Click a line, and/or use up/down arrows. The audio works best in Chrome or Firefox.
ὣς οἳ μὲν περ νηὸς ϋσσέλμοιο μάχοντο·
Πάτροκλος δ’Ἀχιλϊ παρίστατο ποιμένι λαῶν
δάκρυα θερμ χέων ὥς τε κρήνη μελάνυδρος,
τε κατ’ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.
τὸν δὲ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
τίπτε δεδάκρυσαι Πατρόκλεες, ΰτε κούρη
νηπίη, θ’ἅμα μητρ θέουσ’ ἀνελέσθαι ἀνώγει
εἱανοῦ ἁπτομένη, καί τ’ἐσσυμένην κατερύκει,
δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρ’ ἀνέληται·
τῇ ἴκελος Πάτροκλε τέρεν κατ δάκρυον εἴβεις.
έ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἐμοὶ αὐτῷ,
έ τιν’ ἀγγελίην Φθίης ἐξέκλυες οἶος;
ζώειν μὰν ἔτι φασ Μενοίτιον Ἄκτορος υἱόν,
ζώει δ’Αἰακίδης Πηλεὺς μετ Μυρμιδόνεσσι;
τῶν κε μάλ’ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων.
ε σύ γ’Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται
νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς;
ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.
τὸν δὲ βαρ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ·
Ἀχιλεῦ Πηλῆος υἱ μέγα φέρτατ’ Ἀχαιῶν
μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.
οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,
ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.
βέβληται μὲν Τυδεΐδης κρατερὸς Διομήδης,
οὔτασται δ’Ὀδυσεὺς δουρικλυτὸς ἠδ’ Ἀγαμέμνων,
βέβληται δὲ καὶ Εὐρύπυλος κατ μηρὸν ϊστῷ.
τοὺς μέν τ’ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται
ἕλκε’ ἀκειόμενοι· σὺ δ’ἀμήχανος ἔπλευ Ἀχιλλεῦ.
μὴ ἐμέ γ’οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις
αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ
αἴ κε μὴ Ἀργείοισιν εικέα λοιγὸν ἀμύνῃς;
νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς,
οὐδ Θέτις μήτηρ· γλαυκ δέ σε τίκτε θάλασσα
πέτραι τ’ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής.
εἰ δέ τινα φρεσ σῇσι θεοπροπίην ἀλεείνεις
καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,
ἀλλ’ ἐμέ περ πρόες ὦχ’, ἃμα δ’ἄλλον λαὸν ὄπασσον
Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι.
δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι,
αἴ κ’ἐμ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο
Τρῶες, ἀναπνεύσωσι δ’ Ἀρήϊοι υἷες Ἀχαιῶν
τειρόμενοι· ὀλίγη δέ τ’ἀνάπνευσις πολέμοιο.
ῥεῖα δέ κ’ἀκμῆτες κεκμηότας ἄνδρας ϋτ
ὤσαιμεν προτ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
ὣς φάτο λισσόμενος μέγα νήπιος· γὰρ ἔμελλεν
οἷ αὐτ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι.
τὸν δὲ μέγ’ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
μοι διογενὲς Πατρόκλεες οἷον ειπες·
οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα,
οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ·
ἀλλ τόδ’ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει,
ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι
καὶ γέρας ἂψ ἀφελέσθαι, τε κράτεϊ προβεβήκῃ·
αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ.
κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν,
δουρ δ’ἐμ κτεάτισσα πόλιν εὐτείχεα πέρσας,
τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων
Ἀτρεΐδης ὡς εἴ τιν’ ἀτίμητον μετανάστην.
ἀλλ τὰ μὲν προτετύχθαι ἐάσομεν· οὐδ’ ἄρα πως ἦν
ἀσπερχὲς κεχολῶσθαι ἐν φρεσίν· ἤτοι ἔφην γε
οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλ’ ὁπότ’ ἂν δὴ
νῆας ἐμὰς ἀφίκηται ϋτή τε πτόλεμός τε.
τύνη δ’ὤμοιιν μὲν ἐμ κλυτ τεύχεα δῦθι,
ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι,
εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε
νηυσὶν ἐπικρατέως, οἳ δὲ ῥηγμῖνι θαλάσσης
κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες
Ἀργεῖοι, Τρώων δὲ πόλις ἐπ πᾶσα βέβηκε
θάρσυνος· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον
ἐγγύθι λαμπομένης· τάχα κεν φεύγοντες ἐναύλους
πλήσειαν νεκύων, εἴ μοι κρείων Ἀγαμέμνων
ἤπια εἰδείη· νῦν δὲ στρατὸν ἀμφιμάχονται.
οὐ γὰρ Τυδεΐδεω Διομήδεος ἐν παλάμῃσι
μαίνεται ἐγχείη Δαναῶν ἀπ λοιγὸν ἀμῦναι·
οὐδέ πω Ἀτρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντος
ἐχθρῆς ἐκ κεφαλῆς· ἀλλ’ Ἕκτορος ἀνδροφόνοιο
Τρωσ κελεύοντος περιάγνυται, οἳ δ’ἀλαλητ
πᾶν πεδίον κατέχουσι μάχ νικῶντες Ἀχαιούς.
ἀλλ καὶ ὧς Πάτροκλε νεῶν ἄπο λοιγὸν ἀμύνων
ἔμπεσ’ ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο
νῆας ἐνιπρήσωσι, φίλον δ’ἀπ νόστον ἕλωνται.
πείθεο δ’ὥς τοι ἐγ μύθου τέλος ἐν φρεσ θείω,
ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι
πρὸς πάντων Δαναῶν, ἀτὰρ οἳ περικαλλέα κούρην
ἂψ ἀπονάσσωσιν, ποτ δ’ἀγλα δῶρα πόρωσιν.
ἐκ νηῶν ἐλάσας έναι πάλιν· εἰ δέ κεν αὖ τοι
δώ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης,
μὴ σύ γ’ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν
Τρωσ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις·
μὴ δ’ἐπαγαλλόμενος πολέμ καὶ δηϊοτῆτι
Τρῶας ἐναιρόμενος προτ Ἴλιον ἡγεμονεύειν,
μή τις ἀπ’ Οὐλύμποιο θεῶν αἰειγενετάων
ἐμβήῃ· μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων·
ἀλλ πάλιν τρωπᾶσθαι, ἐπὴν φάος ἐν νήεσσι
θήῃς, τοὺς δ’ἔτ’ ᾶν πεδίον κάτα δηριάασθαι.
αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
μήτέ τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι,
μήτέ τις Ἀργείων, νῶϊν δ’ἐκδῦμεν ὄλεθρον,
ὄφρ’ οἶοι Τροίης ερ κρήδεμνα λύωμεν.
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
Αἴας δ’οὐκ ἔτ’ ἔμιμνε· βιάζετο γὰρ βελέεσσι·
δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶ
βάλλοντες· δεινὴν δὲ περ κροτάφοισι φαειν
πήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δ’αἰεὶ
κὰπ φάλαρ’ εὐποίηθ’· δ’ἀριστερὸν ὦμον ἔκαμνεν
ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον· οὐδ δύναντο
ἀμφ’ αὐτ πελεμίξαι ἐρείδοντες βελέεσσιν.
αἰεὶ δ’ἀργαλέ ἔχετ’ ἄσθματι, κὰδ δέ οἱ ἱδρὼς
πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πῃ εἶχεν
ἀμπνεῦσαι· πάντ δὲ κακὸν κακ ἐστήρικτο.
ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι,
ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν.
Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς
πλῆξ’ ορι μεγάλ αἰχμῆς παρ καυλὸν ὄπισθεν,
ἀντικρ δ’ἀπάραξε· τὸ μὲν Τελαμώνιος Αἴας
πῆλ’ αὔτως ἐν χειρ κόλον δόρυ, τῆλε δ’ἀπ’ αὐτοῦ
αἰχμ χαλκείη χαμάδις βόμβησε πεσοῦσα.
γνῶ δ’Αἴας κατ θυμὸν ἀμύμονα ῥίγησέν τε
ἔργα θεῶν, ῥα πάγχυ μάχης ἐπ μήδεα κεῖρε
Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ βούλετο νίκην·
χάζετο δ’ἐκ βελέων. τοὶ δ’ἔμβαλον ἀκάματον πῦρ
νη θοῇ· τῆς δ’αἶψα κατ’ ἀσβέστη κέχυτο φλόξ.
