ἄλλοι μὲν παρ νηυσὶν ἀριστες Παναχαιῶν
εὗδον παννύχιοι μαλακ δεδμημένοι ὕπνῳ·
ἀλλ’ οὐκ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν
ὕπνος ἔχε γλυκερὸς πολλ φρεσὶν ὁρμαίνοντα.
ὡς δ’ὅτ’ ἂν ἀστράπτ πόσις Ἥρης ϋκόμοιο
τεύχων πολὺν ὄμβρον ἀθέσφατον χάλαζαν
νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας,
έ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο,
ὣς πυκίν’ ἐν στήθεσσιν ἀνεστενάχιζ’ Ἀγαμέμνων
νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός.
ἤτοι ὅτ’ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε,
θαύμαζεν πυρ πολλ τὰ καίετο Ἰλιόθι πρὸ
αὐλῶν συρίγγων τ’ἐνοπὴν ὅμαδόν τ’ἀνθρώπων.
αὐτὰρ ὅτ’ ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν,
πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας
ὑψόθ’ όντι Διί, μέγα δ’ἔστενε κυδάλιμον κῆρ.
ἥδε δέ οἱ κατ θυμὸν ἀρίστη φαίνετο βουλ
Νέστορ’ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν,
εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο,
τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο.
ὀρθωθεὶς δ’ἔνδυνε περ στήθεσσι χιτῶνα,
ποσσ δ’ὑπ λιπαροῖσιν ἐδήσατο καλ πέδιλα,
ἀμφ δ’ἔπειτα δαφοινὸν έσσατο δέρμα λέοντος
αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δ’ἔγχος.
ὣς δ’αὔτως Μενέλαον ἔχε τρόμος· οὐδ γὰρ αὐτ
ὕπνος ἐπ βλεφάροισιν ἐφίζανε· μή τι πάθοιεν
Ἀργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφ’ ὑγρὴν
ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.
παρδαλέ μὲν πρῶτα μετάφρενον εὐρ κάλυψε
ποικίλῃ, αὐτὰρ ἐπ στεφάνην κεφαλῆφιν είρας
θήκατο χαλκείην, δόρυ δ’εἵλετο χειρ παχείῃ.
βῆ δ’ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντων
Ἀργείων ἤνασσε, θεὸς δ’ὣς τίετο δήμῳ.
τὸν δ’εὗρ’ ἀμφ’ ὤμοισι τιθήμενον ἔντεα καλ
νη πάρα πρύμνῃ· τῷ δ’ἀσπάσιος γένετ’ ἐλθών.
τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·
τίφθ’ οὕτως ἠθεῖε κορύσσεαι; τιν’ ἑταίρων
ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; ἀλλ μάλ’ αἰνῶς
δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον
ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν
νύκτα δι’ ἀμβροσίην· μάλα τις θρασυκάρδιος ἔσται.
τὸν δ’ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
χρεὼ βουλῆς ἐμ καὶ σὲ διοτρεφὲς Μενέλαε
κερδαλέης, τίς κεν ἐρύσσεται ἠδ σαώσει
Ἀργείους καὶ νῆας, ἐπεὶ Διὸς ἐτράπετο φρήν.
Ἑκτορέοις ἄρα μᾶλλον ἐπ φρένα θῆχ’ εροῖσιν·
οὐ γάρ πω ἰδόμην, οὐδ’ ἔκλυον αὐδήσαντος
ἄνδρ’ ἕνα τοσσάδε μέρμερ’ ἐπ’ ἤματι μητίσασθαι,
ὅσσ’ Ἕκτωρ ἔρρεξε Δι φίλος υἷας Ἀχαιῶν
αὔτως, οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο.
ἔργα δ’ἔρεξ’ ὅσα φημ μελησέμεν Ἀργείοισι
δηθά τε καὶ δολιχόν· τόσα γὰρ κακ μήσατ’ Ἀχαιούς.
ἀλλ’ ἴθι νῦν Αἴαντα καὶ Ἰδομενα κάλεσσον
ῥίμφα θέων παρ νῆας· ἐγ δ’ἐπ Νέστορα δῖον
εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κ’ἐθέλῃσιν
ἐλθεῖν ἐς φυλάκων ερὸν τέλος ἠδ’ ἐπιτεῖλαι.
κείν γάρ κε μάλιστα πιθοίατο· τοῖο γὰρ υἱὸς
σημαίνει φυλάκεσσι καὶ Ἰδομενος ὀπάων
Μηριόνης· τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα.
τὸν δ’ἠμείβετ’ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·
πῶς γάρ μοι μύθ ἐπιτέλλεαι ἠδ κελεύεις;
αὖθι μένω μετ τοῖσι δεδεγμένος εἰς κεν ἔλθῃς,
ε θέω μετ σ’αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω;
τὸν δ’αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
αὖθι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιιν
ἐρχομένω· πολλαὶ γὰρ ἀν στρατόν εἰσι κέλευθοι.
