼ δέ οἱ ὄσσε
λαμπέσθην ὡς εἴ τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ
δῦν’ ἄχος ἄτλητον· δ’ἄρα Τρωσὶν μενεαίνων
δύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων.
κνημῖδας μὲν πρῶτα περ κνήμῃσιν ἔθηκε
καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
δεύτερον αὖ θώρηκα περ στήθεσσιν ἔδυνεν.
ἀμφ δ’ἄρ’ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
χάλκεον· αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε
εἵλετο, τοῦ δ’ἀπάνευθε σέλας γένετ’ ΰτε μήνης.
ὡς δ’ὅτ’ ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανή
καιομένοιο πυρός, τό τε καίεται ὑψόθ’ ὄρεσφι
σταθμ ἐν οἰοπόλῳ· τοὺς δ’οὐκ ἐθέλοντας ελλαι
πόντον ἐπ’ ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν·
ὣς ἀπ’ Ἀχιλλος σάκεος σέλας αἰθέρ’ ἵκανε
καλοῦ δαιδαλέου· περ δὲ τρυφάλειαν είρας
κρατ θέτο βριαρήν· δ’ἀστὴρ ὣς ἀπέλαμπεν
ἵππουρις τρυφάλεια, περισσείοντο δ’ἔθειραι
χρύσεαι, ἃς Ἥφαιστος ει λόφον ἀμφ θαμειάς.
πειρήθη δ’ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς,
εἰ οἷ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλα γυῖα·
τῷ δ’εὖτε πτερ γίγνετ’, ειρε δὲ ποιμένα λαῶν.
ἐκ δ’ἄρα σύριγγος πατρώϊον ἐσπάσατ’ ἔγχος
βριθ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατ’ ἄλλος Ἀχαιῶν
πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς·
Πηλιάδα μελίην, τὴν πατρ φίλ πόρε Χείρων
Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν·
ἵππους δ’Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντες
ζεύγνυον· ἀμφ δὲ καλ λέπαδν’ ἕσαν, ἐν δὲ χαλινοὺς
γαμφηλῇς ἔβαλον, κατ δ’ἡνία τεῖναν ὀπίσσω
κολλητὸν ποτ δίφρον. δὲ μάστιγα φαεινὴν
χειρ λαβὼν ἀραρυῖαν ἐφ’ ἵπποιιν ἀνόρουσεν
Αὐτομέδων· ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεὺς
τεύχεσι παμφαίνων ὥς τ’ἠλέκτωρ Ὑπερίων,
σμερδαλέον δ’ἵπποισιν ἐκέκλετο πατρὸς οῖο·
Ξάνθέ τε καὶ Βαλίε τηλεκλυτ τέκνα Ποδάργης
ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχα
ἂψ Δαναῶν ἐς ὅμιλον ἐπεί χ’ἕωμεν πολέμοιο,
μηδ’ ὡς Πάτροκλον λίπετ’ αὐτόθι τεθνηῶτα.
τὸν δ’ἄρ’ ὑπ ζυγόφι προσέφη πόδας αἰόλος ἵππος
Ξάνθος, ἄφαρ δ’ἤμυσε καρήατι· πᾶσα δὲ χαίτη
ζεύγλης ἐξεριποῦσα παρ ζυγὸν οὖδας ἵκανεν·
αὐδήεντα δ’ἔθηκε θε λευκώλενος Ἥρη·
καὶ λίην σ’ἔτι νῦν γε σαώσομεν ὄβριμ’ Ἀχιλλεῦ·
ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον· οὐδέ τοι ἡμεῖς
αἴτιοι, ἀλλ θεός τε μέγας καὶ Μοῖρα κραταιή.
οὐδ γὰρ ἡμετέρ βραδυτῆτί τε νωχελί τε
Τρῶες ἀπ’ ὤμοιιν Πατρόκλου τεύχε’ ἕλοντο·
ἀλλ θεῶν ὤριστος, ὃν ΰκομος τέκε Λητώ,
ἔκταν’ ἐν προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.
νῶϊ δὲ καί κεν ἅμα πνοι Ζεφύροιο θέοιμεν,
ἥν περ ἐλαφροτάτην φάσ’ ἔμμεναι· ἀλλ σοὶ αὐτ
μόρσιμόν ἐστι θε τε καὶ ἀνέρι ἶφι δαμῆναι.
ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν.
τὸν δὲ μέγ’ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
Ξάνθε τί μοι θάνατον μαντεύεαι; οὐδέ τί σε χρή.
εὖ νυ τὸ οἶδα καὶ αὐτὸς μοι μόρος ἐνθάδ’ ὀλέσθαι
νόσφι φίλου πατρὸς καὶ μητέρος· ἀλλ καὶ ἔμπης
οὐ λήξω πρὶν Τρῶας ἅδην ἐλάσαι πολέμοιο.
ῥα, καὶ ἐν πρώτοις άχων ἔχε μώνυχας ἵππους.