Audio and text annotations licensed as CC-BY, © 2016 David Chamberlain. Click a line, and/or use up/down arrows. The audio works best in Chrome or Firefox.

Index

Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο
ἀνδρῶν μνηστήρων· ἔχε δὲ ῥάβδον μετ χερσ
καλὴν χρυσείην, τῇ τ’ἀνδρῶν ὄμματα θέλγει
ὦν ἐθέλει, τοὺς δ’αὖτε καὶ ὑπνώοντας ἐγείρει·
τῇ ῥ’ἄγε κινήσας, ταὶ δὲ τρίζουσαι ἕποντο.
ὡς δ’ὅτε νυκτερίδες μυχ ἄντρου θεσπεσίοιο
τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν
ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τ’ἀλλήλῃσιν ἔχονται,
ὣς αἱ τετριγυῖαι ἅμ’ ϊσαν· ἦρχε δ’ἄρα σφιν
Ἑρμείας ἀκάκητα κατ’ εὐρώεντα κέλευθα.
πὰρ δ’ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην,
ἠδ παρ’ ελίοιο πύλας καὶ δῆμον ὀνείρων
ϊσαν· αἶψα δ’ἵκοντο κατ’ ἀσφοδελὸν λειμῶνα,
ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων.
εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλος
καὶ Πατροκλος καὶ ἀμύμονος Ἀντιλόχοιο
Αἴαντός θ’,ὃς ἄριστος ην εἶδός τε δέμας τε
τῶν ἄλλων Δαναῶν μετ’ ἀμύμονα Πηλεΐωνα.
ὣς οἱ μὲν περ κεῖνον ὁμίλεον· ἀγχίμολον δὲ
ἤλυθ’ ἔπι ψυχ Ἀγαμέμνονος Ἀτρεΐδαο
ἀχνυμένη· περ δ’ἄλλαι ἀγηγέραθ’, ὅσσοι ἅμ’ αὐτ
οἴκ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
τὸν προτέρη ψυχ προσεφώνεε Πηλεΐωνος·
Ἀτρεΐδη, περ μέν σε φάμεν Δι τερπικεραύν
ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα,
οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες
δήμ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγε’ Ἀχαιοί.
τ’ἄρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι ἔμελλε
μοῖρ’ ὀλοή, τὴν οὔ τις ἀλεύεται ὅς κε γένηται.
ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες,
δήμ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν·
τῶ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί,
ἠδέ κε καὶ σῷ παιδ μέγα κλέος ἤρα’ ὀπίσσω·
νῦν δ’ἄρα σ’οἰκτίστ θανάτ εἵμαρτο ἁλῶναι.
τὸν δ’αὖτε ψυχ προσεφώνεεν Ἀτρεΐδαο·
ὄλβιε Πηλέος υἱέ, θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ,
ὃς θάνες ἐν Τροί ἑκὰς Ἄργεος· ἀμφ δέ σ’ἄλλοι
κτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι,
μαρνάμενοι περ σεῖο· σὺ δὲ στροφάλιγγι κονίης
κεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.
ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθ’· οὐδέ κε πάμπαν
παυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν.
αὐτὰρ ἐπεί σ’ἐπ νῆας ἐνείκαμεν ἐκ πολέμοιο,
κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸν
ὕδατί τε λιαρ καὶ ἀλείφατι· πολλ δέ σ’ἀμφ
δάκρυα θερμ χέον Δαναοὶ κείραντό τε χαίτας.
μήτηρ δ’ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσιν
ἀγγελίης ΐουσα· βο δ’ἐπ πόντον ὀρώρει
θεσπεσίη, ὑπ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς·
καί νύ κ’ἀναΐξαντες ἔβαν κοίλας ἐπ νῆας,
εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς,
Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
σφιν φρονέων ἀγορήσατο καὶ μετέειπεν·
ἴσχεσθ’, Ἀργεῖοι, μὴ φεύγετε, κοῦροι Ἀχαιῶν·
μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃς ἁλίῃσιν
ἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα.
ὣς ἔφαθ’, οἱ δ’ἔσχοντο φόβου μεγάθυμοι Ἀχαιοί·
ἀμφ δέ σ’ἔστησαν κοῦραι ἁλίοιο γέροντος
οἴκτρ’ ὀλοφυρόμεναι, περ δ’ἄμβροτα εἵματα ἕσσαν.
Μοῦσαι δ’ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπ καλ
θρήνεον· ἔνθα κεν οὔ τιν’ ἀδάκρυτόν γ’ἐνόησας
Ἀργείων· τοῖον γὰρ ἐπώρορε Μοῦσα λίγεια.
ἑπτ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ
κλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τ’ἄνθρωποι·
ὀκτωκαιδεκάτ δ’ἔδομεν πυρί, πολλ δ’ἐπ’ αὐτ
μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.