φθέγγεο δ’ᾗ κεν ῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι
πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον
πάντας κυδαίνων· μηδ μεγαλίζεο θυμῷ,
ἀλλ καὶ αὐτοί περ πονεώμεθα· ὧδέ που ἄμμι
Ζεὺς ἐπ γιγνομένοισιν ει κακότητα βαρεῖαν.
ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας·
αὐτὰρ βῆ ῥ’ἰέναι μετ Νέστορα ποιμένα λαῶν·
τὸν δ’εὗρεν παρά τε κλισί καὶ νη μελαίν
εὐν ἔνι μαλακῇ· παρ δ’ἔντεα ποικίλ’ ἔκειτο
ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια.
πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ῥ’ὁ γεραιὸς
ζώννυθ’ ὅτ’ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο
λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ.
ὀρθωθεὶς δ’ἄρ’ ἐπ’ ἀγκῶνος κεφαλὴν ἐπαείρας
Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθῳ·
τίς δ’οὗτος κατ νῆας ἀν στρατὸν ἔρχεαι οἶος
νύκτα δι’ ὀρφναίην, ὅτε θ’εὕδουσι βροτοὶ ἄλλοι,
έ τιν’ οὐρήων διζήμενος, τιν’ ἑταίρων;
φθέγγεο, μηδ’ ἀκέων ἐπ’ ἔμ’ ἔρχεο· τίπτε δέ σε χρεώ;
τὸν δ’ἠμείβετ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περ πάντων
Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς κ’ἀϋτμ
ἐν στήθεσσι μέν καί μοι φίλα γούνατ’ ὀρώρῃ.
πλάζομαι ὧδ’ ἐπεὶ οὔ μοι ἐπ’ ὄμμασι νήδυμος ὕπνος
ἱζάνει, ἀλλ μέλει πόλεμος καὶ κήδε’ Ἀχαιῶν.
αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ
ἔμπεδον, ἀλλ’ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω
στηθέων ἐκθρῴσκει, τρομέει δ’ὑπ φαίδιμα γυῖα.
ἀλλ’ εἴ τι δραίνεις, ἐπεὶ οὐδ σέ γ’ὕπνος ἱκάνει,
δεῦρ’ ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν
μὴ τοὶ μὲν καμάτ ἀδηκότες ἠδ καὶ ὕπν
κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπ πάγχυ λάθωνται.
δυσμενέες δ’ἄνδρες σχεδὸν εἵαται· οὐδέ τι ἴδμεν
μή πως καὶ δι νύκτα μενοινήσωσι μάχεσθαι.
τὸν δ’ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς
ἐκτελέει, ὅσα πού νυν έλπεται· ἀλλά μιν οἴω
κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς
ἐκ χόλου ἀργαλέοιο μεταστρέψ φίλον ἦτορ.
σοὶ δὲ μάλ’ ἕψομ’ ἐγώ· ποτ δ’αὖ καὶ ἐγείρομεν ἄλλους
ἠμὲν Τυδεΐδην δουρ κλυτὸν ἠδ’ Ὀδυσα
ἠδ’ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν.
ἀλλ’ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν
ἀντίθεόν τ’Αἴαντα καὶ Ἰδομενα ἄνακτα·
τῶν γὰρ νῆες ασιν ἑκαστάτω, οὐδ μάλ’ ἐγγύς.
ἀλλ φίλον περ όντα καὶ αἰδοῖον Μενέλαον
νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδ’ ἐπικεύσω
ὡς εὕδει, σοὶ δ’οἴ ἐπέτρεψεν πονέεσθαι.
νῦν ὄφελεν κατ πάντας ἀριστας πονέεσθαι
λισσόμενος· χρει γὰρ ἱκάνεται οὐκέτ’ ἀνεκτός.
τὸν δ’αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα·
πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι
οὔτ’ ὄκν εἴκων οὔτ’ ἀφραδίῃσι νόοιο,
ἀλλ’ ἐμέ τ’εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν.
νῦν δ’ἐμέο πρότερος μάλ’ ἐπέγρετο καί μοι ἐπέστη·
τὸν μὲν ἐγ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς.
ἀλλ’ ομεν· κείνους δὲ κιχησόμεθα πρὸ πυλάων
ἐν φυλάκεσσ’, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.
τὸν δ’ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδ’ ἀπιθήσει
Ἀργείων, ὅτε κέν τιν’ ἐποτρύν καὶ ἀνώγῃ.
ὣς εἰπὼν ἔνδυνε περ στήθεσσι χιτῶνα,
ποσσ δ’ὑπ λιπαροῖσιν ἐδήσατο καλ πέδιλα,
ἀμφ δ’ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν
διπλῆν ἐκταδίην, οὔλη δ’ἐπενήνοθε λάχνη.