ὣς τὴν μὲν πρυμνὴν πῦρ ἄμφεπεν· αὐτὰρ Ἀχιλλεὺς
μηρ πληξάμενος Πατροκλα προσέειπεν·
ὄρσεο διογενὲς Πατρόκλεες ἱπποκέλευθε·
λεύσσω δὴ παρ νηυσ πυρὸς δηίοιο ωήν·
μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτ πέλωνται·
δύσεο τεύχεα θᾶσσον, ἐγ δέ κε λαὸν ἀγείρω.
ὣς φάτο, Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ.
κνημῖδας μὲν πρῶτα περ κνήμῃσιν ἔθηκε
καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
δεύτερον αὖ θώρηκα περ στήθεσσιν ἔδυνε
ποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο.
ἀμφ δ’ἄρ’ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·
κρατ δ’ἐπ’ ἰφθίμ κυνέην εὔτυκτον ἔθηκεν
ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
εἵλετο δ’ἄλκιμα δοῦρε, τά οἱ παλάμηφιν ἀρήρει.
ἔγχος δ’οὐχ ἕλετ’ οἶον ἀμύμονος Αἰακίδαο
βριθ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατ’ ἄλλος Ἀχαιῶν
πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺς
Πηλιάδα μελίην, τὴν πατρ φίλ πόρε Χείρων
Πηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν.
ἵππους δ’Αὐτομέδοντα θοῶς ζευγνῦμεν ἄνωγε,
τὸν μετ’ Ἀχιλλα ῥηξήνορα τῖε μάλιστα,
πιστότατος δέ οἱ ἔσκε μάχ ἔνι μεῖναι ὁμοκλήν.
τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους
Ξάνθον καὶ Βαλίον, τὼ ἅμα πνοιῇσι πετέσθην,
τοὺς ἔτεκε Ζεφύρ ἀνέμ Ἅρπυια Ποδάργη
βοσκομένη λειμῶνι παρ ῥόον Ὠκεανοῖο.
ἐν δὲ παρηορίῃσιν ἀμύμονα Πήδασον ει,
τόν ῥά ποτ’ ετίωνος ἑλὼν πόλιν ἤγαγ’ Ἀχιλλεύς,
ὃς καὶ θνητὸς ὼν ἕπεθ’ ἵπποις ἀθανάτοισι.
Μυρμιδόνας δ’ἄρ’ ἐποιχόμενος θώρηξεν Ἀχιλλεὺς
πάντας ἀν κλισίας σὺν τεύχεσιν· οἳ δὲ λύκοι ὣς
ὠμοφάγοι, τοῖσίν τε περ φρεσὶν ἄσπετος ἀλκή,
οἵ τ’ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες
δάπτουσιν· πᾶσιν δὲ παρήϊον αἵματι φοινόν·
καί τ’ἀγεληδὸν ασιν ἀπ κρήνης μελανύδρου
λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ
ἄκρον ἐρευγόμενοι φόνον αἵματος· ἐν δέ τε θυμὸς
στήθεσιν ἄτρομός ἐστι, περιστένεται δέ τε γαστήρ·
τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδ μέδοντες
ἀμφ’ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο
ῥώοντ’· ἐν δ’ἄρα τοῖσιν ἀρήϊος ἵστατ’ Ἀχιλλεύς,
ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.
πεντήκοντ’ ἦσαν νῆες θοαί, ᾗσιν Ἀχιλλεὺς
ἐς Τροίην ἡγεῖτο Δι φίλος· ἐν δὲ ἑκάστ
πεντήκοντ’ ἔσαν ἄνδρες ἐπ κληῖσιν ἑταῖροι·
πέντε δ’ἄρ’ ἡγεμόνας ποιήσατο τοῖς ἐπεποίθει
σημαίνειν· αὐτὸς δὲ μέγα κρατέων ἤνασσε.
τῆς μὲν ῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξ
υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο·
ὃν τέκε Πηλος θυγάτηρ καλ Πολυδώρη
Σπερχει ἀκάμαντι γυν θε εὐνηθεῖσα,
αὐτὰρ ἐπίκλησιν Βώρ Περιήρεος υἷι,
ὅς ῥ’ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα.
τῆς δ’ἑτέρης Εὔδωρος ἀρήϊος ἡγεμόνευε
παρθένιος, τὸν ἔτικτε χορ καλ Πολυμήλη
Φύλαντος θυγάτηρ· τῆς δὲ κρατὺς ἀργεϊφόντης
ἠράσατ’, ὀφθαλμοῖσιν ἰδὼν μετ μελπομένῃσιν
ἐν χορ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς.
αὐτίκα δ’εἰς ὑπερῷ’ ἀναβὰς παρελέξατο λάθρ
Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸν
Εὔδωρον πέρι μὲν θείειν ταχὺν ἠδ μαχητήν.
αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια
ἐξάγαγε πρὸ φόως δὲ καὶ ελίου ἴδεν αὐγάς,
τὴν μὲν Ἐχεκλος κρατερὸν μένος Ἀκτορίδαο
ἠγάγετο πρὸς δώματ’, ἐπεὶ πόρε μυρία ἕδνα,
τὸν δ’ὃ γέρων Φύλας εὖ ἔτρεφεν ἠδ’ ἀτίταλλεν
ἀμφαγαπαζόμενος ὡς εἴ θ’ἑὸν υἱὸν όντα.
τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευε
Μαιμαλίδης, ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν
ἔγχεϊ μάρνασθαι μετ Πηλεΐωνος ἑταῖρον.
τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ,
πέμπτης δ’Ἀλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων.
αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμ’ ἡγεμόνεσσιν Ἀχιλλεὺς
στῆσεν κρίνας, κρατερὸν δ’ἐπ μῦθον ἔτελλε·
Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω,
ἃς ἐπ νηυσ θοῇσιν ἀπειλεῖτε Τρώεσσι
πάνθ’ ὑπ μηνιθμόν, καί μ’ᾐτιάασθε ἕκαστος·
σχέτλιε Πηλέος υἱ χόλ ἄρα σ’ἔτρεφε μήτηρ,
νηλεές, ὃς παρ νηυσὶν ἔχεις έκοντας ἑταίρους·
οἴκαδέ περ σὺν νηυσ νεώμεθα ποντοπόροισιν
αὖτις, ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ.
ταῦτά μ’ἀγειρόμενοι θάμ’ ἐβάζετε· νῦν δὲ πέφανται
φυλόπιδος μέγα ἔργον, ης τὸ πρίν γ’ἐράασθε.
ἔνθά τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω.
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
μᾶλλον δὲ στίχες ἄρθεν, ἐπεὶ βασιλος ἄκουσαν.
ὡς δ’ὅτε τοῖχον ἀνὴρ ἀράρ πυκινοῖσι λίθοισι
δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων,
ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι.
ἀσπὶς ἄρ’ ἀσπίδ’ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ’ἀνήρ·
ψαῦον δ’ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι
νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι.
πάντων δὲ προπάροιθε δύ’ ἀνέρε θωρήσσοντο
Πάτροκλός τε καὶ Αὐτομέδων ἕνα θυμὸν ἔχοντες
πρόσθεν Μυρμιδόνων πολεμιζέμεν. αὐτὰρ Ἀχιλλεὺς
βῆ ῥ’ἴμεν ἐς κλισίην, χηλοῦ δ’ἀπ πῶμ’ ἀνέῳγε
καλῆς δαιδαλέης, τήν οἱ Θέτις ἀργυρόπεζα
θῆκ’ ἐπ νηὸς ἄγεσθαι πλήσασα χιτώνων
χλαινάων τ’ἀνεμοσκεπέων οὔλων τε ταπήτων.
ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον, οὐδέ τις ἄλλος
οὔτ’ ἀνδρῶν πίνεσκεν ἀπ’ αὐτοῦ αἴθοπα οἶνον,
οὔτέ τε σπένδεσκε θεῶν, ὅτε μὴ Δι πατρί.
τό ῥα τότ’ ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεεί
πρῶτον, ἔπειτα δ’ἔνιψ’ ὕδατος καλῇσι ῥοῇσι,
νίψατο δ’αὐτὸς χεῖρας, ἀφύσσατο δ’αἴθοπα οἶνον.