καίεο δ’ἔν τ’ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλ
καὶ μέλιτι γλυκερῷ· πολλοὶ δ’ἥρωες Ἀχαιοὶ
τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,
πεζοί θ’ἱππές τε· πολὺς δ’ὀρυμαγδὸς ὀρώρει
αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,
ῶθεν δή τοι λέγομεν λεύκ’ ὀστέ’, Ἀχιλλεῦ,
οἴν ἐν ἀκρήτ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ
χρύσεον ἀμφιφορα· Διωνύσοιο δὲ δῶρον
φάσκ’ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.
ἐν τῷ τοι κεῖται λεύκ’ ὀστέα, φαίδιμ’ Ἀχιλλεῦ,
μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,
χωρὶς δ’Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων
τῶν ἄλλων ἑτάρων, μετ Πάτροκλόν γε θανόντα.
ἀμφ’ αὐτοῖσι δ’ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον
χεύαμεν Ἀργείων ερὸς στρατὸς αἰχμητάων
ἀκτ ἔπι προὐχούσῃ, ἐπ πλατεῖ Ἑλλησπόντῳ,
ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη
τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.
μήτηρ δ’αἰτήσασα θεοὺς περικαλλέ’ εθλα
θῆκε μέσ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.
ἤδη μὲν πολέων τάφ ἀνδρῶν ἀντεβόλησα
ἡρώων, ὅτε κέν ποτ’ ἀποφθιμένου βασιλος
ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται εθλα·
ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ,
οἷ’ ἐπ σοὶ κατέθηκε θε περικαλλέ’ εθλα,
ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.
ὣς σὺ μὲν οὐδ θανὼν ὄνομ’ ὤλεσας, ἀλλά τοι αἰεὶ
πάντας ἐπ’ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ,
αὐτὰρ ἐμοὶ τί τόδ’ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;
ἐν νόστ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον
Αἰγίσθου ὑπ χερσ καὶ οὐλομένης ἀλόχοιο.
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
ἀγχίμολον δέ σφ’ἦλθε διάκτορος ἀργεϊφόντης,
ψυχὰς μνηστήρων κατάγων Ὀδυσϊ δαμέντων,
τὼ δ’ἄρα θαμβήσαντ’ ἰθὺς κίον, ὡς ἐσιδέσθην.
ἔγνω δὲ ψυχ Ἀγαμέμνονος Ἀτρεΐδαο
παῖδα φίλον Μελανος, ἀγακλυτὸν Ἀμφιμέδοντα·
ξεῖνος γάρ οἱ ην Ἰθάκ ἔνι οἰκία ναίων.
τὸν προτέρη ψυχ προσεφώνεεν Ἀτρεΐδαο·
Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε
πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως
κρινάμενος λέξαιτο κατ πτόλιν ἄνδρας ἀρίστους.
ὔμμ’ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,
ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;
που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ’ ἐπ χέρσου
βοῦς περιταμνομένους ἠδ’ οἰῶν πώεα καλά,
περ πτόλιος μαχεούμενοι ἠδ γυναικῶν;
εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι.
ἦ οὐ μέμν ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ,
ὀτρυνέων Ὀδυσα σὺν ἀντιθέ Μενελά
Ἴλιον εἰς ἅμ’ ἕπεσθαι ϋσσέλμων ἐπ νηῶν;
μην δ’ἄρ’ οὔλ πάντα περήσαμεν εὐρέα πόντον,
σπουδ παρπεπιθόντες Ὀδυσσα πτολίπορθον.
τὸν δ’αὖτε ψυχ προσεφώνεεν Ἀμφιμέδοντος·
Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
μέμνημαι τάδε πάντα, διοτρεφές, ὡς ἀγορεύεις·
σοὶ δ’ἐγ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω,
ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.
μνώμεθ’ Ὀδυσσος δὴν οἰχομένοιο δάμαρτα·
δ’οὔτ’ ἠρνεῖτο στυγερὸν γάμον οὔτε τελεύτα,
ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν,
ἀλλ δόλον τόνδ’ ἄλλον ἐν φρεσ μερμήριξε·
στησαμένη μέγαν ἱστὸν ἐν μεγάροισιν ὕφαινε,
λεπτὸν καὶ περίμετρον· ἄφαρ δ’ἡμῖν μετέειπε·
κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
μίμνετ’ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς κε φᾶρος
ἐκτελέσω, μή μοι μεταμώνια νήματ’ ὄληται,
Λαέρτ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
μοῖρ’ ὀλο καθέλῃσι τανηλεγέος θανάτοιο,
μή τίς μοι κατ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
αἴ κεν ἄτερ σπείρου κεῖται πολλ κτεατίσσας.
ὣς ἔφαθ’, ἡμῖν δ’αὖτ’  ἐπεπείθετο θυμὸς ἀγήνωρ.
ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,
νύκτας δ’ἀλλύεσκεν, ἐπὴν δαΐδας παραθεῖτο.
ὣς τρίετες μὲν ἔληθε δόλ καὶ ἔπειθεν Ἀχαιούς·
ἀλλ’ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὦραι,
μηνῶν φθινόντων, περ δ’ἤματα πόλλ’ ἐτελέσθη,
καὶ τότε δή τις ειπε γυναικῶν, σάφα ᾔδη,
καὶ τήν γ’ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.
ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσ’, ὑπ’ ἀνάγκης.
εὖθ’ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν,
πλύνασ’, ελί ἐναλίγκιον σελήνῃ,
καὶ τότε δή ῥ’Ὀδυσα κακός ποθεν ἤγαγε δαίμων
ἀγροῦ ἐπ’ ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης.
ἔνθ’ ἦλθεν φίλος υἱὸς Ὀδυσσος θείοιο,
ἐκ Πύλου ἠμαθόεντος ὼν σὺν νη μελαίνῃ·
τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε
ἵκοντο προτ ἄστυ περικλυτόν, ἤτοι Ὀδυσσεὺς
ὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθ’ ἡγεμόνευε.
τὸν δὲ συβώτης ἦγε κακ χρο εἵματ’ ἔχοντα,
πτωχ λευγαλέ ἐναλίγκιον ἠδ γέροντι
σκηπτόμενον· τὰ δὲ λυγρ περ χρο εἵματα ἕστο·
οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν όντα
ἐξαπίνης προφανέντ’, οὐδ’ οἳ προγενέστεροι ἦσαν,
ἀλλ’ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδ βολῇσιν.
αὐτὰρ τέως μὲν ἐτόλμα ἐν μεγάροισιν οῖσι
βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ·
ἀλλ’ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο,
σὺν μὲν Τηλεμάχ περικαλλέα τεύχε’ είρας
ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχας,
αὐτὰρ ἣν ἄλοχον πολυκερδίῃσιν ἄνωγε
τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον,
ἡμῖν αἰνομόροισιν έθλια καὶ φόνου ἀρχήν.
οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο
νευρὴν ἐντανύσαι, πολλὸν δ’ἐπιδευέες ἦμεν.
ἀλλ’ ὅτε χεῖρας ἵκανεν Ὀδυσσος μέγα τόξον,
ἔνθ’ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι
τόξον μὴ δόμεναι, μηδ’ εἰ μάλα πόλλ’ ἀγορεύοι·
Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν.
αὐτὰρ δέξατο χειρ πολύτλας δῖος Ὀδυσσεύς,
ῥηϊδίως δ’ἐτάνυσσε βιόν, δι δ’ἧκε σιδήρου,
στῆ δ’ἄρ’ ἐπ’ οὐδὸν ών, ταχέας δ’ἐκχεύατ’ ϊστοὺς
δεινὸν παπταίνων, βάλε δ’Ἀντίνοον βασιλα.
αὐτὰρ ἔπειτ’ ἄλλοις ἐφίει βέλεα στονόεντα,
ἄντα τιτυσκόμενος· τοὶ δ’ἀγχιστῖνοι ἔπιπτον.
γνωτὸν δ’ἦν ῥά τίς σφι θεῶν ἐπιτάρροθος εν·
αὐτίκα γὰρ κατ δώματ’ ἐπισπόμενοι μένεϊ σφῷ
κτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτ’ εικὴς
κράτων τυπτομένων, δάπεδον δ’ἅπαν αἵματι θῦεν.
ὣς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθ’, ὦν ἔτι καὶ νῦν
σώματ’ ἀκηδέα κεῖται ἐν μεγάροις Ὀδυσος·
οὐ γάρ πω ἴσασι φίλοι κατ δώμαθ’ ἑκάστου,
οἵ κ’ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων
κατθέμενοι γοάοιεν· γὰρ γέρας ἐστ θανόντων.
τὸν δ’αὖτε ψυχ προσεφώνεεν Ἀτρεΐδαο·
ὄλβιε Λαέρταο πάϊ, πολυμήχαν’ Ὀδυσσεῦ,
ἄρα σὺν μεγάλ ἀρετ ἐκτήσω ἄκοιτιν.
ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ,
κούρ Ἰκαρίου· ὡς εὖ μέμνητ’ Ὀδυσος,
ἀνδρὸς κουριδίου· τῶ οἱ κλέος οὔ ποτ’ ὀλεῖται
ἧς ἀρετῆς, τεύξουσι δ’ ἐπιχθονίοισιν οιδὴν
ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ,
οὐχ ὡς Τυνδαρέου κούρη κακ μήσατο ἔργα,
κουρίδιον κτείνασα πόσιν, στυγερ δέ τ’ἀοιδ
ἔσσετ’ ἐπ’ ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὀπάσσει
θηλυτέρῃσι γυναιξί, καὶ κ’εὐεργὸς ῃσιν.
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
ἑσταότ’ εἰν ΐδαο δόμοις, ὑπ κεύθεσι γαίης·
οἱ δ’ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δ’ἀγρὸν ἵκοντο
καλὸν Λαέρταο τετυγμένον, ὅν ῥά ποτ’ αὐτὸς
Λαέρτης κτεάτισσεν, ἐπεὶ μάλα πόλλ’ ἐμόγησεν.
