ὣς μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸς
ᾶτ’ Εὐρύπυλον βεβλημένον· οἳ δὲ μάχοντο
Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδόν· οὐδ’ ἄρ’ ἔμελλε
τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν
εὐρύ, τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφ δὲ τάφρον
ἤλασαν· οὐδ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας·
ὄφρά σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴν
ἐντὸς ἔχον ῥύοιτο· θεῶν δ’ἀέκητι τέτυκτο
ἀθανάτων· τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον εν.
ὄφρα μὲν Ἕκτωρ ζωὸς ην καὶ μήνι’ Ἀχιλλεὺς
καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν,
τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον εν.
αὐτὰρ ἐπεὶ κατ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι,
πολλοὶ δ’Ἀργείων οἳ μὲν δάμεν, οἳ δὲ λίποντο,
πέρθετο δὲ Πριάμοιο πόλις δεκάτ ἐνιαυτῷ,
Ἀργεῖοι δ’ἐν νηυσ φίλην ἐς πατρίδ’ ἔβησαν,
δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων
τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες.
ὅσσοι ἀπ’ Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι,
’Ρῆσός θ’Ἑπτάπορός τε Κάρησός τε ’Ροδίος τε
Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος
καὶ Σιμόεις, ὅθι πολλ βοάγρια καὶ τρυφάλειαι
κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν·
τῶν πάντων ὁμόσε στόματ’ ἔτραπε Φοῖβος Ἀπόλλων,
ἐννῆμαρ δ’ἐς τεῖχος ει ῥόον· ε δ’ἄρα Ζεὺς
συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη.
αὐτὸς δ’ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν
ἡγεῖτ’, ἐκ δ’ἄρα πάντα θεμείλια κύμασι πέμπε
φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί,
λεῖα δ’ἐποίησεν παρ’ ἀγάρροον Ἑλλήσποντον,
αὖτις δ’ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε
τεῖχος ἀμαλδύνας· ποταμοὺς δ’ἔτρεψε νέεσθαι
κὰρ ῥόον, περ πρόσθεν εν καλλίρροον ὕδωρ.
ὣς ἄρ’ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων
θησέμεναι· τότε δ’ἀμφ μάχη ἐνοπή τε δεδήει
τεῖχος ΰδμητον, κανάχιζε δὲ δούρατα πύργων
βαλλόμεν’· Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες
νηυσὶν ἔπι γλαφυρῇσιν ελμένοι ἰσχανόωντο
Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο·
αὐτὰρ γ’ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος έλλῃ·
ὡς δ’ὅτ’ ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι
κάπριος λέων στρέφεται σθένεϊ βλεμεαίνων·
οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες
ἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς
αἰχμὰς ἐκ χειρῶν· τοῦ δ’οὔ ποτε κυδάλιμον κῆρ
ταρβεῖ οὐδ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα·
ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων·
ὅππ τ’ἰθύσ τῇ εἴκουσι στίχες ἀνδρῶν·
ὣς Ἕκτωρ ἀν’ ὅμιλον ὼν ἐλλίσσεθ’ ἑταίρους
τάφρον ἐποτρύνων διαβαινέμεν· οὐδέ οἱ ἵπποι
τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπ’ ἄκρ
χείλει ἐφεσταότες· ἀπ γὰρ δειδίσσετο τάφρος
εὐρεῖ’, οὔτ’ ἄρ’ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι
ῥηϊδίη· κρημνοὶ γὰρ ἐπηρεφέες περ πᾶσαν
ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν
ὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἷες Ἀχαιῶν
πυκνοὺς καὶ μεγάλους δηίων ἀνδρῶν ἀλεωρήν.
ἔνθ’ οὔ κεν ῥέα ἵππος ΰτροχον ἅρμα τιταίνων
ἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι.
δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
Ἕκτορ τ’ἠδ’ ἄλλοι Τρώων ἀγοὶ ἠδ’ ἐπικούρων
ἀφραδέως δι τάφρον ἐλαύνομεν ὠκέας ἵππους·
δὲ μάλ’ ἀργαλέη περάαν· σκόλοπες γὰρ ἐν αὐτ
ὀξέες ἑστᾶσιν, ποτ δ’αὐτοὺς τεῖχος Ἀχαιῶν,
ἔνθ’ οὔ πως ἔστιν καταβήμεναι οὐδ μάχεσθαι
ἱππεῦσι· στεῖνος γάρ, ὅθι τρώσεσθαι ΐω.
εἰ μὲν γὰρ τοὺς πάγχυ κακ φρονέων ἀλαπάζει
Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ετ’ ἀρήγειν,
τ’ἂν ἔγωγ’ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι,
νωνύμνους ἀπολέσθαι ἀπ’ Ἄργεος ἐνθάδ’ Ἀχαιούς·
εἰ δέ χ’ὑποστρέψωσι, παλίωξις δὲ γένηται
ἐκ νηῶν καὶ τάφρ ἐνιπλήξωμεν ὀρυκτῇ,
οὐκέτ’ ἔπειτ’ ΐω οὐδ’ ἄγγελον ἀπονέεσθαι
ἄψορρον προτ ἄστυ ἑλιχθέντων ὑπ’ Ἀχαιῶν.
ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγ εἴπω πειθώμεθα πάντες·
ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπ τάφρῳ,
αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
Ἕκτορι πάντες ἑπώμεθ’ ολλέες· αὐτὰρ Ἀχαιοὶ
οὐ μενέουσ’ εἰ δή σφιν ὀλέθρου πείρατ’ ἐφῆπται.
ὣς φάτο Πουλυδάμας, ἅδε δ’Ἕκτορι μῦθος ἀπήμων,
αὐτίκα δ’ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
οὐδ μὲν ἄλλοι Τρῶες ἐφ’ ἵππων ἠγερέθοντο,
ἀλλ’ ἀπ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον.
ἡνιόχ μὲν ἔπειτα ἐπέτελλεν ἕκαστος
ἵππους εὖ κατ κόσμον ἐρυκέμεν αὖθ’ ἐπ τάφρῳ·
οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες
πένταχα κοσμηθέντες ἅμ’ ἡγεμόνεσσιν ἕποντο.
οἳ μὲν ἅμ’ Ἕκτορ’ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι,
οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα
τεῖχος ῥηξάμενοι κοίλῃς ἐπ νηυσ μάχεσθαι.
καί σφιν Κεβριόνης τρίτος εἵπετο· πὰρ δ’ἄρ’ ὄχεσφιν
ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ.
τῶν δ’ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ,
τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς
υἷε δύω Πριάμοιο· τρίτος δ’ἦν Ἄσιος ἥρως
Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι
αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.
τῶν δὲ τετάρτων ἦρχεν ῢς πάϊς Ἀγχίσαο
Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
Ἀρχέλοχός τ’Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
Σαρπηδὼν δ’ἡγήσατ’ ἀγακλειτῶν ἐπικούρων,
πρὸς δ’ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον·
οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι
τῶν ἄλλων μετά γ’αὐτόν· δ’ἔπρεπε καὶ δι πάντων.
οἳ δ’ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι
βάν ῥ’ἰθὺς Δαναῶν λελιημένοι, οὐδ’ ἔτ’ ἔφαντο
σχήσεσθ’, ἀλλ’ ἐν νηυσ μελαίνῃσιν πεσέεσθαι.
ἔνθ’ ἄλλοι Τρῶες τηλεκλειτοί τ’ἐπίκουροι
βουλ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο·
ἀλλ’ οὐχ Ὑρτακίδης ἔθελ’ Ἄσιος ὄρχαμος ἀνδρῶν
αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα,
ἀλλ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι
νήπιος, οὐδ’ ἄρ’ ἔμελλε κακὰς ὑπ κῆρας ἀλύξας
ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρ νηῶν
ἂψ ἀπονοστήσειν προτ Ἴλιον ἠνεμόεσσαν·
πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν
ἔγχεϊ Ἰδομενος ἀγαυοῦ Δευκαλίδαο.