εὔχετ’ ἔπειτα στὰς μέσ ἕρκεϊ, λεῖβε δὲ οἶνον
οὐρανὸν εἰσανιδών· Δία δ’οὐ λάθε τερπικέραυνον·
Ζεῦ ἄνα Δωδωναῖε Πελασγικ τηλόθι ναίων
Δωδώνης μεδέων δυσχειμέρου, ἀμφ δὲ Σελλοὶ
σοὶ ναίουσ’ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι,
ἠμὲν δή ποτ’ ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο,
τίμησας μὲν ἐμέ, μέγα δ’ἴψαο λαὸν Ἀχαιῶν,
ἠδ’ ἔτι καὶ νῦν μοι τόδ’ ἐπικρήηνον έλδωρ·
αὐτὸς μὲν γὰρ ἐγ μενέω νηῶν ἐν ἀγῶνι,
ἀλλ’ ἕταρον πέμπω πολέσιν μετ Μυρμιδόνεσσι
μάρνασθαι· τῷ κῦδος ἅμα πρόες εὐρύοπα Ζεῦ,
θάρσυνον δέ οἱ ἦτορ ἐν φρεσίν, ὄφρα καὶ Ἕκτωρ
εἴσεται ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν
ἡμέτερος θεράπων, οἱ τότε χεῖρες απτοι
μαίνονθ’, ὁππότ’ ἐγώ περ ω μετ μῶλον Ἄρηος.
αὐτὰρ ἐπεί κ’ἀπ ναῦφι μάχην ἐνοπήν τε δίηται,
ἀσκηθής μοι ἔπειτα θοὰς ἐπ νῆας ἵκοιτο
τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν.
ὣς ἔφατ’ εὐχόμενος, τοῦ δ’ἔκλυε μητίετα Ζεύς.
τῷ δ’ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δ’ἀνένευσε·
νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε
δῶκε, σόον δ’ἀνένευσε μάχης ἐξαπονέεσθαι.
ἤτοι μὲν σπείσας τε καὶ εὐξάμενος Δι πατρ
ἂψ κλισίην εἰσῆλθε, δέπας δ’ἀπέθηκ’ ἐν χηλῷ,
στῆ δὲ πάροιθ’ ἐλθὼν κλισίης, ἔτι δ’ἤθελε θυμ
εἰσιδέειν Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν.
οἳ δ’ἅμα Πατρόκλ μεγαλήτορι θωρηχθέντες
ἔστιχον, ὄφρ’ ἐν Τρωσ μέγα φρονέοντες ὄρουσαν.
αὐτίκα δὲ σφήκεσσιν οικότες ἐξεχέοντο
εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες
αἰεὶ κερτομέοντες ὁδ ἔπι οἰκί’ ἔχοντας
νηπίαχοι· ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι.
τοὺς δ’εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης
κινήσ έκων, οἳ δ’ἄλκιμον ἦτορ ἔχοντες
πρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι.
τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες
ἐκ νηῶν ἐχέοντο· βο δ’ἄσβεστος ὀρώρει.
Πάτροκλος δ’ἑτάροισιν ἐκέκλετο μακρὸν ΰσας·
Μυρμιδόνες ἕταροι Πηληϊάδεω Ἀχιλος
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,
ὡς ἂν Πηλεΐδην τιμήσομεν, ὃς μέγ’ ἄριστος
Ἀργείων παρ νηυσ καὶ ἀγχέμαχοι θεράποντες,
γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρ κρείων Ἀγαμέμνων
ἣν ἄτην, τ’ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου,
ἐν δ’ἔπεσον Τρώεσσιν ολλέες· ἀμφ δὲ νῆες
σμερδαλέον κονάβησαν ϋσάντων ὑπ’ Ἀχαιῶν.
Τρῶες δ’ὡς εἴδοντο Μενοιτίου ἄλκιμον υἱὸν
αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας,
πᾶσιν ὀρίνθη θυμός, ἐκίνηθεν δὲ φάλαγγες
ἐλπόμενοι παρ ναῦφι ποδώκεα Πηλεΐωνα
μηνιθμὸν μὲν ἀπορρῖψαι, φιλότητα δ’ἑλέσθαι·
πάπτηνεν δὲ ἕκαστος ὅπ φύγοι αἰπὺν ὄλεθρον.
Πάτροκλος δὲ πρῶτος ἀκόντισε δουρ φαειν
ἀντικρ κατ μέσσον, ὅθι πλεῖστοι κλονέοντο,
νη πάρα πρυμν μεγαθύμου Πρωτεσιλάου,
καὶ βάλε Πυραίχμην, ὃς Παίονας ἱπποκορυστὰς
ἤγαγεν ἐξ Ἀμυδῶνος ἀπ’ Ἀξιοῦ εὐρ ῥέοντος·
τὸν βάλε δεξιὸν ὦμον· δ’ὕπτιος ἐν κονίῃσι
κάππεσεν οἰμώξας, ἕταροι δέ μιν ἀμφεφόβηθεν
Παίονες· ἐν γὰρ Πάτροκλος φόβον ἧκεν ἅπασιν
ἡγεμόνα κτείνας, ὃς ἀριστεύεσκε μάχεσθαι.
ἐκ νηῶν δ’ἔλασεν, κατ δ’ἔσβεσεν αἰθόμενον πῦρ.
ἡμιδαὴς δ’ἄρα νηῦς λίπετ’ αὐτόθι· τοὶ δὲ φόβηθεν
Τρῶες θεσπεσί ὁμάδῳ· Δαναοὶ δ’ἐπέχυντο
νῆας ἀν γλαφυράς· ὅμαδος δ’ἀλίαστος ἐτύχθη.
ὡς δ’ὅτ’ ἀφ’ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο
κινήσ πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς,
ἔκ τ’ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι
καὶ νάπαι, οὐρανόθεν δ’ἄρ’ ὑπερράγη ἄσπετος αἰθήρ,
ὣς Δαναοὶ νηῶν μὲν ἀπωσάμενοι δήιον πῦρ*
τυτθὸν ἀνέπνευσαν, πολέμου δ’οὐ γίγνετ’ ἐρωή·
οὐ γάρ πώ τι Τρῶες ἀρηϊφίλων ὑπ’ Ἀχαιῶν
προτροπάδην φοβέοντο μελαινάων ἀπ νηῶν,
ἀλλ’ ἔτ’ ἄρ’ ἀνθίσταντο, νεῶν δ’ὑπόεικον ἀνάγκῃ.
ἔνθα δ’ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης
ἡγεμόνων. πρῶτος δὲ Μενοιτίου ἄλκιμος υἱὸς
αὐτίκ’ ἄρα στρεφθέντος Ἀρηϊλύκου βάλε μηρὸν
ἔγχεϊ ὀξυόεντι, δι πρὸ δὲ χαλκὸν ἔλασσε·
ῥῆξεν δ’ὀστέον ἔγχος, δὲ πρηνὴς ἐπ γαί
κάππεσ’· ἀτὰρ Μενέλαος ἀρήϊος οὖτα Θόαντα
στέρνον γυμνωθέντα παρ’ ἀσπίδα, λῦσε δὲ γυῖα.
Φυλεΐδης δ’Ἄμφικλον ἐφορμηθέντα δοκεύσας
ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος, ἔνθα πάχιστος
μυὼν ἀνθρώπου πέλεται· περ δ’ἔγχεος αἰχμ
νεῦρα διεσχίσθη· τὸν δὲ σκότος ὄσσε κάλυψε.
Νεστορίδαι δ’ὃ μὲν οὔτασ’ Ἀτύμνιον ὀξέϊ δουρ
Ἀντίλοχος, λαπάρης δὲ διήλασε χάλκεον ἔγχος·
ἤριπε δὲ προπάροιθε. Μάρις δ’αὐτοσχεδ δουρ
Ἀντιλόχ ἐπόρουσε κασιγνήτοιο χολωθεὶς
στὰς πρόσθεν νέκυος· τοῦ δ’ἀντίθεος Θρασυμήδης
ἔφθη ὀρεξάμενος πρὶν οὐτάσαι, οὐδ’ ἀφάμαρτεν,
ὦμον ἄφαρ· πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκ
δρύψ’ ἀπ μυώνων, ἀπ δ’ὀστέον ἄχρις ἄραξε·
δούπησεν δὲ πεσών, κατ δὲ σκότος ὄσσε κάλυψεν.
ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντε
βήτην εἰς Ἔρεβος Σαρπηδόνος ἐσθλοὶ ἑταῖροι
υἷες ἀκοντισταὶ Ἀμισωδάρου, ὅς ῥα Χίμαιραν
θρέψεν ἀμαιμακέτην πολέσιν κακὸν ἀνθρώποισιν.