ἔνθα οἱ οἶκος ην, περ δὲ κλίσιον θέε πάντῃ,
ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδ αυον
δμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο.
ἐν δὲ γυν Σικελ γρηῢς πέλεν, ῥα γέροντα
ἐνδυκέως κομέεσκεν ἐπ’ ἀγροῦ, νόσφι πόληος.
ἔνθ’ Ὀδυσεὺς δμώεσσι καὶ υἱέϊ μῦθον ειπεν·
ὑμεῖς μὲν νῦν ἔλθετ’ ϋκτίμενον δόμον εἴσω,
δεῖπνον δ’αἶψα συῶν ερεύσατε ὅς τις ἄριστος·
αὐτὰρ ἐγ πατρὸς πειρήσομαι ἡμετέροιο,
αἴ κέ μ’ἐπιγνώ καὶ φράσσεται ὀφθαλμοῖσιν,
έ κεν ἀγνοιῇσι, πολὺν χρόνον ἀμφὶς όντα.
ὣς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχε’ ἔδωκεν.
οἱ μὲν ἔπειτα δόμονδε θοῶς κίον, αὐτὰρ Ὀδυσσεὺς
ἆσσον εν πολυκάρπου ἀλωῆς πειρητίζων.
οὐδ’ εὗρεν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων,
οὐδέ τινα δμώων οὐδ’ υἱέων· ἀλλ’ ἄρα τοί γε
αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος
ᾤχοντ’, αὐτὰρ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε.
τὸν δ’οἶον πατέρ’ εὗρεν ϋκτιμέν ἐν ἀλωῇ,
λιστρεύοντα φυτόν· ῥυπόωντα δὲ ἕστο χιτῶνα
ῥαπτὸν εικέλιον, περ δὲ κνήμῃσι βοείας
κνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων,
χειρῖδάς τ’ἐπ χερσ βάτων ἕνεκ’· αὐτὰρ ὕπερθεν
αἰγείην κυνέην κεφαλ ἔχε, πένθος έξων.
τὸν δ’ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς
γήραϊ τειρόμενον, μέγα δὲ φρεσ πένθος ἔχοντα,
στὰς ἄρ’ ὑπ βλωθρὴν ὄγχνην κατ δάκρυον εἶβε.
μερμήριξε δ’ἔπειτα κατ φρένα καὶ κατ θυμὸν
κύσσαι καὶ περιφῦναι ἑὸν πατέρ’, ἠδ ἕκαστα
εἰπεῖν, ὡς ἔλθοι καὶ ἵκοιτ’ ἐς πατρίδα γαῖαν,
πρῶτ’ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
ὦδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
πρῶτον κερτομίοις ἐπέεσσιν πειρηθῆναι.
τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ δῖος Ὀδυσσεύς.
ἤτοι μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινε·
τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός·
γέρον, οὐκ ἀδαημονίη σ’ἔχει ἀμφιπολεύειν
ὄρχατον, ἀλλ’ εὖ τοι κομιδ ἔχει, οὐδέ τι πάμπαν,
οὐ φυτόν, οὐ συκῆ, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη,
οὐκ ὄγχνη οὐ πρασιή τοι ἄνευ κομιδῆς κατ κῆπον.
ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμ
αὐτόν σ’οὐκ ἀγαθ κομιδ ἔχει, ἀλλ’ ἅμα γῆρας
λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ εικέα ἕσσαι.
οὐ μὲν εργίης γε ἄναξ ἕνεκ’ οὔ σε κομίζει,
οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι
εἶδος καὶ μέγεθος· βασιλϊ γὰρ ἀνδρ οικας.
τοιούτ δὲ οικας, ἐπεὶ λούσαιτο φάγοι τε,
εὑδέμεναι μαλακῶς· γὰρ δίκη ἐστ γερόντων.
ἀλλ’ ἄγε μοι τόδε εἰπ καὶ ἀτρεκέως κατάλεξον,
τεῦ δμὼς εἶς ἀνδρῶν; τεῦ δ’ὄρχατον ἀμφιπολεύεις;
καὶ μοι τοῦτ’ ἀγόρευσον ἐτήτυμον, ὄφρ’ εἰδῶ,
εἰ ἐτεόν γ’Ἰθάκην τήνδ’ ἱκόμεθ’, ὥς μοι ειπεν
οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνθάδ’ όντι,
οὔ τι μάλ’ ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα
εἰπεῖν ἠδ’ ἐπακοῦσαι ἐμὸν ἔπος, ὡς ἐρέεινον
ἀμφ ξείν ἐμῷ, εἴ που ζώει τε καὶ ἔστιν
ἤδη τέθνηκε καὶ εἰν ΐδαο δόμοισιν.
ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
ἄνδρα ποτ’ ἐξείνισσα φίλ ἐν πατρίδι γαί
ἡμέτερόνδ’ ἐλθόντα, καὶ οὔ πω τις βροτὸς ἄλλος
ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα·
εὔχετο δ’ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκε
Λαέρτην Ἀρκεισιάδην πατέρ’ ἔμμεναι αὐτῷ.