εἴσατο γὰρ νηῶν ἐπ’ ἀριστερά, τῇ περ Ἀχαιοὶ
ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι·
τῇ ῥ’ἵππους τε καὶ ἅρμα διήλασεν, οὐδ πύλῃσιν
εὗρ’ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχα,
ἀλλ’ ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τιν’ ἑταίρων
ἐκ πολέμου φεύγοντα σαώσειαν μετ νῆας.
τῇ ῥ’ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δ’ἅμ’ ἕποντο
ὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκ ἔτ’ Ἀχαιοὺς
σχήσεσθ’, ἀλλ’ ἐν νηυσ μελαίνῃσιν πεσέεσθαι
νήπιοι, ἐν δὲ πύλῃσι δύ’ ἀνέρας εὗρον ἀρίστους
υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων,
τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην,
τὸν δὲ Λεοντα βροτολοιγ ἶσον Ἄρηϊ.
τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων
ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι,
αἵ τ’ἄνεμον μίμνουσι καὶ ετὸν ἤματα πάντα
ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσ’ ἀραρυῖαι·
ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδ βίηφι
μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδ φέβοντο.
οἳ δ’ἰθὺς πρὸς τεῖχος ΰδμητον βόας αὔας
ὑψόσ’ ἀνασχόμενοι ἔκιον μεγάλ ἀλαλητ
Ἄσιον ἀμφ ἄνακτα καὶ αμενὸν καὶ Ὀρέστην
Ἀσιάδην τ’Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε.
οἳ δ’ἤτοι εἷος μὲν ϋκνήμιδας Ἀχαιοὺς
ὄρνυον ἔνδον όντες ἀμύνεσθαι περ νηῶν·
αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν
Τρῶας, ἀτὰρ Δαναῶν γένετο αχή τε φόβος τε,
ἐκ δὲ τὼ ΐξαντε πυλάων πρόσθε μαχέσθην
ἀγροτέροισι σύεσσιν οικότε, τώ τ’ἐν ὄρεσσιν
ἀνδρῶν ἠδ κυνῶν δέχαται κολοσυρτὸν όντα,
δοχμώ τ’ἀΐσσοντε περ σφίσιν ἄγνυτον ὕλην
πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων
γίγνεται εἰς κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται·
ὣς τῶν κόμπει χαλκὸς ἐπ στήθεσσι φαεινὸς
ἄντην βαλλομένων· μάλα γὰρ κρατερῶς ἐμάχοντο
λαοῖσιν καθύπερθε πεποιθότες ἠδ βίηφιν.
οἳ δ’ἄρα χερμαδίοισιν ϋδμήτων ἀπ πύργων
βάλλον ἀμυνόμενοι σφῶν τ’αὐτῶν καὶ κλισιάων
νηῶν τ’ὠκυπόρων· νιφάδες δ’ὡς πῖπτον ἔραζε,
ἅς τ’ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας
ταρφειὰς κατέχευεν ἐπ χθον πουλυβοτείρῃ·
ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον ἠμὲν Ἀχαιῶν
ἠδ καὶ ἐκ Τρώων· κόρυθες δ’ἀμφ’ αὖον ΰτευν
βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι.
δή ῥα τότ’ ᾤμωξεν καὶ πεπλήγετο μηρ
Ἄσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα·
Ζεῦ πάτερ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο
πάγχυ μάλ’· οὐ γὰρ ἔγωγ’ ἐφάμην ἥρωας Ἀχαιοὺς
σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας άπτους.
οἳ δ’,ὥς τε σφῆκες μέσον αἰόλοι μέλισσαι
οἰκία ποιήσωνται ὁδ ἔπι παιπαλοέσσῃ,
οὐδ’ ἀπολείπουσιν κοῖλον δόμον, ἀλλ μένοντες
ἄνδρας θηρητῆρας ἀμύνονται περ τέκνων,
ὣς οἵ γ’οὐκ ἐθέλουσι πυλάων καὶ δύ’ όντε
χάσσασθαι πρίν γ’ἠ κατακτάμεν ἁλῶναι.
ὣς ἔφατ’, οὐδ Διὸς πεῖθε φρένα ταῦτ’ ἀγορεύων·
Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι.