Αἴας δὲ Κλεόβουλον ϊλιάδης ἐπορούσας
ζωὸν ἕλε βλαφθέντα κατ κλόνον· ἀλλά οἱ αὖθι
λῦσε μένος πλήξας ξίφει αὐχένα κωπήεντι.
πᾶν δ’ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατ’ ὄσσε
ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
Πηνέλεως δὲ Λύκων τε συνέδραμον· ἔγχεσι μὲν γὰρ
ἤμβροτον ἀλλήλων, μέλεον δ’ἠκόντισαν ἄμφω·
τὼ δ’αὖτις ξιφέεσσι συνέδραμον. ἔνθα Λύκων μὲν
ἱπποκόμου κόρυθος φάλον ἤλασεν, ἀμφ δὲ καυλὸν
φάσγανον ἐρραίσθη· δ’ὑπ’ οὔατος αὐχένα θεῖνε
Πηνέλεως, πᾶν δ’εἴσω ἔδυ ξίφος, ἔσχεθε δ’οἶον
δέρμα, παρηέρθη δὲ κάρη, ὑπέλυντο δὲ γυῖα.
Μηριόνης δ’Ἀκάμαντα κιχεὶς ποσ καρπαλίμοισι
νύξ’ ἵππων ἐπιβησόμενον κατ δεξιὸν ὦμον·
ἤριπε δ’ἐξ ὀχέων, κατ δ’ὀφθαλμῶν κέχυτ’ ἀχλύς.
Ἰδομενεὺς δ’Ἐρύμαντα κατ στόμα νηλέϊ χαλκ
νύξε· τὸ δ’ἀντικρ δόρυ χάλκεον ἐξεπέρησε
νέρθεν ὑπ’ ἐγκεφάλοιο, κέασσε δ’ἄρ’ ὀστέα λευκά·
ἐκ δ’ἐτίναχθεν ὀδόντες, ἐνέπλησθεν δέ οἱ ἄμφω
αἵματος ὀφθαλμοί· τὸ δ’ἀν στόμα καὶ κατ ῥῖνας
πρῆσε χανών· θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν.
οὗτοι ἄρ’ ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκαστος.
ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἐρίφοισι
σίνται ὑπ’ ἐκ μήλων αἱρεύμενοι, αἵ τ’ἐν ὄρεσσι
ποιμένος ἀφραδίῃσι διέτμαγεν· οἳ δὲ ἰδόντες
αἶψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας·
ὣς Δαναοὶ Τρώεσσιν ἐπέχραον· οἳ δὲ φόβοιο
δυσκελάδου μνήσαντο, λάθοντο δὲ θούριδος ἀλκῆς.
Αἴας δ’ὃ μέγας αἰὲν ἐφ’ Ἕκτορι χαλκοκορυστ
ετ’ ἀκοντίσσαι· δὲ ἰδρεί πολέμοιο
ἀσπίδι ταυρεί κεκαλυμμένος εὐρέας ὤμους
σκέπτετ’ ϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων.
μὲν δὴ γίγνωσκε μάχης ἑτεραλκέα νίκην·
ἀλλ καὶ ὧς ἀνέμιμνε, σάω δ’ἐρίηρας ἑταίρους.
ὡς δ’ὅτ’ ἀπ’ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω
αἰθέρος ἐκ δίης, ὅτε τε Ζεὺς λαίλαπα τείνῃ,
ὣς τῶν ἐκ νηῶν γένετο αχή τε φόβος τε,
οὐδ κατ μοῖραν πέραον πάλιν. Ἕκτορα δ’ἵπποι
ἔκφερον ὠκύποδες σὺν τεύχεσι, λεῖπε δὲ λαὸν
Τρωϊκόν, οὓς έκοντας ὀρυκτ τάφρος ἔρυκε.
πολλοὶ δ’ἐν τάφρ ἐρυσάρματες ὠκέες ἵπποι
ἄξαντ’ ἐν πρώτ ῥυμ λίπον ἅρματ’ ἀνάκτων,
Πάτροκλος δ’ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων
Τρωσ κακ φρονέων· οἳ δὲ αχ τε φόβ τε
πάσας πλῆσαν ὁδούς, ἐπεὶ ἂρ τμάγεν· ὕψι δ’ἀέλλη
σκίδναθ’ ὑπ νεφέων, τανύοντο δὲ μώνυχες ἵπποι
ἄψορρον προτ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
Πάτροκλος δ’ᾗ πλεῖστον ὀρινόμενον ἴδε λαόν,
τῇ ῥ’ἔχ’ ὁμοκλήσας· ὑπ δ’ἄξοσι φῶτες ἔπιπτον
πρηνέες ἐξ ὀχέων, δίφροι δ’ἀνακυμβαλίαζον.
ἀντικρ δ’ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι
ἄμβροτοι, οὓς Πηλϊ θεοὶ δόσαν ἀγλα δῶρα,
πρόσσω έμενοι, ἐπ δ’Ἕκτορι κέκλετο θυμός·
ετο γὰρ βαλέειν· τὸν δ’ἔκφερον ὠκέες ἵπποι.
ὡς δ’ὑπ λαίλαπι πᾶσα κελαιν βέβριθε χθὼν
ἤματ’ ὀπωρινῷ, ὅτε λαβρότατον χέει ὕδωρ
Ζεύς, ὅτε δή ῥ’ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ,
οἳ βί εἰν ἀγορ σκολιὰς κρίνωσι θέμιστας,
ἐκ δὲ δίκην ἐλάσωσι θεῶν ὄπιν οὐκ ἀλέγοντες·
τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες,
πολλὰς δὲ κλιτῦς τότ’ ἀποτμήγουσι χαράδραι,
ἐς δ’ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι
ἐξ ὀρέων ἐπικάρ, μινύθει δέ τε ἔργ’ ἀνθρώπων·
ὣς ἵπποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι.
Πάτροκλος δ’ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας,
ἂψ ἐπ νῆας εργε παλιμπετές, οὐδ πόληος
εἴα εμένους ἐπιβαινέμεν, ἀλλ μεσηγ
νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο
κτεῖνε μεταΐσσων, πολέων δ’ἀπετίνυτο ποινήν.
ἔνθ’ ἤτοι Πρόνοον πρῶτον βάλε δουρ φαειν
στέρνον γυμνωθέντα παρ’ ἀσπίδα, λῦσε δὲ γυῖα·
δούπησεν δὲ πεσών· δὲ Θέστορα Ἤνοπος υἱὸν
δεύτερον ὁρμηθείς· μὲν εὐξέστ ἐν δίφρ
ἧστο ἀλείς· ἐκ γὰρ πλήγη φρένας, ἐκ δ’ἄρα χειρῶν
ἡνία ΐχθησαν· δ’ἔγχεϊ νύξε παραστὰς
γναθμὸν δεξιτερόν, δι δ’αὐτοῦ πεῖρεν ὀδόντων,
ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος, ὡς ὅτε τις φὼς
πέτρ ἔπι προβλῆτι καθήμενος ερὸν ἰχθὺν
ἐκ πόντοιο θύραζε λίν καὶ ἤνοπι χαλκῷ·
ὣς ἕλκ’ ἐκ δίφροιο κεχηνότα δουρ φαεινῷ,
κὰδ δ’ἄρ’ ἐπ στόμ’ ωσε· πεσόντα δέ μιν λίπε θυμός.
αὐτὰρ ἔπειτ’ Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρ
μέσσην κὰκ κεφαλήν· δ’ἄνδιχα πᾶσα κεάσθη
ἐν κόρυθι βριαρῇ· δ’ἄρα πρηνὴς ἐπ γαί
κάππεσεν, ἀμφ δέ μιν θάνατος χύτο θυμοραϊστής.
αὐτὰρ ἔπειτ’ Ἐρύμαντα καὶ Ἀμφοτερὸν καὶ Ἐπάλτην
Τληπόλεμόν τε Δαμαστορίδην Ἐχίον τε Πύριν τε
Ἰφέα τ’Εὔιππόν τε καὶ Ἀργεάδην Πολύμηλον
πάντας ἐπασσυτέρους πέλασε χθον πουλυβοτείρῃ.
Σαρπηδὼν δ’ὡς οὖν ἴδ’ ἀμιτροχίτωνας ἑταίρους
χέρσ’ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας,
κέκλετ’ ἄρ’ ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν·
αἰδὼς Λύκιοι· πόσε φεύγετε; νῦν θοοὶ ἔστε.