εἵλετο δ’ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
βῆ δ’ἰέναι κατ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
πρῶτον ἔπειτ’ Ὀδυσα Δι μῆτιν ἀτάλαντον
ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ
φθεγξάμενος· τὸν δ’αἶψα περ φρένας ἤλυθ’ ωή,
ἐκ δ’ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ειπε·
τίφθ’ οὕτω κατ νῆας ἀν στρατὸν οἶοι ἀλᾶσθε
νύκτα δι’ ἀμβροσίην, τι δὴ χρει τόσον ἵκει;
τὸν δ’ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
διογενὲς Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ
μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.
ἀλλ’ ἕπε’, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τ’ἐπέοικε
βουλὰς βουλεύειν, φευγέμεν μάχεσθαι.
ὣς φάθ’, δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς
ποικίλον ἀμφ’ ὤμοισι σάκος θέτο, βῆ δὲ μετ’ αὐτούς.
βὰν δ’ἐπ Τυδεΐδην Διομήδεα· τὸν δὲ κίχανον
ἐκτὸς ἀπ κλισίης σὺν τεύχεσιν· ἀμφ δ’ἑταῖροι
εὗδον, ὑπ κρασὶν δ’ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν
ὄρθ’ ἐπ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς
λάμφ’ ὥς τε στεροπ πατρὸς Διός· αὐτὰρ γ’ἥρως
εὗδ’, ὑπ δ’ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο,
αὐτὰρ ὑπ κράτεσφι τάπης τετάνυστο φαεινός.
τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ,
λὰξ ποδ κινήσας, ὄτρυνέ τε νείκεσέ τ’ἄντην·
ἔγρεο Τυδέος υἱέ· τί πάννυχον ὕπνον ωτεῖς;
οὐκ ΐεις ὡς Τρῶες ἐπ θρωσμ πεδίοιο
εἵαται ἄγχι νεῶν, ὀλίγος δ’ἔτι χῶρος ἐρύκει;
ὣς φάθ’, δ’ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
σχέτλιός ἐσσι γεραιέ· σὺ μὲν πόνου οὔ ποτε λήγεις.
οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν
οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων
πάντ ἐποιχόμενοι; σὺ δ’ἀμήχανός ἐσσι γεραιέ.
τὸν δ’αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ·
ναὶ δὴ ταῦτά γε πάντα φίλος κατ μοῖραν ειπες.
εἰσὶν μέν μοι παῖδες ἀμύμονες, εἰσ δὲ λαοὶ
καὶ πολέες, τῶν κέν τις ἐποιχόμενος καλέσειεν·
ἀλλ μάλα μεγάλη χρει βεβίηκεν Ἀχαιούς.
νῦν γὰρ δὴ πάντεσσιν ἐπ ξυροῦ ἵσταται ἀκμῆς
μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς βιῶναι.
ἀλλ’ ἴθι νῦν Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸν
ἄνστησον· σὺ γάρ ἐσσι νεώτερος· εἴ μ’ἐλεαίρεις.
ὣς φάθ’, δ’ἀμφ’ ὤμοισιν έσσατο δέρμα λέοντος
αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δ’ἔγχος.
βῆ δ’ἰέναι, τοὺς δ’ἔνθεν ἀναστήσας ἄγεν ἥρως.
οἳ δ’ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν,
οὐδ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον,
ἀλλ’ ἐγρηγορτ σὺν τεύχεσιν εἵατο πάντες.
ὡς δὲ κύνες περ μῆλα δυσωρήσωνται ἐν αὐλ
θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθ’ ὕλην
ἔρχηται δι’ ὄρεσφι· πολὺς δ’ὀρυμαγδὸς ἐπ’ αὐτ
ἀνδρῶν ἠδ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν·
ὣς τῶν νήδυμος ὕπνος ἀπ βλεφάροιιν ὀλώλει
νύκτα φυλασσομένοισι κακήν· πεδίον δὲ γὰρ αἰεὶ
τετράφαθ’, ὁππότ’ ἐπ Τρώων ΐοιεν όντων.
τοὺς δ’ὃ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθ
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
οὕτω νῦν φίλα τέκνα φυλάσσετε· μηδέ τιν’ ὕπνος
αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.
ὣς εἰπὼν τάφροιο διέσσυτο· τοὶ δ’ἅμ’ ἕποντο
Ἀργείων βασιλες ὅσοι κεκλήατο βουλήν.
τοῖς δ’ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς
ϊσαν· αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι.
τάφρον δ’ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο
ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος
πιπτόντων· ὅθεν αὖτις ἀπετράπετ’ ὄβριμος Ἕκτωρ
ὀλλὺς Ἀργείους, ὅτε δὴ περ νὺξ ἐκάλυψεν.
ἔνθα καθεζόμενοι ἔπε’ ἀλλήλοισι πίφαυσκον·
τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθ’ ἑῷ αὐτοῦ
θυμ τολμήεντι μετ Τρῶας μεγαθύμους
ἐλθεῖν, εἴ τινά που δηίων ἕλοι ἐσχατόωντα,
τινά που καὶ φῆμιν ἐν Τρώεσσι πύθοιτο,
ἅσσά τε μητιόωσι μετ σφίσιν, μεμάασιν
αὖθι μένειν παρ νηυσὶν ἀπόπροθεν, ε πόλιν δὲ
ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ’Ἀχαιούς.
ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι
ἀσκηθής· μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη
πάντας ἐπ’ ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή·
ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι
τῶν πάντων οἱ ἕκαστος ϊν δώσουσι μέλαιναν
θῆλυν ὑπόρρηνον· τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον,
αἰεὶ δ’ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται.
ὣς ἔφαθ’, οἳ δ’ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
Νέστορ ἔμ’ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς όντων
Τρώων· ἀλλ’ εἴ τίς μοι ἀνὴρ ἅμ’ ἕποιτο καὶ ἄλλος
μᾶλλον θαλπωρ καὶ θαρσαλεώτερον ἔσται.
σύν τε δύ’ ἐρχομένω καί τε πρὸ τοῦ ἐνόησεν
ὅππως κέρδος ῃ· μοῦνος δ’εἴ πέρ τε νοήσ
ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτ δέ τε μῆτις.
ὣς ἔφαθ’, οἳ δ’ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι.
ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος,
ἤθελε Μηριόνης, μάλα δ’ἤθελε Νέστορος υἱός,
ἤθελε δ’Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος,
ἤθελε δ’ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον
Τρώων· αἰεὶ γάρ οἱ ἐν φρεσ θυμὸς ἐτόλμα.
τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
Τυδεΐδη Διόμηδες ἐμ κεχαρισμένε θυμ
τὸν μὲν δὴ ἕταρόν γ’αἱρήσεαι ὅν κ’ἐθέλῃσθα,
φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί.
μηδ σύ γ’αἰδόμενος σῇσι φρεσ τὸν μὲν ἀρείω
καλλείπειν, σὺ δὲ χείρον’ ὀπάσσεαι αἰδοῖ εἴκων
ἐς γενεὴν ὁρόων, μηδ’ εἰ βασιλεύτερός ἐστιν.
ὣς ἔφατ’, ἔδεισεν δὲ περ ξανθ Μενελάῳ.
τοῖς δ’αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μ’αὐτὸν ἑλέσθαι,
πῶς ἂν ἔπειτ’ Ὀδυσος ἐγ θείοιο λαθοίμην,
οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ
ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ Παλλὰς Ἀθήνη.
τούτου γ’ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο
ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι.
τὸν δ’αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
Τυδεΐδη μήτ’ ἄρ με μάλ’ αἴνεε μήτέ τι νείκει·
εἰδόσι γάρ τοι ταῦτα μετ’ Ἀργείοις ἀγορεύεις.
ἀλλ’ ομεν· μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δ’ἠώς,
ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ
τῶν δύο μοιράων, τριτάτη δ’ἔτι μοῖρα λέλειπται.
ὣς εἰπόνθ’ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην.
Τυδεΐδ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης
φάσγανον ἄμφηκες· τὸ δ’ἑὸν παρ νη λέλειπτο·
καὶ σάκος· ἀμφ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, τε καταῖτυξ
κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν.
Μηριόνης δ’Ὀδυσϊ δίδου βιὸν ἠδ φαρέτρην
καὶ ξίφος, ἀμφ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
ῥινοῦ ποιητήν· πολέσιν δ’ἔντοσθεν ἱμᾶσιν
ἐντέτατο στερεῶς· ἔκτοσθε δὲ λευκοὶ ὀδόντες
ἀργιόδοντος ὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα
εὖ καὶ ἐπισταμένως· μέσσ δ’ἐν πῖλος ἀρήρει.
τήν ῥά ποτ’ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο
ἐξέλετ’ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας,
Σκάνδειαν δ’ἄρα δῶκε Κυθηρί Ἀμφιδάμαντι·
Ἀμφιδάμας δὲ Μόλ δῶκε ξεινήϊον εἶναι,
αὐτὰρ Μηριόν δῶκεν παιδ φορῆναι·
δὴ τότ’ Ὀδυσσος πύκασεν κάρη ἀμφιτεθεῖσα.
τὼ δ’ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην,
βάν ῥ’ἰέναι, λιπέτην δὲ κατ’ αὐτόθι πάντας ἀρίστους.
τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο
Παλλὰς Ἀθηναίη· τοὶ δ’οὐκ ἴδον ὀφθαλμοῖσι
νύκτα δι’ ὀρφναίην, ἀλλ κλάγξαντος ἄκουσαν.
χαῖρε δὲ τῷ ὄρνιθ’ Ὀδυσεύς, ἠρᾶτο δ’Ἀθήνῃ·
κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, τέ μοι αἰεὶ
ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω
κινύμενος· νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη,
δὸς δὲ πάλιν ἐπ νῆας ϋκλεῖας ἀφικέσθαι
ῥέξαντας μέγα ἔργον, κε Τρώεσσι μελήσῃ.
δεύτερος αὖτ’ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη·
σπεῖό μοι ὡς ὅτε πατρ ἅμ’ ἕσπεο Τυδέϊ δί
ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ει.