ἄλλοι δ’ἀμφ’ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν·
ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντ’ ἀγορεῦσαι·
πάντ γὰρ περ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ
λάϊνον· Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκ
νηῶν ἠμύνοντο· θεοὶ δ’ἀκαχήατο θυμὸν
πάντες ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν.
σὺν δ’ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα.
ἔνθ’ αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης
δουρ βάλεν Δάμασον κυνέης δι χαλκοπαρου·
οὐδ’ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλ δι πρὸ
αἰχμ χαλκείη ῥῆξ’ ὀστέον, ἐγκέφαλος δὲ
ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα·
αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν.
υἱὸν δ’Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος
Ἱππόμαχον βάλε δουρ κατ ζωστῆρα τυχήσας.
αὖτις δ’ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξ
Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας δι’ ὁμίλου
πλῆξ’ αὐτοσχεδίην· δ’ἄρ’ ὕπτιος οὔδει ἐρείσθη·
αὐτὰρ ἔπειτα Μένωνα καὶ αμενὸν καὶ Ὀρέστην
πάντας ἐπασσυτέρους πέλασε χθον πουλυβοτείρῃ.
ὄφρ’ οἳ τοὺς ἐνάριζον ἀπ’ ἔντεα μαρμαίροντα,
τόφρ’ οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο,
οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα
τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρ νῆας,
οἵ ῥ’ἔτι μερμήριζον ἐφεσταότες παρ τάφρῳ.
ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν
αἰετὸς ὑψιπέτης ἐπ’ ἀριστερ λαὸν έργων
φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον
ζωὸν ἔτ’ ἀσπαίροντα, καὶ οὔ πω λήθετο χάρμης,
κόψε γὰρ αὐτὸν ἔχοντα κατ στῆθος παρ δειρὴν
ἰδνωθεὶς ὀπίσω· δ’ἀπ ἕθεν ἧκε χαμᾶζε
ἀλγήσας ὀδύνῃσι, μέσ δ’ἐν κάββαλ’ ὁμίλῳ,
αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.
Τρῶες δ’ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν
κείμενον ἐν μέσσοισι Διὸς τέρας αἰγιόχοιο.
δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
Ἕκτορ εὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσιν
ἐσθλ φραζομένῳ, ἐπεὶ οὐδ μὲν οὐδ οικε
δῆμον όντα παρὲξ ἀγορευέμεν, οὔτ’ ἐν βουλ
οὔτέ ποτ’ ἐν πολέμῳ, σὸν δὲ κράτος αἰὲν έξειν·
νῦν αὖτ’ ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
μὴ ομεν Δαναοῖσι μαχησόμενοι περ νηῶν.
ὧδε γὰρ ἐκτελέεσθαι ΐομαι, εἰ ἐτεόν γε
Τρωσὶν ὅδ’ ὄρνις ἦλθε περησέμεναι μεμαῶσιν
αἰετὸς ὑψιπέτης ἐπ’ ἀριστερ λαὸν έργων
φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον
ζωόν· ἄφαρ δ’ἀφέηκε πάρος φίλα οἰκί’ ἱκέσθαι,
οὐδ’ ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν οῖσιν.
ὣς ἡμεῖς, εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶν
ῥηξόμεθα σθένεϊ μεγάλῳ, εἴξωσι δ’Ἀχαιοί,
οὐ κόσμ παρ ναῦφιν ἐλευσόμεθ’ αὐτ κέλευθα·
πολλοὺς γὰρ Τρώων καταλείψομεν, οὕς κεν Ἀχαιοὶ
χαλκ δῃώσωσιν ἀμυνόμενοι περ νηῶν.
ὧδέ χ’ὑποκρίναιτο θεοπρόπος, ὃς σάφα θυμ
εἰδείη τεράων καί οἱ πειθοίατο λαοί.
τὸν δ’ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·
Πουλυδάμα, σὺ μὲν οὐκ ἔτ’ ἐμοὶ φίλα ταῦτ’ ἀγορεύεις·
οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.
εἰ δ’ἐτεὸν δὴ τοῦτον ἀπ σπουδῆς ἀγορεύεις,
ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί,
ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι
βουλέων, ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε·
τύνη δ’οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις
πείθεσθαι, τῶν οὔ τι μετατρέπομ’ οὐδ’ ἀλεγίζω
εἴτ’ ἐπ δεξί’ ωσι πρὸς ἠῶ τ’ἠέλιόν τε,
εἴτ’ ἐπ’ ἀριστερ τοί γε ποτ ζόφον ερόεντα.
ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ,
ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περ πάτρης.
τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα;
εἴ περ γάρ τ’ἄλλοι γε περ κτεινώμεθα πάντες
νηυσὶν ἐπ’ Ἀργείων, σοὶ δ’οὐ δέος ἔστ’ ἀπολέσθαι·
οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδ μαχήμων.
εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι, έ τιν’ ἄλλον
παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο,
αὐτίκ’ ἐμ ὑπ δουρ τυπεὶς ἀπ θυμὸν ὀλέσσεις.
ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ’ἅμ’ ἕποντο
ἠχ θεσπεσίῃ· ἐπ δὲ Ζεὺς τερπικέραυνος
ὦρσεν ἀπ’ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν,
ῥ’ἰθὺς νηῶν κονίην φέρεν· αὐτὰρ Ἀχαιῶν
θέλγε νόον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε.
τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδ βίηφι
ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον.
κρόσσας μὲν πύργων ἔρυον, καὶ ἔρειπον ἐπάλξεις,
στήλας τε προβλῆτας ἐμόχλεον, ἃς ἄρ’ Ἀχαιοὶ
πρώτας ἐν γαί θέσαν ἔμμεναι ἔχματα πύργων.
τὰς οἵ γ’αὐέρυον, ἔλποντο δὲ τεῖχος Ἀχαιῶν
ῥήξειν· οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου,
ἀλλ’ οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις
βάλλον ἀπ’ αὐτάων δηίους ὑπ τεῖχος όντας.
ἀμφοτέρω δ’Αἴαντε κελευτιόωντ’ ἐπ πύργων
πάντοσε φοιτήτην μένος ὀτρύνοντες Ἀχαιῶν.
ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι
νείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν·
φίλοι Ἀργείων ὅς τ’ἔξοχος ὅς τε μεσήεις
ὅς τε χερειότερος, ἐπεὶ οὔ πω πάντες ὁμοῖοι
ἀνέρες ἐν πολέμῳ, νῦν ἔπλετο ἔργον ἅπασι·
καὶ δ’αὐτοὶ τόδε που γιγνώσκετε. μή τις ὀπίσσω
τετράφθω ποτ νῆας ὁμοκλητῆρος ἀκούσας,
ἀλλ πρόσω εσθε καὶ ἀλλήλοισι κέλεσθε,
αἴ κε Ζεὺς δώῃσιν Ὀλύμπιος ἀστεροπητὴς
νεῖκος ἀπωσαμένους δηίους προτ ἄστυ δίεσθαι.
ὣς τώ γε προβοῶντε μάχην ὄτρυνον Ἀχαιῶν.
τῶν δ’,ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ
ἤματι χειμερίῳ, ὅτε τ’ὤρετο μητίετα Ζεὺς
νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ κῆλα·
κοιμήσας δ’ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψ
ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους
καὶ πεδία λωτοῦντα καὶ ἀνδρῶν πίονα ἔργα,
καί τ’ἐφ’ ἁλὸς πολιῆς κέχυται λιμέσιν τε καὶ ἀκταῖς,
κῦμα δέ μιν προσπλάζον ἐρύκεται· ἄλλά τε πάντα
εἴλυται καθύπερθ’, ὅτ’ ἐπιβρίσ Διὸς ὄμβρος·
ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί,
αἱ μὲν ἄρ’ ἐς Τρῶας, αἱ δ’ἐκ Τρώων ἐς Ἀχαιούς,
βαλλομένων· τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει.
οὐδ’ ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ
τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχα,
εἰ μὴ ἄρ’ υἱὸν ὸν Σαρπηδόνα μητίετα Ζεὺς
ὦρσεν ἐπ’ Ἀργείοισι λέονθ’ ὣς βουσὶν ἕλιξιν.