ἀντήσω γὰρ ἐγ τοῦδ’ ἀνέρος, ὄφρα δαείω
ὅς τις ὅδε κρατέει καὶ δὴ κακ πολλ ἔοργε
Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ’ ἔλυσεν.
ῥα, καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
Πάτροκλος δ’ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου.
οἳ δ’ὥς τ’αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι
πέτρ ἐφ’ ὑψηλ μεγάλα κλάζοντε μάχωνται,
ὣς οἳ κεκλήγοντες ἐπ’ ἀλλήλοισιν ὄρουσαν.
τοὺς δὲ ἰδὼν ἐλέησε Κρόνου πάϊς ἀγκυλομήτεω,
Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε·
μοι ἐγών, τέ μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν
μοῖρ’ ὑπ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι.
διχθ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι,
μιν ζωὸν όντα μάχης ἄπο δακρυοέσσης
θείω ἀναρπάξας Λυκίης ἐν πίονι δήμῳ,
ἤδη ὑπ χερσ Μενοιτιάδαο δαμάσσω.
τὸν δ’ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη·
αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ειπες.
ἄνδρα θνητὸν όντα πάλαι πεπρωμένον αἴσ
ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;
ἔρδ’· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
ἄλλο δέ τοι ἐρέω, σὺ δ’ἐν φρεσ βάλλεο σῇσιν·
αἴ κε ζὼν πέμψῃς Σαρπηδόνα ὃν δὲ δόμον δέ,
φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος
πέμπειν ὃν φίλον υἱὸν ἀπ κρατερῆς ὑσμίνης·
πολλοὶ γὰρ περ ἄστυ μέγα Πριάμοιο μάχονται
υἱέες ἀθανάτων, τοῖσιν κότον αἰνὸν ἐνήσεις.
ἀλλ’ εἴ τοι φίλος ἐστί, τεὸν δ’ὀλοφύρεται ἦτορ,
ἤτοι μέν μιν ἔασον ἐν κρατερ ὑσμίν
χέρσ’ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι·
αὐτὰρ ἐπὴν δὴ τόν γε λίπ ψυχή τε καὶ αἰών,
πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον
εἰς κε δὴ Λυκίης εὐρείης δῆμον ἵκωνται,
ἔνθά ταρχύσουσι κασίγνητοί τε ἔται τε
τύμβ τε στήλ τε· τὸ γὰρ γέρας ἐστ θανόντων.
ὣς ἔφατ’, οὐδ’ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε
παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλε
φθίσειν ἐν Τροί ἐριβώλακι τηλόθι πάτρης.
οἳ δ’ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν όντες,
ἔνθ’ ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον,
ὅς ῥ’ἠῢς θεράπων Σαρπηδόνος εν ἄνακτος,
τὸν βάλε νείαιραν κατ γαστέρα, λῦσε δὲ γυῖα.
Σαρπηδὼν δ’αὐτοῦ μὲν ἀπήμβροτε δουρ φαειν
δεύτερον ὁρμηθείς, δὲ Πήδασον οὔτασεν ἵππον
ἔγχεϊ δεξιὸν ὦμον· δ’ἔβραχε θυμὸν ΐσθων,
κὰδ δ’ἔπεσ’ ἐν κονίῃσι μακών, ἀπ δ’ἔπτατο θυμός.
τὼ δὲ διαστήτην, κρίκε δὲ ζυγόν, ἡνία δέ σφι
σύγχυτ’, ἐπεὶ δὴ κεῖτο παρήορος ἐν κονίῃσι.
τοῖο μὲν Αὐτομέδων δουρικλυτὸς εὕρετο τέκμωρ·
σπασσάμενος τανύηκες ορ παχέος παρ μηροῦ
ΐξας ἀπέκοψε παρήορον οὐδ’ ἐμάτησε·
τὼ δ’ἰθυνθήτην, ἐν δὲ ῥυτῆρσι τάνυσθεν·
τὼ δ’αὖτις συνίτην ἔριδος πέρι θυμοβόροιο.
ἔνθ’ αὖ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρ φαεινῷ,
Πατρόκλου δ’ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ’ ἀκωκ
ἔγχεος, οὐδ’ ἔβαλ’ αὐτόν· δ’ὕστερος ὄρνυτο χαλκ
Πάτροκλος· τοῦ δ’οὐχ  ἅλιον βέλος ἔκφυγε χειρός,
ἀλλ’ ἔβαλ’ ἔνθ’ ἄρα τε φρένες ἔρχαται ἀμφ’ ἁδινὸν κῆρ.
ἤριπε δ’ὡς ὅτε τις δρῦς ἤριπεν ἀχερωῒς
πίτυς βλωθρή, τήν τ’οὔρεσι τέκτονες ἄνδρες
ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·
ὣς πρόσθ’ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς
βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.
ΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼν
αἴθωνα μεγάθυμον ἐν εἰλιπόδεσσι βόεσσι,
ὤλετό τε στενάχων ὑπ γαμφηλῇσι λέοντος,
ὣς ὑπ Πατρόκλ Λυκίων ἀγὸς ἀσπιστάων
κτεινόμενος μενέαινε, φίλον δ’ὀνόμηνεν ἑταῖρον·
Γλαῦκε πέπον πολεμιστ μετ’ ἀνδράσι νῦν σε μάλα χρὴ
αἰχμητήν τ’ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·
νῦν τοι ελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι.
πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας
πάντ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι·
αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο χαλκῷ.
σοὶ γὰρ ἐγ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος
ἔσσομαι ἤματα πάντα διαμπερές, εἴ κέ μ’Ἀχαιοὶ
τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.
ἀλλ’ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.
ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν
ὀφθαλμοὺς ῥῖνάς θ’·ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων
ἐκ χροὸς ἕλκε δόρυ, προτ δὲ φρένες αὐτ ἕποντο·
τοῖο δ’ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυσ’ αἰχμήν.
Μυρμιδόνες δ’αὐτοῦ σχέθον ἵππους φυσιόωντας
εμένους φοβέεσθαι, ἐπεὶ λίπον ἅρματ’ ἀνάκτων.
Γλαύκ δ’αἰνὸν ἄχος γένετο φθογγῆς ΐοντι·
ὠρίνθη δέ οἱ ἦτορ τ’οὐ δύνατο προσαμῦναι.
χειρ δ’ἑλὼν ἐπίεζε βραχίονα· τεῖρε γὰρ αὐτὸν
ἕλκος, δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν
τείχεος ὑψηλοῖο, ἀρὴν ἑτάροισιν ἀμύνων.
εὐχόμενος δ’ἄρα εἶπεν ἑκηβόλ Ἀπόλλωνι·
κλῦθι ἄναξ ὅς που Λυκίης ἐν πίονι δήμ
εἲς ἐν Τροίῃ· δύνασαι δὲ σὺ πάντοσ’ ἀκούειν
ἀνέρι κηδομένῳ, ὡς νῦν ἐμ κῆδος ἱκάνει.
ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν, ἀμφ δέ μοι χεὶρ
ὀξείῃς ὀδύνῃσιν ἐλήλαται, οὐδέ μοι αἷμα
τερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπ’ αὐτοῦ·
ἔγχος δ’οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδ μάχεσθαι
ἐλθὼν δυσμενέεσσιν. ἀνὴρ δ’ὤριστος ὄλωλε
Σαρπηδὼν Διὸς υἱός· δ’οὐ οὗ παιδὸς ἀμύνει.
ἀλλ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι,
κοίμησον δ’ὀδύνας, δὸς δὲ κράτος, ὄφρ’ ἑτάροισι
κεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν,
αὐτός τ’ἀμφ νέκυι κατατεθνηῶτι μάχωμαι.
ὣς ἔφατ’ εὐχόμενος, τοῦ δ’ἔκλυε Φοῖβος Ἀπόλλων.
αὐτίκα παῦσ’ ὀδύνας ἀπ δ’ἕλκεος ἀργαλέοιο
αἷμα μέλαν τέρσηνε, μένος δέ οἱ ἔμβαλε θυμῷ.
Γλαῦκος δ’ἔγνω ᾗσιν ἐν φρεσ γήθησέν τε
ὅττί οἱ ὦκ’ ἤκουσε μέγας θεὸς εὐξαμένοιο.