τὸν μὲν ἐγ πρὸς δώματ’ ἄγων ἐξείνισσα,
ἐνδυκέως φιλέων, πολλῶν κατ οἶκον όντων,
καί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ῴκει.
χρυσοῦ μέν οἱ δῶκ’ εὐεργέος ἑπτ τάλαντα,
δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα,
δώδεκα δ’ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,
τόσσα δὲ φάρεα καλά, τόσους δ’ἐπ τοῖσι χιτῶνας,
χωρὶς δ’αὖτε γυναῖκας, ἀμύμονα ἔργ’ εἰδυίας,
τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι.
τὸν δ’ἠμείβετ’ ἔπειτα πατὴρ κατ δάκρυον εἴβων·
ξεῖν’, ἤτοι μὲν γαῖαν ἱκάνεις, ἣν ἐρεείνεις,
ὑβρισταὶ δ’αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσι·
δῶρα δ’ἐτώσια ταῦτα χαρίζεο, μυρί’ ὀπάζων·
εἰ γάρ μιν ζωόν γε κίχεις Ἰθάκης ἐν δήμῳ,
τῶ κέν σ’εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε
καὶ ξενί ἀγαθ γὰρ θέμις, ὅς τις ὑπάρξῃ.
ἀλλ’ ἄγε μοι τόδε εἰπ καὶ ἀτρεκέως κατάλεξον,
πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνον
σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδ’, εἴ ποτ’ ην γε,
δύσμορον; ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης
έ που ἐν πόντ φάγον ἰχθύες, ἐπ χέρσου
θηρσ καὶ οἰωνοῖσιν ἕλωρ γένετ’· οὐδέ μήτηρ
κλαῦσε περιστείλασα πατήρ θ’,οἵ μιν τεκόμεσθα·
οὐδ’ ἄλοχος πολύδωρος, ἐχέφρων Πηνελόπεια,
κώκυσ’ ἐν λεχέεσσιν ὸν πόσιν, ὡς ἐπεῴκει,
ὀφθαλμοὺς καθελοῦσα· τὸ γὰρ γέρας ἐστ θανόντων.
καί μοι τοῦτ’ ἀγόρευσον ἐτήτυμον, ὄφρ’ εἰδῶ·
τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδ τοκες;
ποῦ δαὶ νηῦς ἕστηκε θοή, σ’ἤγαγε δεῦρο
ἀντιθέους θ’ἑτάρους; ἔμπορος εἰλήλουθας
νηὸς ἐπ’ ἀλλοτρίης, οἱ δ’ἐκβήσαντες ἔβησαν;
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
τοιγὰρ ἐγώ τοι πάντα μάλ’ ἀτρεκέως καταλέξω.
εἰμ μὲν ἐξ Ἀλύβαντος, ὅθι κλυτ δώματα ναίω,
υἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος·
αὐτὰρ ἐμοί γ’ὄνομ’ ἐστὶν Ἐπήριτος· ἀλλά με δαίμων
πλάγξ’ ἀπ Σικανίης δεῦρ’ ἐλθέμεν οὐκ ἐθέλοντα·
νηῦς δέ μοι ἥδ’ ἕστηκεν ἐπ’ ἀγροῦ νόσφι πόληος.
αὐτὰρ Ὀδυσσϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν,
ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης,
δύσμορος· τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες όντι,
δεξιοί, οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον,
χαῖρε δὲ κεῖνος ών· θυμὸς δ’ἔτι νῶϊν ώλπει
μίξεσθαι ξενί ἠδ’ ἀγλα δῶρα διδώσειν.
ὣς φάτο, τὸν δ’ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·
ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν
χεύατο κὰκ κεφαλῆς πολιῆς, ἁδιν στεναχίζων.
τοῦ δ’ὠρίνετο θυμός, ἀν ῥῖνας δέ οἱ ἤδη
δριμ μένος προὔτυψε φίλον πατέρ’ εἰσορόωντι.
κύσσε δέ μιν περιφὺς ἐπιάλμενος, ἠδ προσηύδα·
κεῖνος μέν τοι ὅδ’ αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ μεταλλᾷς,
ἤλυθον εἰκοστ ἔτεϊ ἐς πατρίδα γαῖαν.
ἀλλ’ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος.
ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης·
μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι,
λώβην τινύμενος θυμαλγέα καὶ κακ ἔργα.
τὸν δ’αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε·
εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδ’ ἱκάνεις,
σῆμά τί μοι νῦν εἰπ ἀριφραδές, ὄφρα πεποίθω.
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι,
τὴν ἐν Παρνησ μ’ἔλασεν σῦς λευκ ὀδόντι
οἰχόμενον· σὺ δέ με προΐεις καὶ πότνια μήτηρ
ἐς πατέρ’ Αὐτόλυκον μητρὸς φίλον, ὄφρ’ ἂν ἑλοίμην
δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.