αὐτίκα δ’ἀσπίδα μὲν πρόσθ’ ἔσχετο πάντοσ’ ΐσην
καλὴν χαλκείην ἐξήλατον, ἣν ἄρα χαλκεὺς
ἤλασεν, ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰς
χρυσείῃς ῥάβδοισι διηνεκέσιν περ κύκλον.
τὴν ἄρ’ γε πρόσθε σχόμενος δύο δοῦρε τινάσσων
βῆ ῥ’ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ὅς τ’ἐπιδευὴς
δηρὸν κρειῶν, κέλεται δέ θυμὸς ἀγήνωρ
μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·
εἴ περ γάρ χ’εὕρῃσι παρ’ αὐτόφι βώτορας ἄνδρας
σὺν κυσ καὶ δούρεσσι φυλάσσοντας περ μῆλα,
οὔ ῥά τ’ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι,
ἀλλ’ γ’ἄρ’ ἥρπαξε μετάλμενος, καὶ αὐτὸς
ἔβλητ’ ἐν πρώτοισι θοῆς ἀπ χειρὸς ἄκοντι·
ὥς ῥα τότ’ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε
τεῖχος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεις.
αὐτίκα δὲ Γλαῦκον προσέφη παῖδ’ Ἱππολόχοιο·
Γλαῦκε τί δὴ νῶϊ τετιμήμεσθα μάλιστα
ἕδρ τε κρέασίν τε ἰδ πλείοις δεπάεσσιν
ἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι,
καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρ’ ὄχθας
καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο;
τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν όντας
ἑστάμεν ἠδ μάχης καυστείρης ἀντιβολῆσαι,
ὄφρά τις ὧδ’ εἴπ Λυκίων πύκα θωρηκτάων·
οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν
ἡμέτεροι βασιλες, ἔδουσί τε πίονα μῆλα
οἶνόν τ’ἔξαιτον μελιηδέα· ἀλλ’ ἄρα καὶ ἲς
ἐσθλή, ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται.
πέπον εἰ μὲν γὰρ πόλεμον περ τόνδε φυγόντε
αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τ’ἀθανάτω τε
ἔσσεσθ’, οὔτέ κεν αὐτὸς ἐν πρώτοισι μαχοίμην
οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν·
νῦν δ’ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο
μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδ’ ὑπαλύξαι,
ομεν έ τῳ εὖχος ὀρέξομεν έ τις ἡμῖν.
ὣς ἔφατ’, οὐδ Γλαῦκος ἀπετράπετ’ οὐδ’ ἀπίθησε·
τὼ δ’ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε.
τοὺς δὲ ἰδὼν ῥίγησ’ υἱὸς Πετεο Μενεσθεύς·
τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες.
πάπτηνεν δ’ἀν πύργον Ἀχαιῶν εἴ τιν’ ἴδοιτο
ἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι·
ἐς δ’ἐνόησ’ Αἴαντε δύω πολέμου ἀκορήτω
ἑσταότας, Τεῦκρόν τε νέον κλισίηθεν όντα
ἐγγύθεν· ἀλλ’ οὔ πώς οἱ ην βώσαντι γεγωνεῖν·
τόσσος γὰρ κτύπος εν, ϋτ δ’οὐρανὸν ἷκε,
βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν
καὶ πυλέων· πᾶσαι γὰρ ἐπώχατο, τοὶ δὲ κατ’ αὐτὰς
ἱστάμενοι πειρῶντο βί ῥήξαντες ἐσελθεῖν.
αἶψα δ’ἐπ’ Αἴαντα προΐει κήρυκα Θοώτην·
ἔρχεο δῖε Θοῶτα, θέων Αἴαντα κάλεσσον,
ἀμφοτέρω μὲν μᾶλλον· γάρ κ’ὄχ’ ἄριστον ἁπάντων
εἴη, ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος.
ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ
ζαχρηεῖς τελέθουσι κατ κρατερὰς ὑσμίνας.
εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν,
ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,
καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων εἰδώς.