πρῶτα μὲν ὄτρυνεν Λυκίων ἡγήτορας ἄνδρας
πάντ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι·
αὐτὰρ ἔπειτα μετ Τρῶας κίε μακρ βιβάσθων
Πουλυδάμαντ’ ἔπι Πανθοΐδην καὶ Ἀγήνορα δῖον,
βῆ δὲ μετ’ Αἰνείαν τε καὶ Ἕκτορα χαλκοκορυστήν,
ἀγχοῦ δ’ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
Ἕκτορ νῦν δὴ πάγχυ λελασμένος εἰς ἐπικούρων,
οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης
θυμὸν ἀποφθινύθουσι· σὺ δ’οὐκ ἐθέλεις ἐπαμύνειν.
κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων,
ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ·
τὸν δ’ὑπ Πατρόκλ δάμασ’ ἔγχεϊ χάλκεος Ἄρης.
ἀλλ φίλοι πάρστητε, νεμεσσήθητε δὲ θυμῷ,
μὴ ἀπ τεύχε’ ἕλωνται, εικίσσωσι δὲ νεκρὸν
Μυρμιδόνες, Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο,
τοὺς ἐπ νηυσ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν.
ὣς ἔφατο, Τρῶας δὲ κατ κρῆθεν λάβε πένθος
ἄσχετον, οὐκ ἐπιεικτόν, ἐπεί σφισιν ἕρμα πόληος
ἔσκε καὶ ἀλλοδαπός περ ών· πολέες γὰρ ἅμ’ αὐτ
λαοὶ ἕποντ’, ἐν δ’αὐτὸς ἀριστεύεσκε μάχεσθαι·
βὰν δ’ἰθὺς Δαναῶν λελιημένοι· ἦρχε δ’ἄρά σφιν
Ἕκτωρ χωόμενος Σαρπηδόνος. αὐτὰρ Ἀχαιοὺς
ὦρσε Μενοιτιάδεωnbsp; Πατροκλος λάσιον κῆρ·
Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·
Αἴαντε νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω,
οἷοί περ πάρος ἦτε μετ’ ἀνδράσιν καὶ ἀρείους.
κεῖται ἀνὴρ ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν
Σαρπηδών· ἀλλ’ εἴ μιν εικισσαίμεθ’ ἑλόντες,
τεύχεά τ’ὤμοιιν ἀφελοίμεθα, καί τιν’ ἑταίρων
αὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ.
ὣς ἔφαθ’, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον.
οἳ δ’ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας
Τρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Ἀχαιοί,
σύμβαλον ἀμφ νέκυι κατατεθνηῶτι μάχεσθαι
δεινὸν ΰσαντες· μέγα δ’ἔβραχε τεύχεα φωτῶν.
Ζεὺς δ’ἐπ νύκτ’ ὀλοὴν τάνυσε κρατερ ὑσμίνῃ,
ὄφρα φίλ περ παιδ μάχης ὀλοὸς πόνος εἴη.
ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·
βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετ Μυρμιδόνεσσιν
υἱὸς Ἀγακλος μεγαθύμου δῖος Ἐπειγεύς,
ὅς ῥ’ἐν Βουδεί εὖ ναιομέν ἤνασσε
τὸ πρίν· ἀτὰρ τότε γ’ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας
ἐς Πηλῆ’ ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν·
οἳ δ’ἅμ’ Ἀχιλλϊ ῥηξήνορι πέμπον ἕπεσθαι
Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.
τόν ῥα τόθ’ ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρ
χερμαδί κεφαλήν· δ’ἄνδιχα πᾶσα κεάσθη
ἐν κόρυθι βριαρῇ· δ’ἄρα πρηνὴς ἐπ νεκρ
κάππεσεν, ἀμφ δέ μιν θάνατος χύτο θυμοραϊστής.
Πατρόκλ δ’ἄρ’ ἄχος γένετο φθιμένου ἑτάροιο,
ἴθυσεν δὲ δι προμάχων ἴρηκι οικὼς
ὠκέϊ, ὅς τ’ἐφόβησε κολοιούς τε ψῆράς τε·
ὣς ἰθὺς Λυκίων Πατρόκλεες ἱπποκέλευθε
ἔσσυο καὶ Τρώων, κεχόλωσο δὲ κῆρ ἑτάροιο.
καί ῥ’ἔβαλε Σθενέλαον Ἰθαιμένεος φίλον υἱὸν
αὐχένα χερμαδίῳ, ῥῆξεν δ’ἀπ τοῖο τένοντας.
χώρησαν δ’ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ.
ὅσση δ’αἰγανέης ῥιπ ταναοῖο τέτυκται,
ἥν ῥά τ’ἀνὴρ ἀφέ πειρώμενος ἐν έθλ
καὶ ἐν πολέμ δηίων ὕπο θυμοραϊστέων,
τόσσον ἐχώρησαν Τρῶες, ὤσαντο δ’Ἀχαιοί.
Γλαῦκος δὲ πρῶτος Λυκίων ἀγὸς ἀσπιστάων
ἐτράπετ’, ἔκτεινεν δὲ Βαθυκλα μεγάθυμον
Χάλκωνος φίλον υἱόν, ὃς Ἑλλάδι οἰκία ναίων
ὄλβ τε πλούτ τε μετέπρεπε Μυρμιδόνεσσι.
τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρ
στρεφθεὶς ἐξαπίνης, ὅτε μιν κατέμαρπτε διώκων·
δούπησεν δὲ πεσών· πυκινὸν δ’ἄχος ἔλλαβ’ Ἀχαιούς,
ὡς ἔπεσ’ ἐσθλὸς ἀνήρ· μέγα δὲ Τρῶες κεχάροντο,
στὰν δ’ἀμφ’ αὐτὸν όντες ολλέες· οὐδ’ ἄρ’ Ἀχαιοὶ
ἀλκῆς ἐξελάθοντο, μένος δ’ἰθὺς φέρον αὐτῶν.
ἔνθ’ αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴν
Λαόγονον θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ἱρεὺς
Ἰδαίου ἐτέτυκτο, θεὸς δ’ὣς τίετο δήμῳ.
τὸν βάλ’ ὑπ γναθμοῖο καὶ οὔατος· ὦκα δὲ θυμὸς
ᾤχετ’ ἀπ μελέων, στυγερὸς δ’ἄρα μιν σκότος εἷλεν.
Αἰνείας δ’ἐπ Μηριόν δόρυ χάλκεον ἧκεν·
ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος.
ἀλλ’ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·
πρόσσω γὰρ κατέκυψε, τὸ δ’ἐξόπιθεν δόρυ μακρὸν
οὔδει ἐνισκίμφθη, ἐπ δ’οὐρίαχος πελεμίχθη
ἔγχεος· ἔνθα δ’ἔπειτ’ ἀφίει μένος ὄβριμος Ἄρης.
αἰχμ δ’Αἰνείαο κραδαινομένη κατ γαίης
ᾤχετ’, ἐπεί ῥ’ἅλιον στιβαρῆς ἀπ χειρὸς ὄρουσεν.
Αἰνείας δ’ἄρα θυμὸν ἐχώσατο φώνησέν τε·
Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ όντα
ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σ’ἔβαλόν περ.
τὸν δ’αὖ Μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα·
Αἰνεία χαλεπόν σε καὶ ἴφθιμόν περ όντα
πάντων ἀνθρώπων σβέσσαι μένος, ὅς κέ σευ ἄντα
ἔλθ ἀμυνόμενος· θνητὸς δέ νυ καὶ σὺ τέτυξαι.
εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ,
αἶψά κε καὶ κρατερός περ ὼν καὶ χερσ πεποιθὼς
εὖχος ἐμοὶ δοίης, ψυχὴν δ’Ἄϊδι κλυτοπώλῳ.
ὣς φάτο, τὸν δ’ἐνένιπε Μενοιτίου ἄλκιμος υἱός·
Μηριόνη τί σὺ ταῦτα καὶ ἐσθλὸς ὼν ἀγορεύεις;
πέπον οὔ τοι Τρῶες ὀνειδείοις ἐπέεσσι
νεκροῦ χωρήσουσι· πάρος τιν γαῖα καθέξει.
ἐν γὰρ χερσ τέλος πολέμου, ἐπέων δ’ἐν βουλῇ·
τὼ οὔ τι χρὴ μῦθον ὀφέλλειν, ἀλλ μάχεσθαι.
ὣς εἰπὼν μὲν ἦρχ’, δ’ἅμ’ ἕσπετο ἰσόθεος φώς.
τῶν δ’ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὀρώρει
οὔρεος ἐν βήσσῃς, ἕκαθεν δέ τε γίγνετ’ ἀκουή,
ὣς τῶν ὄρνυτο δοῦπος ἀπ χθονὸς εὐρυοδείης
χαλκοῦ τε ῥινοῦ τε βοῶν τ’εὐποιητάων,
νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν.