τοὺς δ’ἄρ’ ἐπ’ Ἀσωπ λίπε χαλκοχίτωνας Ἀχαιούς,
αὐτὰρ μειλίχιον μῦθον φέρε Καδμείοισι
κεῖσ’· ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα
σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης.
ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε.
σοὶ δ’αὖ ἐγ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
ἀδμήτην, ἣν οὔ πω ὑπ ζυγὸν ἤγαγεν ἀνήρ·
τήν τοι ἐγ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
ὣς ἔφαν εὐχόμενοι, τῶν δ’ἔκλυε Παλλὰς Ἀθήνη.
οἳ δ’ἐπεὶ ἠρήσαντο Διὸς κούρ μεγάλοιο,
βάν ῥ’ἴμεν ὥς τε λέοντε δύω δι νύκτα μέλαιναν
ἂμ φόνον, ἂν νέκυας, διά τ’ἔντεα καὶ μέλαν αἷμα.
οὐδ μὲν οὐδ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ
εὕδειν, ἀλλ’ ἄμυδις κικλήσκετο πάντας ἀρίστους,
ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδ μέδοντες·
τοὺς γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·
τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε
δώρ ἔπι μεγάλῳ; μισθὸς δέ οἱ ἄρκιος ἔσται.
δώσω γὰρ δίφρόν τε δύω τ’ἐριαύχενας ἵππους
οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπ νηυσὶν Ἀχαιῶν
ὅς τίς κε τλαίη, οἷ τ’αὐτ κῦδος ἄροιτο,
νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι
έ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
ἤδη χείρεσσιν ὑφ’ ἡμετέρῃσι δαμέντες
φύξιν βουλεύουσι μετ σφίσιν, οὐδ’ ἐθέλουσι
νύκτα φυλασσέμεναι, καμάτ ἀδηκότες αἰνῷ.
ὣς ἔφαθ’, οἳ δ’ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς
κήρυκος θείοιο πολύχρυσος πολύχαλκος,
ὃς δή τοι εἶδος μὲν ην κακός, ἀλλ ποδώκης·
αὐτὰρ μοῦνος ην μετ πέντε κασιγνήτῃσιν.
ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ειπεν·
Ἕκτορ ἔμ’ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι.
ἀλλ’ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον
μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκ
δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα,
σοὶ δ’ἐγ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδ’ ἀπ δόξης·
τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρ’ ἂν ἵκωμαι
νῆ’ Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι
βουλὰς βουλεύειν φευγέμεν μάχεσθαι.
ὣς φάθ’, δ’ἐν χερσ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν·
ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης
μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος
Τρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι.
ὣς φάτο καί ῥ’ἐπίορκον ἐπώμοσε, τὸν δ’ὀρόθυνεν·
αὐτίκα δ’ἀμφ’ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα,
ἕσσατο δ’ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο,
κρατ δ’ἐπ κτιδέην κυνέην, ἕλε δ’ὀξὺν ἄκοντα,
βῆ δ’ἰέναι προτ νῆας ἀπ στρατοῦ· οὐδ’ ἄρ’ ἔμελλεν
ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν.
ἀλλ’ ὅτε δή ῥ’ἵππων τε καὶ ἀνδρῶν κάλλιφ’ ὅμιλον,
βῆ ῥ’ἀν’ ὁδὸν μεμαώς· τὸν δὲ φράσατο προσιόντα
διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν·
οὗτός τις Διόμηδες ἀπ στρατοῦ ἔρχεται ἀνήρ,
οὐκ οἶδ’ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν,
τινα συλήσων νεκύων κατατεθνηώτων.
ἀλλ’ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο
τυτθόν· ἔπειτα δέ κ’αὐτὸν ἐπαΐξαντες ἕλοιμεν
καρπαλίμως· εἰ δ’ἄμμε παραφθαίησι πόδεσσιν,
αἰεί μιν ἐπ νῆας ἀπ στρατόφι προτιειλεῖν
ἔγχει ἐπαΐσσων, μή πως προτ ἄστυ ἀλύξῃ.
ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι
κλινθήτην· δ’ἄρ’ ὦκα παρέδραμεν ἀφραδίῃσιν.
ἀλλ’ ὅτε δή ῥ’ἀπέην ὅσσόν τ’ἐπ οὖρα πέλονται
ἡμιόνων· αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν
ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον·
τὼ μὲν ἐπεδραμέτην, δ’ἄρ’ ἔστη δοῦπον ἀκούσας.
ἔλπετο γὰρ κατ θυμὸν ἀποστρέψοντας ἑταίρους
ἐκ Τρώων έναι πάλιν Ἕκτορος ὀτρύναντος.
ἀλλ’ ὅτε δή ῥ’ἄπεσαν δουρηνεκὲς καὶ ἔλασσον,
γνῶ ῥ’ἄνδρας δηίους, λαιψηρ δὲ γούνατ’ ἐνώμα
φευγέμεναι· τοὶ δ’αἶψα διώκειν ὁρμήθησαν.