ὣς ἔφατ’, οὐδ’ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,
βῆ δὲ θέειν παρ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων,
στῆ δὲ παρ’ Αἰάντεσσι κιών, εἶθαρ δὲ προσηύδα·
Αἴαντ’ Ἀργείων ἡγήτορε χαλκοχιτώνων
ἠνώγει Πετεο διοτρεφέος φίλος υἱὸς
κεῖσ’ ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον
ἀμφοτέρω μὲν μᾶλλον· γάρ κ’ὄχ’ ἄριστον ἁπάντων
εἴη, ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος·
ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ
ζαχρηεῖς τελέθουσι κατ κρατερὰς ὑσμίνας.
εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν,
ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,
καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων εἰδώς.
ὣς ἔφατ’, οὐδ’ ἀπίθησε μέγας Τελαμώνιος Αἴας.
αὐτίκ’ ϊλιάδην ἔπεα πτερόεντα προσηύδα·
Αἶαν σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης,
ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι·
αὐτὰρ ἐγ κεῖσ’ εἶμι καὶ ἀντιόω πολέμοιο·
αἶψα δ’ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω.
ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας,
καί οἱ Τεῦκρος ἅμ’ ε κασίγνητος καὶ ὄπατρος·
τοῖς δ’ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα.
εὖτε Μενεσθος μεγαθύμου πύργον ἵκοντο
τείχεος ἐντὸς όντες, ἐπειγομένοισι δ’ἵκοντο,
οἳ δ’ἐπ’ ἐπάλξεις βαῖνον ἐρεμν λαίλαπι ἶσοι
ἴφθιμοι Λυκίων ἡγήτορες ἠδ μέδοντες·
σὺν δ’ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δ’ἀϋτή.
Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα
Σαρπήδοντος ἑταῖρον Ἐπικλα μεγάθυμον
μαρμάρ ὀκριόεντι βαλών, ῥα τείχεος ἐντὸς
κεῖτο μέγας παρ’ ἔπαλξιν ὑπέρτατος· οὐδέ κέ μιν ῥέα
χείρεσσ’ ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδ μάλ’ ἡβῶν,
οἷοι νῦν βροτοί εἰσ’· δ’ἄρ’ ὑψόθεν ἔμβαλ’ είρας,
θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δ’ὀστέ’ ἄραξε
πάντ’ ἄμυδις κεφαλῆς· δ’ἄρ’ ἀρνευτῆρι οικὼς
κάππεσ’ ἀφ’ ὑψηλοῦ πύργου, λίπε δ’ὀστέα θυμός.
Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδ’ Ἱππολόχοιο
ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο,
ῥ’ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης.
ἂψ δ’ἀπ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν
βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτ’ ἐπέεσσι.
Σαρπήδοντι δ’ἄχος γένετο Γλαύκου ἀπιόντος
αὐτίκ’ ἐπεί τ’ἐνόησεν· ὅμως δ’οὐ λήθετο χάρμης,
ἀλλ’ γε Θεστορίδην Ἀλκμάονα δουρ τυχήσας
νύξ’, ἐκ δ’ἔσπασεν ἔγχος· δ’ἑσπόμενος πέσε δουρ
πρηνής, ἀμφ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ,
Σαρπηδὼν δ’ἄρ’ ἔπαλξιν ἑλὼν χερσ στιβαρῇσιν
ἕλχ’, δ’ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε
τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον.
τὸν δ’Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθ’ μὲν
βεβλήκει τελαμῶνα περ στήθεσσι φαεινὸν
ἀσπίδος ἀμφιβρότης· ἀλλ Ζεὺς κῆρας ἄμυνε
παιδὸς οῦ, μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη·
Αἴας δ’ἀσπίδα νύξεν ἐπάλμενος, οὐδ δι πρὸ
ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα.
χώρησεν δ’ἄρα τυτθὸν ἐπάλξιος· οὐδ’ γε πάμπαν
χάζετ’, ἐπεί οἱ θυμὸς έλπετο κῦδος ἀρέσθαι.
κέκλετο δ’ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν·
Λύκιοι τί τ’ἄρ’ ὧδε μεθίετε θούριδος ἀλκῆς;
ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμ περ όντι
μούν ῥηξαμέν θέσθαι παρ νηυσ κέλευθον·
ἀλλ’ ἐφομαρτεῖτε· πλεόνων δέ τι ἔργον ἄμεινον.