οὐδ’ ἂν ἔτι φράδμων περ ἀνὴρ Σαρπηδόνα δῖον
ἔγνω, ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίῃσιν
ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους.
οἳ δ’αἰεὶ περ νεκρὸν ὁμίλεον, ὡς ὅτε μυῖαι
σταθμ ἔνι βρομέωσι περιγλαγέας κατ πέλλας
ὥρ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει·
ὣς ἄρα τοὶ περ νεκρὸν ὁμίλεον, οὐδέ ποτε Ζεὺς
τρέψεν ἀπ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ,
ἀλλ κατ’ αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ,
πολλ μάλ’ ἀμφ φόν Πατρόκλου μερμηρίζων,
ἤδη καὶ κεῖνον ἐν κρατερ ὑσμίν
αὐτοῦ ἐπ’ ἀντιθέ Σαρπηδόνι φαίδιμος Ἕκτωρ
χαλκ δῃώσῃ, ἀπό τ’ὤμων τεύχε’ ἕληται,
ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν.
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
ὄφρ’ ῢς θεράπων Πηληϊάδεω Ἀχιλος
ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν
ὤσαιτο προτ ἄστυ, πολέων δ’ἀπ θυμὸν ἕλοιτο.
Ἕκτορι δὲ πρωτίστ ἀνάλκιδα θυμὸν ἐνῆκεν·
ἐς δίφρον δ’ἀναβὰς φύγαδ’ ἔτραπε, κέκλετο δ’ἄλλους
Τρῶας φευγέμεναι· γνῶ γὰρ Διὸς ἱρ τάλαντα.
ἔνθ’ οὐδ’ ἴφθιμοι Λύκιοι μένον, ἀλλ φόβηθεν
πάντες, ἐπεὶ βασιλα ἴδον βεβλαμμένον ἦτορ
κείμενον ἐν νεκύων ἀγύρει· πολέες γὰρ ἐπ’ αὐτ
κάππεσον, εὖτ’ ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων.
οἳ δ’ἄρ’ ἀπ’ ὤμοιιν Σαρπηδόνος ἔντε’ ἕλοντο
χάλκεα μαρμαίροντα, τὰ μὲν κοίλας ἐπ νῆας
δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός.
καὶ τότ’ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·
εἰ δ’ἄγε νῦν φίλε Φοῖβε, κελαινεφὲς αἷμα κάθηρον
ἐλθὼν ἐκ βελέων Σαρπηδόνα, καί μιν ἔπειτα
πολλὸν ἀπ πρὸ φέρων λοῦσον ποταμοῖο ῥοῇσι
χρῖσόν τ’ἀμβροσίῃ, περ δ’ἄμβροτα εἵματα ἕσσον·
πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι
ὕπν καὶ θανάτ διδυμάοσιν, οἵ ῥά μιν ὦκα
θήσουσ’ ἐν Λυκίης εὐρείης πίονι δήμῳ,
ἔνθά ταρχύσουσι κασίγνητοί τε ἔται τε
τύμβ τε στήλ τε· τὸ γὰρ γέρας ἐστ θανόντων.
ὣς ἔφατ’, οὐδ’ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων.
βῆ δὲ κατ’ Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν,
αὐτίκα δ’ἐκ βελέων Σαρπηδόνα δῖον είρας
πολλὸν ἀπ πρὸ φέρων λοῦσεν ποταμοῖο ῥοῇσι
χρῖσέν τ’ἀμβροσίῃ, περ δ’ἄμβροτα εἵματα ἕσσε·
πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι,
ὕπν καὶ θανάτ διδυμάοσιν, οἵ ῥά μιν ὦκα
κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ.
Πάτροκλος δ’ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας
Τρῶας καὶ Λυκίους μετεκίαθε, καὶ μέγ’ άσθη
νήπιος· εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν
τ’ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο.
ἀλλ’ αἰεί τε Διὸς κρείσσων νόος έ περ ἀνδρῶν·
ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην
ῥηϊδίως, ὅτε δ’αὐτὸς ἐποτρύνῃσι μάχεσθαι·
ὅς οἱ καὶ τότε θυμὸν ἐν στήθεσσιν ἀνῆκεν.
ἔνθα τίνα πρῶτον τίνα δ’ὕστατον ἐξενάριξας
Πατρόκλεις, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν;
Ἄδρηστον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ἔχεκλον
καὶ Πέριμον Μεγάδην καὶ Ἐπίστορα καὶ Μελάνιππον,
αὐτὰρ ἔπειτ’ Ἔλασον καὶ Μούλιον ἠδ Πυλάρτην·
τοὺς ἕλεν· οἳ δ’ἄλλοι φύγαδε μνώοντο ἕκαστος.
ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν
Πατρόκλου ὑπ χερσί, περ πρὸ γὰρ ἔγχεϊ θῦεν,
εἰ μὴ Ἀπόλλων Φοῖβος ϋδμήτου ἐπ πύργου
ἔστη τῷ ὀλο φρονέων, Τρώεσσι δ’ἀρήγων.
τρὶς μὲν ἐπ’ ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο
Πάτροκλος, τρὶς δ’αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων
χείρεσσ’ ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων.
ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
δειν δ’ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·
χάζεο διογενὲς Πατρόκλεες· οὔ νύ τοι αἶσα
σῷ ὑπ δουρ πόλιν πέρθαι Τρώων ἀγερώχων,
οὐδ’ ὑπ’ Ἀχιλλος, ὅς περ σέο πολλὸν ἀμείνων.
ὣς φάτο, Πάτροκλος δ’ἀνεχάζετο πολλὸν ὀπίσσω
μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.
Ἕκτωρ δ’ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους·
δίζε γὰρ μάχοιτο κατ κλόνον αὖτις ἐλάσσας,
λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι.
ταῦτ’ ἄρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλων
ἀνέρι εἰσάμενος αἰζη τε κρατερ τε
Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο
αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος,
ὃς Φρυγί ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο·
τῷ μιν εισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·
Ἕκτορ τίπτε μάχης ἀποπαύεαι; οὐδέ τί σε χρή.
αἴθ’ ὅσον ἥσσων εἰμί, τόσον σέο φέρτερος εἴην·
τώ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας.
ἀλλ’ ἄγε Πατρόκλ ἔφεπε κρατερώνυχας ἵππους,
αἴ κέν πώς μιν ἕλῃς, δώ δέ τοι εὖχος Ἀπόλλων.
ὣς εἰπὼν μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,
Κεβριόν δ’ἐκέλευσε δαΐφρονι φαίδιμος Ἕκτωρ
ἵππους ἐς πόλεμον πεπληγέμεν. αὐτὰρ Ἀπόλλων
δύσεθ’ ὅμιλον ών, ἐν δὲ κλόνον Ἀργείοισιν
ἧκε κακόν, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.
Ἕκτωρ δ’ἄλλους μὲν Δαναοὺς ἔα οὐδ’ ἐνάριζεν·
αὐτὰρ Πατρόκλ ἔφεπε κρατερώνυχας ἵππους.
Πάτροκλος δ’ἑτέρωθεν ἀφ’ ἵππων ἆλτο χαμᾶζε
σκαι ἔγχος ἔχων· ἑτέρηφι δὲ λάζετο πέτρον
μάρμαρον ὀκριόεντα τόν οἱ περ χεὶρ ἐκάλυψεν,
ἧκε δ’ἐρεισάμενος, οὐδ δὴν χάζετο φωτός,
οὐδ’ ἁλίωσε βέλος, βάλε δ’Ἕκτορος ἡνιοχα
Κεβριόνην νόθον υἱὸν ἀγακλος Πριάμοιο
ἵππων ἡνί’ ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ.
ἀμφοτέρας δ’ὀφρῦς σύνελεν λίθος, οὐδέ οἱ ἔσχεν
ὀστέον, ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν
αὐτοῦ πρόσθε ποδῶν· δ’ἄρ’ ἀρνευτῆρι οικὼς
κάππεσ’ ἀπ’ εὐεργέος δίφρου, λίπε δ’ὀστέα θυμός.
τὸν δ’ἐπικερτομέων προσέφης Πατρόκλεες ἱππεῦ·
πόποι μάλ’ ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ.