ὡς δ’ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης
κεμάδ’ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ
χῶρον ἀν’ ὑλήενθ’, δέ τε προθέῃσι μεμηκώς,
ὣς τὸν Τυδεΐδης ἠδ’ πτολίπορθος Ὀδυσσεὺς
λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί.
ἀλλ’ ὅτε δὴ τάχ’ ἔμελλε μιγήσεσθαι φυλάκεσσι
φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλ’ Ἀθήνη
Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων
φθαίη ἐπευξάμενος βαλέειν, δὲ δεύτερος ἔλθοι.
δουρ δ’ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·
μέν’ έ σε δουρ κιχήσομαι, οὐδέ σέ φημι
δηρὸν ἐμῆς ἀπ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον.
ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δ’ἡμάρτανε φωτός·
δεξιτερὸν δ’ὑπὲρ ὦμον ΰξου δουρὸς ἀκωκ
ἐν γαί ἐπάγη· δ’ἄρ’ ἔστη τάρβησέν τε
βαμβαίνων· ἄραβος δὲ δι στόμα γίγνετ’ ὀδόντων·
χλωρὸς ὑπαὶ δείους· τὼ δ’ἀσθμαίνοντε κιχήτην,
χειρῶν δ’ἁψάσθην· δὲ δακρύσας ἔπος ηὔδα·
ζωγρεῖτ’, αὐτὰρ ἐγὼν ἐμ λύσομαι· ἔστι γὰρ ἔνδον
χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
τῶν κ’ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσι’ ἄποινα
εἴ κεν ἐμ ζωὸν πεπύθοιτ’ ἐπ νηυσὶν Ἀχαιῶν.
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω.
ἀλλ’ ἄγε μοι τόδε εἰπ καὶ ἀτρεκέως κατάλεξον·
πῇ δη οὕτως ἐπ νῆας ἀπ στρατοῦ ἔρχεαι οἷος
νύκτα δι’ ὀρφναίην, ὅτε θ’εὕδουσι βροτοὶ ἄλλοι;
τινα συλήσων νεκύων κατατεθνηώτων;
σ’Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα
νῆας ἔπι γλαφυράς; σ’αὐτὸν θυμὸς ἀνῆκε;
τὸν δ’ἠμείβετ’ ἔπειτα Δόλων, ὑπ δ’ἔτρεμε γυῖα·
πολλῇσίν μ’ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ,
ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους
δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ,
ἠνώγει δέ μ’ἰόντα θοὴν δι νύκτα μέλαιναν
ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι
φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
ἤδη χείρεσσιν ὑφ’ ἡμετέρῃσι δαμέντες
φύξιν βουλεύουσι μετ σφίσιν, οὐδ’ ἐθέλουσι
νύκτα φυλασσέμεναι, καμάτ ἀδηκότες αἰνῷ.
τὸν δ’ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·
ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς
ἵππων Αἰακίδαο δαίφρονος· οἳ δ’ἀλεγεινοὶ
ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ’ ὀχέεσθαι
ἄλλ γ’ἢ Ἀχιλϊ, τὸν ἀθανάτη τέκε μήτηρ.
ἀλλ’ ἄγε μοι τόδε εἰπ καὶ ἀτρεκέως κατάλεξον·
ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν;
ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι;
πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί;
ἅσσά τε μητιόωσι μετ σφίσιν, μεμάασιν
αὖθι μένειν παρ νηυσὶν ἀπόπροθεν, ε πόλιν δὲ
ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ’Ἀχαιούς.
τὸν δ’αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός·
τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλ’ ἀτρεκέως καταλέξω.
Ἕκτωρ μὲν μετ τοῖσιν, ὅσοι βουληφόροι εἰσί,
βουλὰς βουλεύει θείου παρ σήματι Ἴλου
νόσφιν ἀπ φλοίσβου· φυλακὰς δ’ἃς εἴρεαι ἥρως
οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδ φυλάσσει.
ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη
οἷ δ’ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται
ἀλλήλοις· ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι
εὕδουσι· Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν·
οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδ γυναῖκες.
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν
εὕδουσ’ ἀπάνευθε; δίειπέ μοι ὄφρα δαείω.
τὸν δ’ἠμείβετ’ ἔπειτα Δόλων Εὐμήδεος υἱός·
τοὶ γὰρ ἐγ καὶ ταῦτα μάλ’ ἀτρεκέως καταλέξω.
πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι
καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί,
πρὸς Θύμβρης δ’ἔλαχον Λύκιοι Μυσοί τ’ἀγέρωχοι
καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί.
ἀλλ τί ἐμ ταῦτα διεξερέεσθε ἕκαστα;
εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον
Θρήϊκες οἷδ’ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων·
ἐν δέ σφιν ’Ρῆσος βασιλεὺς πάϊς ϊονος.
τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδ μεγίστους·
λευκότεροι χιόνος, θείειν δ’ἀνέμοισιν ὁμοῖοι·
ἅρμα δέ οἱ χρυσ τε καὶ ἀργύρ εὖ ἤσκηται·
τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι
ἤλυθ’ ἔχων· τὰ μὲν οὔ τι καταθνητοῖσιν οικεν
ἄνδρεσσιν φορέειν, ἀλλ’ ἀθανάτοισι θεοῖσιν.
ἀλλ’ ἐμ μὲν νῦν νηυσ πελάσσετον ὠκυπόροισιν,
έ με δήσαντες λίπετ’ αὐτόθι νηλέϊ δεσμῷ,
ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο
κατ’ αἶσαν ειπον ἐν ὑμῖν, ε καὶ οὐκί.
τὸν δ’ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ·
ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς.
εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν μεθῶμεν,
τε καὶ ὕστερον εἶσθα θοὰς ἐπ νῆας Ἀχαιῶν
διοπτεύσων ἐναντίβιον πολεμίξων·
εἰ δέ κ’ἐμῇς ὑπ χερσ δαμεὶς ἀπ θυμὸν ὀλέσσῃς,
οὐκέτ’ ἔπειτα σὺ πῆμά ποτ’ ἔσσεαι Ἀργείοισιν.
ἦ, καὶ μέν μιν ἔμελλε γενείου χειρ παχεί
ἁψάμενος λίσσεσθαι, δ’αὐχένα μέσσον ἔλασσε
φασγάν ΐξας, ἀπ δ’ἄμφω κέρσε τένοντε·
φθεγγομένου δ’ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
τοῦ δ’ἀπ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο
καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν·
καὶ τά γ’Ἀθηναί ληΐτιδι δῖος Ὀδυσσεὺς
ὑψόσ’ ἀνέσχεθε χειρ καὶ εὐχόμενος ἔπος ηὔδα·
χαῖρε θε τοῖσδεσσι· σὲ γὰρ πρώτην ἐν Ὀλύμπ
πάντων ἀθανάτων ἐπιδωσόμεθ’· ἀλλ καὶ αὖτις
πέμψον ἐπ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς.
ὣς ἄρ’ ἐφώνησεν, καὶ ἀπ ἕθεν ὑψόσ’ είρας
θῆκεν ἀν μυρίκην· δέελον δ’ἐπ σῆμά τ’ἔθηκε
συμμάρψας δόνακας μυρίκης τ’ἐριθηλέας ὄζους,
μὴ λάθοι αὖτις όντε θοὴν δι νύκτα μέλαιναν.
τὼ δὲ βάτην προτέρω διά τ’ἔντεα καὶ μέλαν αἷμα,
αἶψα δ’ἐπ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον όντες.
οἳ δ’εὗδον καμάτ ἀδηκότες, ἔντεα δέ σφιν
καλ παρ’ αὐτοῖσι χθον κέκλιτο εὖ κατ κόσμον
τριστοιχί· παρ δέ σφιν ἑκάστ δίζυγες ἵπποι.
’Ρῆσος δ’ἐν μέσ εὗδε, παρ’ αὐτ δ’ὠκέες ἵπποι
ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο.
τὸν δ’Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν·
οὗτός τοι Διόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι,
οὓς νῶϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμεῖς.
ἀλλ’ ἄγε δὴ πρόφερε κρατερὸν μένος· οὐδέ τί σε χρὴ
ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλ λύ’ ἵππους·
σύ γ’ἄνδρας ἔναιρε, μελήσουσιν δ’ἐμοὶ ἵπποι.
ὣς φάτο, τῷ δ’ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη,
κτεῖνε δ’ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτ’ εικὴς
ορι θεινομένων, ἐρυθαίνετο δ’αἵματι γαῖα.
ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν
αἴγεσιν ΐεσσι κακ φρονέων ἐνορούσῃ,
ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς
ὄφρα δυώδεκ’ ἔπεφνεν· ἀτὰρ πολύμητις Ὀδυσσεὺς
ὅν τινα Τυδεΐδης ορι πλήξειε παραστὰς
τὸν δ’Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε,
τὰ φρονέων κατ θυμὸν ὅπως καλλίτριχες ἵπποι
ῥεῖα διέλθοιεν μηδ τρομεοίατο θυμ
νεκροῖς ἀμβαίνοντες· ήθεσσον γὰρ ἔτ’ αὐτῶν.
ἀλλ’ ὅτε δὴ βασιλα κιχήσατο Τυδέος υἱός,
τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα
ἀσθμαίνοντα· κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη
τὴν νύκτ’ Οἰνεΐδαο πάϊς δι μῆτιν Ἀθήνης.
τόφρα δ’ἄρ’ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους,
σὺν δ’ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου
τόξ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν
ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι·
ῥοίζησεν δ’ἄρα πιφαύσκων Διομήδεϊ δίῳ.
αὐτὰρ μερμήριζε μένων τι κύντατον ἕρδοι,
γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχε’ ἔκειτο,
ῥυμοῦ ἐξερύοι ἐκφέροι ὑψόσ’ είρας,
ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπ θυμὸν ἕλοιτο.