ὣς ἔφαθ’, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφ ἄνακτα.
Ἀργεῖοι δ’ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας
τείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον·
οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο
τεῖχος ῥηξάμενοι θέσθαι παρ νηυσ κέλευθον,
οὔτέ ποτ’ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο
τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν.
ἀλλ’ ὥς τ’ἀμφ’ οὔροισι δύ’ ἀνέρε δηριάασθον
μέτρ’ ἐν χερσὶν ἔχοντες ἐπιξύν ἐν ἀρούρῃ,
τ’ὀλίγ ἐν χώρ ἐρίζητον περ ἴσης,
ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες· οἳ δ’ὑπὲρ αὐτέων
δῄουν ἀλλήλων ἀμφ στήθεσσι βοείας
ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.
πολλοὶ δ’οὐτάζοντο κατ χρόα νηλέϊ χαλκῷ,
ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη
μαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς.
πάντ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν
ἐρράδατ’ ἀμφοτέρωθεν ἀπ Τρώων καὶ Ἀχαιῶν.
ἀλλ’ οὐδ’ ὧς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν,
ἀλλ’ ἔχον ὥς τε τάλαντα γυν χερνῆτις ἀληθής,
τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει
ἰσάζουσ’, ἵνα παισὶν εικέα μισθὸν ἄρηται·
ὣς μὲν τῶν ἐπ ἶσα μάχη τέτατο πτόλεμός τε,
πρίν γ’ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε
Πριαμίδῃ, ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν.
ϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·
ὄρνυσθ’ ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχος
Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ.
ὣς φάτ’ ἐποτρύνων, οἳ δ’οὔασι πάντες ἄκουον,
ἴθυσαν δ’ἐπ τεῖχος ολλέες· οἳ μὲν ἔπειτα
κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατ’ ἔχοντες,
Ἕκτωρ δ’ἁρπάξας λᾶαν φέρεν, ὅς ῥα πυλάων
ἑστήκει πρόσθε πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν
ὀξὺς ην· τὸν δ’οὔ κε δύ’ ἀνέρε δήμου ἀρίστω
ῥηϊδίως ἐπ’ ἄμαξαν ἀπ’ οὔδεος ὀχλίσσειαν,
οἷοι νῦν βροτοί εἰσ’· δέ μιν ῥέα πάλλε καὶ οἶος.
τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω.
ὡς δ’ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς
χειρ λαβὼν ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει,
ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν είρας,
αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας
δικλίδας ὑψηλάς· δοιοὶ δ’ἔντοσθεν ὀχες
εἶχον ἐπημοιβοί, μία δὲ κληῒς ἐπαρήρει.
στῆ δὲ μάλ’ ἐγγὺς ών, καὶ ἐρεισάμενος βάλε μέσσας
εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη,
ῥῆξε δ’ἀπ’ ἀμφοτέρους θαιρούς· πέσε δὲ λίθος εἴσω
βριθοσύνῃ, μέγα δ’ἀμφ πύλαι μύκον, οὐδ’ ἄρ’ ὀχες
ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη
λᾶος ὑπ ῥιπῆς· δ’ἄρ’ ἔσθορε φαίδιμος Ἕκτωρ
νυκτ θο ἀτάλαντος ὑπώπια· λάμπε δὲ χαλκ
σμερδαλέῳ, τὸν εστο περ χροΐ, δοι δὲ χερσ
δοῦρ’ ἔχεν· οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας
νόσφι θεῶν ὅτ’ ἐσᾶλτο πύλας· πυρ δ’ὄσσε δεδήει.
κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθ’ ὅμιλον
τεῖχος ὑπερβαίνειν· τοὶ δ’ὀτρύνοντι πίθοντο.
αὐτίκα δ’οἳ μὲν τεῖχος ὑπέρβασαν, οἳ δὲ κατ’ αὐτὰς
ποιητὰς ἐσέχυντο πύλας· Δαναοὶ δὲ φόβηθεν
νῆας ἀν γλαφυράς, ὅμαδος δ’ἀλίαστος ἐτύχθη.