εἰ δ’ἄγε τοι καὶ δένδρε’ ϋκτιμένην κατ’ ἀλωὴν
εἴπω, μοί ποτ’ ἔδωκας, ἐγ δ’ᾔτεόν σε ἕκαστα
παιδνὸς ών, κατ κῆπον ἐπισπόμενος· δι δ’αὐτῶν
ἱκνεύμεσθα, σὺ δ’ὠνόμασας καὶ ειπες ἕκαστα.
ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας,
συκέας τεσσαράκοντ’· ὄρχους δέ μοι ὦδ’ ὀνόμηνας
δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος
ην· ἔνθα δ’ἀν σταφυλαὶ παντοῖαι ασιν
ὁππότε δὴ Διὸς ὦραι ἐπιβρίσειαν ὕπερθεν.
ὣς φάτο, τοῦ δ’αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
σήματ’ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδ’ Ὀδυσσεύς.
ἀμφ δὲ παιδ φίλ βάλε πήχεε· τὸν δὲ προτ οἷ
εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.
αὐτὰρ ἐπεί ῥ’ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε·
Ζεῦ πάτερ, ῥα ἔτ’ ἔστε θεοὶ κατ μακρὸν Ὄλυμπον,
εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν.
νῦν δ’αἰνῶς δείδοικα κατ φρένα μὴ τάχα πάντες
ἐνθάδ’ ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ
πάντ ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι.
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
θάρσει, μή τοι ταῦτα μετ φρεσ σῇσι μελόντων.
ἀλλ’ ομεν προτ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται·
ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδ συβώτην
προὔπεμψ’, ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα.
ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά.
οἱ δ’ὅτε δή ῥ’ἵκοντο δόμους εὖ ναιετάοντας,
εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδ συβώτην
ταμνομένους κρέα πολλ κερῶντάς τ’αἴθοπα οἶνον.
τόφρα δὲ Λαέρτην μεγαλήτορα ἐν οἴκ
ἀμφίπολος Σικελ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
ἀμφ δ’ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ Ἀθήνη
ἄγχι παρισταμένη μέλε’ ἤλδανε ποιμένι λαῶν,
μείζονα δ’ἠ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.
ἐκ δ’ἀσαμίνθου βῆ· θαύμαζε δέ μιν φίλος υἱός,
ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην·
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
πάτερ, μάλα τίς σε θεῶν αἰειγενετάων
εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι.
τὸν δ’αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα·
αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
οἷος Νήρικον εἷλον, ϋκτίμενον πτολίεθρον,
ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων,
τοῖος ών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισι,
τεύχε’ ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνειν
ἄνδρας μνηστῆρας· τῶ κε σφέων γούνατ’ ἔλυσα
πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις.
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
οἱ δ’ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
ἑξείης ἕζοντο κατ κλισμούς τε θρόνους τε·
ἔνθ’ οἱ μὲν δείπν ἐπεχείρεον, ἀγχίμολον δὲ
ἦλθ’ γέρων Δολίος, σὺν δ’υἱεῖς τοῖο γέροντος,
ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσε
μήτηρ γρηῦς Σικελή, σφεας τρέφε καί ῥα γέροντα
ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατ γῆρας ἔμαρψεν.
οἱ δ’ὡς οὖν Ὀδυσα ἴδον φράσσαντό τε θυμῷ,
ἔσταν ἐν μεγάροισι τεθηπότες· αὐτὰρ Ὀδυσσεὺς
μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν·
γέρον, ἵζ’ ἐπ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς·
δηρὸν γὰρ σίτ ἐπιχειρήσειν μεμαῶτες
μίμνομεν ἐν μεγάροις, ὑμέας ποτιδέγμενοι αἰεί.
ὣς ἄρ’ ἔφη, Δολίος δ’ἰθὺς κίε χεῖρε πετάσσας
ἀμφοτέρας, Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρ’ ἐπ καρπῷ,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
φίλ’, ἐπεὶ νόστησας ελδομένοισι μάλ’ ἡμῖν
οὐδ’ ἔτ’ ϊομένοισι, θεοὶ δέ σε ἤγαγον αὐτοί,
οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
καί μοι τοῦτ’ ἀγόρευσον ἐτήτυμον, ὄφρ’ εἰδῶ,
ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια
νοστήσαντά σε δεῦρ’, ἄγγελον ὀτρύνωμεν.
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
γέρον, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι;
ὣς φάθ’, δ’αὖτις ἄρ’ ἕζετ’ ϋξέστου ἐπ δίφρου.
ὣς δ’αὔτως παῖδες Δολίου κλυτὸν ἀμφ’ Ὀδυσα
δεικανόωντ’ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο,
ἑξείης δ’ἕζοντο παραὶ Δολίον, πατέρα σφόν.
ὣς οἱ μὲν περ δεῖπνον ἐν μεγάροισι πένοντο·
Ὄσσα δ’ἄρ’ ἄγγελος ὧκα κατ πτόλιν ᾤχετο πάντῃ,
μνηστήρων στυγερὸν θάνατον καὶ κῆρ’ ἐνέπουσα.
οἱ δ’ἄρ’ ὁμῶς ΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος
μυχμ τε στοναχ τε δόμων προπάροιθ’ Ὀδυσος,
ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι,
τοὺς δ’ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον
πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπ νηυσ τιθέντες·
αὐτοὶ δ’εἰς ἀγορὴν κίον ἀθρόοι, ἀχνύμενοι κῆρ.
αὐτὰρ ἐπεί ῥ’ἤγερθεν ὁμηγερέες τ’ἐγένοντο,
τοῖσιν δ’Εὐπείθης ἀνά θ’ἵστατο καὶ μετέειπε·
παιδὸς γάρ οἱ ἄλαστον ἐν φρεσ πένθος ἔκειτο,
Ἀντινόου, τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς·
τοῦ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν·
φίλοι, μέγα ἔργον ἀνὴρ ὅδε μήσατ’ Ἀχαιούς·
τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς
ὤλεσε μὲν νῆας γλαφυράς, ἀπ δ’ὤλεσε λαούς·
τοὺς δ’ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχ’ ἀρίστους,
ἀλλ’ ἄγετε, πρὶν τοῦτον ἐς Πύλον ὧκα ἱκέσθαι
καὶ ἐς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί,
ομεν· καὶ ἔπειτα κατηφέες ἐσσόμεθ’ αἰεί·
λώβη γὰρ τάδε γ’ἐστ καὶ ἐσσομένοισι πυθέσθαι,
εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονας
τισόμεθ’. οὐκ ἂν ἔμοιγε μετ φρεσὶν ἡδ γένοιτο
ζωέμεν, ἀλλ τάχιστα θανὼν φθιμένοισι μετείην.
ἀλλ’ ομεν, μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι.
ὣς φάτο δάκρυ χέων, οἶκτος δ’ἕλε πάντας Ἀχαιούς.
ἀγχίμολον δέ σφ’ἦλθε Μέδων καὶ θεῖος οιδὸς
ἐκ μεγάρων Ὀδυσος, ἐπεί σφεας ὕπνος ἀνῆκεν,
ἔσταν δ’ἐν μέσσοισι· τάφος δ’ἕλεν ἄνδρα ἕκαστον.
τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς·
κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι· οὐ γὰρ Ὀδυσσεὺς
ἀθανάτων έκητι θεῶν τάδε μήσατο ἔργα·
αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ῥ’Ὀδυσος
ἐγγύθεν εἱστήκει καὶ Μέντορι πάντα ἐῴκει.
ἀθάνατος δὲ θεὸς τοτ μὲν προπάροιθ’ Ὀδυσος
φαίνετο θαρσύνων, τοτ δὲ μνηστῆρας ὀρίνων
θῦνε κατ μέγαρον· τοὶ δ’ἀγχιστῖνοι ἔπιπτον.
ὣς φάτο, τοὺς δ’ἄρα πάντας ὑπ χλωρὸν δέος ᾕρει.
τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
Μαστορίδης· γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·
σφιν φρονέων ἀγορήσατο καὶ μετέειπε·
κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
ὑμετέρ κακότητι, φίλοι, τάδε ἔργα γένοντο·
οὐ γὰρ ἐμοὶ πείθεσθ’, οὐ Μέντορι ποιμένι λαῶν,
ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων,
οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι,
κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν
ἀνδρὸς ἀριστος· τὸν δ’οὐκέτι φάντο νέεσθαι.
καὶ νῦν ὦδε γένοιτο. πίθεσθέ μοι ὡς ἀγορεύω·
μὴ ομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ.
ὣς ἔφαθ’, οἱ δ’ἄρ’ ἀνήϊξαν μεγάλ ἀλαλητ
ἡμίσεων πλείους· τοὶ δ’ἀθρόοι αὐτόθι μεῖναν·
οὐ γὰρ σφιν ἅδε μῦθος ἐν φρεσίν, ἀλλ’ Εὐπείθει
πείθοντ’· αἶψα δ’ἔπειτ’ ἐπ τεύχεα ἐσσεύοντο.
αὐτὰρ ἐπεί ῥ’ἕσσαντο περ χρο νώροπα χαλκόν,
ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.
τοῖσιν δ’Εὐπείθης ἡγήσατο νηπιέῃσι·
φῆ δ’ὅ γε τίσεσθαι παιδὸς φόνον, οὐδ’ ἄρ’ ἔμελλεν
ἂψ ἀπονοστήσειν, ἀλλ’ αὐτοῦ πότμον ἐφέψειν.
αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα·
πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,
εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει;
προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
τεύξεις, φιλότητα μετ’ ἀμφοτέροισι τίθησθα;
τὴν δ’ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδ μεταλλᾷς;
οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
ὡς ἤτοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;
ἔρξον ὅπως ἐθέλεις· ἐρέω δέ τοι ὡς ἐπέοικεν.
ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς,
ὅρκια πιστ ταμόντες μὲν βασιλευέτω αἰεί,
ἡμεῖς δ’αὖ παίδων τε κασιγνήτων τε φόνοιο
ἔκλησιν θέωμεν· τοὶ δ’ἀλλήλους φιλεόντων
ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.
ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην,
βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ΐξασα.
οἱ δ’ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο,
τοῖς ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·
ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὧσι κιόντες.
ὣς ἔφατ’· ἐκ δ’υἱὸς Δολίου κίεν, ὡς ἐκέλευε·
στῆ δ’ἄρ’ ἐπ’ οὐδὸν ών, τοὺς δὲ σχεδὸν εἴσιδε πάντας·
αἶψα δ’Ὀδυσσα ἔπεα πτερόεντα προσηύδα·
οἵδε δὴ ἐγγὺς ασ’· ἀλλ’ ὁπλιζώμεθα θᾶσσον.
ὣς ἔφαθ’, οἱ δ’ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο,
τέσσαρες ἀμφ’ Ὀδυσῆα, ἓξ δ’υἱεῖς οἱ Δολίοιο·
ἐν δ’ἄρα Λαέρτης Δολίος τ’ἐς τεύχε’ ἔδυνον,
καὶ πολιοί περ όντες, ἀναγκαῖοι πολεμισταί.
αὐτὰρ ἐπεί ῥ’ἕσσαντο περ χρο νώροπα χαλκόν,
ϊξάν ῥα θύρας, ἐκ δ’ἤϊον, ἤρχε δ’Ὀδυσσεύς.
τοῖσι δ’ἐπ’ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδ καὶ αὐδήν.
τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς·
αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν·
Τηλέμαχ’, ἤδη μὲν τόδε γ’εἴσεαι αὐτὸς ἐπελθών,
ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι,
μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ
ἀλκ τ’ἠνορέ τε κεκάσμεθα πᾶσαν ἐπ’ αἶαν.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
ὄψεαι, αἴ κ’ἐθέλῃσθα, πάτερ φίλε, τῷδ’ ἐν θυμ
οὔ τι καταισχύνοντα τεὸν γένος, ὡς ἀγορεύεις.
ὣς φάτο, Λαέρτης δ’ἐχάρη καὶ μῦθον ειπε·
τίς νύ μοι ἡμέρη ἥδε, θεοὶ φίλοι; μάλα χαίρω·
υἱός θ’υἱωνός τ’ἀρετῆς πέρι δῆριν ἔχουσι.
τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
Ἀρκεισιάδη, πάντων πολ φίλταθ’ ἑταίρων,
εὐξάμενος κούρ γλαυκώπιδι καὶ Δι πατρί,
αἶψα μάλ’ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος.
ὣς φάτο, καί ῥ’ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη
εὐξάμενος δ’ἄρ’ ἔπειτα Διὸς κούρ μεγάλοιο,
αἶψα μάλ’ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
καὶ βάλεν Εὐπείθεα κόρυθος δι χαλκοπαρήου.
δ’οὐκ ἔγχος ἔρυτο, διαπρ δὲ εἴσατο χαλκός,
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ.
ἐν δ’ἔπεσον προμάχοις Ὀδυσεὺς καὶ φαίδιμος υἱός,
τύπτον δὲ ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.
καί νύ κε δὴ πάντας ὄλεσαν καὶ ἔθηκαν ἀνόστους,
εἰ μὴ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,
ϋσεν φωνῇ, κατ δ’ἔσχεθε λαὸν ἅπαντα.
ἴσχεσθε πτολέμου, Ἰθακήσιοι, ἀργαλέοιο,
ὥς κεν ἀναιμωτί γε διακρινθῆτε τάχιστα.
ὣς φάτ’ Ἀθηναίη, τοὺς δὲ χλωρὸν δέος εἷλε·
τῶν δ’ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατο τεύχεα,
πάντα δ’ἐπ χθον πῖπτε, θεᾶς ὄπα φωνησάσης·
πρὸς δὲ πόλιν τρωπῶντο λιλαιόμενοι βιότοιο.
σμερδαλέον δ’ἐβόησε πολύτλας δῖος Ὀδυσσεύς,
οἴμησεν δὲ ἀλεὶς ὥς τ’αἰετὸς ὑψιπετήεις.
καὶ τότε δὴ Κρονίδης ἀφίει ψολόεντα κεραυνόν,
κὰδ δ’ἔπεσε πρόσθε γλαυκώπιδος ὀβριμοπάτρης.
δὴ τότ’ Ὀδυσσα προσέφη γλαυκῶπις Ἀθήνη·
διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ,
ἴσχεο, παῦε δὲ νεῖκος ὁμοιΐου πτολέμοιο,
μή πως τοι Κρονίδης κεχολώσεται εὐρύοπα Ζεύς.
ὣς φάτ’ Ἀθηναίη, δ’ἐπείθετο, χαῖρε δὲ θυμῷ.
ὅρκια δ’αὖ κατόπισθε μετ’ ἀμφοτέροισιν ἔθηκε
Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδ καὶ αὐδήν.