εἰ δή που καὶ πόντ ἐν ἰχθυόεντι γένοιτο,
πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν
νηὸς ἀποθρῴσκων, εἰ καὶ δυσπέμφελος εἴη,
ὡς νῦν ἐν πεδί ἐξ ἵππων ῥεῖα κυβιστᾷ.
ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ασιν.
ὣς εἰπὼν ἐπ Κεβριόν ἥρωϊ βεβήκει
οἶμα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραΐζων
ἔβλητο πρὸς στῆθος, ή τέ μιν ὤλεσεν ἀλκή·
ὣς ἐπ Κεβριόν Πατρόκλεες ἆλσο μεμαώς.
Ἕκτωρ δ’αὖθ’ ἑτέρωθεν ἀφ’ ἵππων ἆλτο χαμᾶζε.
τὼ περ Κεβριόναο λέονθ’ ὣς δηρινθήτην,
τ’ὄρεος κορυφῇσι περ κταμένης ἐλάφοιο
ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον·
ὣς περ Κεβριόναο δύω μήστωρες ϋτῆς
Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ
εντ’ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.
Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν οὐχ μεθίει·
Πάτροκλος δ’ἑτέρωθεν ἔχεν ποδός· οἳ δὲ δὴ ἄλλοι
Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.
ὡς δ’Εὖρός τε Νότος τ’ἐριδαίνετον ἀλλήλοιιν
οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην
φηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν,
αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους
ἠχ θεσπεσίῃ, πάταγος δέ τε ἀγνυμενάων,
ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ’ ἀλλήλοισι θορόντες
δῄουν, οὐδ’ ἕτεροι μνώοντ’ ὀλοοῖο φόβοιο.
πολλ δὲ Κεβριόνην ἀμφ’ ὀξέα δοῦρα πεπήγει
οί τε πτερόεντες ἀπ νευρῆφι θορόντες,
πολλ δὲ χερμάδια μεγάλ’ ἀσπίδας ἐστυφέλιξαν
μαρναμένων ἀμφ’ αὐτόν· δ’ἐν στροφάλιγγι κονίης
κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.
ὄφρα μὲν έλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,
τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο, πῖπτε δὲ λαός·
ἦμος δ’Ἠέλιος μετενίσετο βουλυτὸν δέ,
καὶ τότε δή ῥ’ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν.
ἐκ μὲν Κεβριόνην βελέων ἥρωα ἔρυσσαν
Τρώων ἐξ ἐνοπῆς, καὶ ἀπ’ ὤμων τεύχε’ ἕλοντο,
Πάτροκλος δὲ Τρωσ κακ φρονέων ἐνόρουσε.
τρὶς μὲν ἔπειτ’ ἐπόρουσε θο ἀτάλαντος Ἄρηϊ
σμερδαλέα άχων, τρὶς δ’ἐννέα φῶτας ἔπεφνεν.
ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
ἔνθ’ ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή·
ἤντετο γάρ τοι Φοῖβος ἐν κρατερ ὑσμίν
δεινός· μὲν τὸν όντα κατ κλόνον οὐκ ἐνόησεν,
έρι γὰρ πολλ κεκαλυμμένος ἀντεβόλησε·
στῆ δ’ὄπιθεν, πλῆξεν δὲ μετάφρενον εὐρέε τ’ὤμω
χειρ καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε.
τοῦ δ’ἀπ μὲν κρατὸς κυνέην βάλε Φοῖβος Ἀπόλλων·
δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφ’ ἵππων
αὐλῶπις τρυφάλεια, μιάνθησαν δὲ ἔθειραι
αἵματι καὶ κονίῃσι· πάρος γε μὲν οὐ θέμις εν
ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν,
ἀλλ’ ἀνδρὸς θείοιο κάρη χαρίεν τε μέτωπον
ῥύετ’ Ἀχιλλος· τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν
κεφαλ φορέειν, σχεδόθεν δέ οἱ εν ὄλεθρος.
πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος
βριθ μέγα στιβαρὸν κεκορυθμένον· αὐτὰρ ἀπ’ ὤμων
ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα.
λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων.
τὸν δ’ἄτη φρένας εἷλε, λύθεν δ’ὑπ φαίδιμα γυῖα,
στῆ δὲ ταφών· ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρ
ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ
Πανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστο
ἔγχεΐ θ’ἱπποσύν τε πόδεσσί τε καρπαλίμοισι·
καὶ γὰρ δὴ τότε φῶτας είκοσι βῆσεν ἀφ’ ἵππων
πρῶτ’ ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο·
ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦ
οὐδ δάμασσ’· μὲν αὖτις ἀνέδραμε, μίκτο δ’ὁμίλῳ,
ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδ’ ὑπέμεινε
Πάτροκλον γυμνόν περ όντ’ ἐν δηϊοτῆτι.
Πάτροκλος δὲ θεοῦ πληγ καὶ δουρ δαμασθεὶς
ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων.
Ἕκτωρ δ’ὡς εἶδεν Πατροκλα μεγάθυμον
ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ,
ἀγχίμολόν ῥά οἱ ἦλθε κατ στίχας, οὖτα δὲ δουρ
νείατον ἐς κενεῶνα, δι πρὸ δὲ χαλκὸν ἔλασσε·
δούπησεν δὲ πεσών, μέγα δ’ἤκαχε λαὸν Ἀχαιῶν·
ὡς δ’ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ,
τ’ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον
πίδακος ἀμφ’ ὀλίγης· ἐθέλουσι δὲ πιέμεν ἄμφω·
πολλ δέ τ’ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν·
ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν
Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα,
καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα·
Πάτροκλ’ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν,
Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας
ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν
νήπιε· τάων δὲ πρόσθ’ Ἕκτορος ὠκέες ἵπποι
ποσσὶν ὀρωρέχαται πολεμίζειν· ἔγχεϊ δ’αὐτὸς
Τρωσ φιλοπτολέμοισι μεταπρέπω, σφιν ἀμύνω
ἦμαρ ἀναγκαῖον· σὲ δέ τ’ἐνθάδε γῦπες ἔδονται.
δείλ’, οὐδέ τοι ἐσθλὸς ὼν χραίσμησεν Ἀχιλλεύς,
ὅς πού τοι μάλα πολλ μένων ἐπετέλλετ’ όντι·
μή μοι πρὶν έναι Πατρόκλεες ἱπποκέλευθε
νῆας ἔπι γλαφυρὰς πρὶν Ἕκτορος ἀνδροφόνοιο
αἱματόεντα χιτῶνα περ στήθεσσι δαΐξαι.
ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε.
τὸν δ’ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ·
ἤδη νῦν Ἕκτορ μεγάλ’ εὔχεο· σοὶ γὰρ ἔδωκε
νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ με δάμασσαν
ῥηιδίως· αὐτοὶ γὰρ ἀπ’ ὤμων τεύχε’ ἕλοντο.
τοιοῦτοι δ’εἴ πέρ μοι είκοσιν ἀντεβόλησαν,
πάντές κ’αὐτόθ’ ὄλοντο ἐμ ὑπ δουρ δαμέντες.
ἀλλά με μοῖρ’ ὀλο καὶ Λητοῦς ἔκτανεν υἱός,
ἀνδρῶν δ’Εὔφορβος· σὺ δέ με τρίτος ἐξεναρίζεις.
ἄλλο δέ τοι ἐρέω, σὺ δ’ἐν φρεσ βάλλεο σῇσιν·
οὔ θην οὐδ’ αὐτὸς δηρὸν βέῃ, ἀλλά τοι ἤδη
ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραται
χερσ δαμέντ’ Ἀχιλος ἀμύμονος Αἰακίδαο.
ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε·
ψυχ δ’ἐκ ῥεθέων πταμένη ϊδος δὲ βεβήκει
ὃν πότμον γοόωσα λιποῦσ’ ἀνδροτῆτα καὶ ἥβην.
τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ·
Πατρόκλεις τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον;
τίς δ’οἶδ’ εἴ κ’Ἀχιλεὺς Θέτιδος πάϊς ϋκόμοιο
φθή ἐμ ὑπ δουρ τυπεὶς ἀπ θυμὸν ὀλέσσαι;
ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆς
εἴρυσε λὰξ προσβάς, τὸν δ’ὕπτιον ὦσ’ ἀπ δουρός.
αὐτίκα δὲ ξὺν δουρ μετ’ Αὐτομέδοντα βεβήκει
ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο·
ετο γὰρ βαλέειν· τὸν δ’ἔκφερον ὠκέες ἵπποι
ἄμβροτοι, οὓς Πηλϊ θεοὶ δόσαν ἀγλα δῶρα.