εἷος ταῦθ’ ὥρμαινε κατ φρένα, τόφρα δ’Ἀθήνη
ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον·
νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱ
νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς,
μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος.
ὣς φάθ’, δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,
καρπαλίμως δ’ἵππων ἐπεβήσετο· κόψε δ’Ὀδυσσεὺς
τόξῳ· τοὶ δ’ἐπέτοντο θοὰς ἐπ νῆας Ἀχαιῶν.
οὐδ’ ἀλαοσκοπιὴν εἶχ’ ἀργυρότοξος Ἀπόλλων
ὡς ἴδ’ Ἀθηναίην μετ Τυδέος υἱὸν ἕπουσαν·
τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον,
ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα
’Ρήσου ἀνεψιὸν ἐσθλόν· δ’ἐξ ὕπνου ἀνορούσας
ὡς ἴδε χῶρον ἐρῆμον, ὅθ’ ἕστασαν ὠκέες ἵπποι,
ἄνδράς τ’ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν,
ᾤμωξέν τ’ἄρ’ ἔπειτα φίλον τ’ὀνόμηνεν ἑταῖρον.
Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς
θυνόντων ἄμυδις· θηεῦντο δὲ μέρμερα ἔργα
ὅσσ’ ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπ νῆας.
οἳ δ’ὅτε δή ῥ’ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν,
ἔνθ’ Ὀδυσεὺς μὲν ἔρυξε Δι φίλος ὠκέας ἵππους,
Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόεντα
ἐν χείρεσσ’ Ὀδυσϊ τίθει, ἐπεβήσετο δ’ἵππων·
μάστιξεν δ’ἵππους, τὼ δ’οὐκ έκοντε πετέσθην
νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
Νέστωρ δὲ πρῶτος κτύπον ϊε φώνησέν τε·
φίλοι Ἀργείων ἡγήτορες ἠδ μέδοντες
ψεύσομαι, ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
ἵππων μ’ὠκυπόδων ἀμφ κτύπος οὔατα βάλλει.
αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ κρατερὸς Διομήδης
ὧδ’ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους·
ἀλλ’ αἰνῶς δείδοικα κατ φρένα μή τι πάθωσιν
Ἀργείων οἳ ἄριστοι ὑπ Τρώων ὀρυμαγδοῦ.
οὔ πω πᾶν εἴρητο ἔπος ὅτ’ ἄρ’ ἤλυθον αὐτοί.
καί ῥ’οἳ μὲν κατέβησαν ἐπ χθόνα, τοὶ δὲ χαρέντες
δεξι ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·
πρῶτος δ’ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ·
εἴπ’ ἄγε μ’ὦ πολύαιν’ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν
ὅππως τοῦσδ’ ἵππους λάβετον καταδύντες ὅμιλον
Τρώων, τίς σφωε πόρεν θεὸς ἀντιβολήσας.
αἰνῶς ἀκτίνεσσιν οικότες ελίοιο.
αἰεὶ μὲν Τρώεσσ’ ἐπιμίσγομαι, οὐδέ τί φημι
μιμνάζειν παρ νηυσ γέρων περ ὼν πολεμιστής·
ἀλλ’ οὔ πω τοίους ἵππους ἴδον οὐδ νόησα.
ἀλλά τιν’ ὔμμ’ ΐω δόμεναι θεὸν ἀντιάσαντα·
ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς
κούρη τ’αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη.
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
ῥεῖα θεός γ’ἐθέλων καὶ ἀμείνονας έ περ οἵδε
ἵππους δωρήσαιτ’, ἐπεὶ πολ φέρτεροί εἰσιν.
ἵπποι δ’οἵδε γεραι νεήλυδες οὓς ἐρεείνεις
Θρηΐκιοι· τὸν δέ σφιν ἄνακτ’ ἀγαθὸς Διομήδης
ἔκτανε, πὰρ δ’ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους.
τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν,
τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο
Ἕκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί.
ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους
καγχαλόων· ἅμα δ’ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί.
οἳ δ’ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο,
ἵππους μὲν κατέδησαν ϋτμήτοισιν ἱμᾶσι
φάτν ἐφ’ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι
ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες·
νη δ’ἐν πρυμν ἔναρα βροτόεντα Δόλωνος
θῆκ’ Ὀδυσεύς, ὄφρ’ ἱρὸν ἑτοιμασσαίατ’ Ἀθήνῃ.
αὐτοὶ δ’ἱδρ πολλὸν ἀπενίζοντο θαλάσσ
ἐσβάντες κνήμας τε ἰδ λόφον ἀμφί τε μηρούς.
αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρ πολλὸν
νίψεν ἀπ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ,
ἔς ῥ’ἀσαμίνθους βάντες ϋξέστας λούσαντο.
τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπ’ ἐλαί
δείπν ἐφιζανέτην, ἀπ δὲ κρητῆρος Ἀθήν
πλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον.