Audio and text annotations licensed as CC-BY, © 2016 David Chamberlain. Click a line, and/or use up/down arrows. The audio works best in Chrome or Firefox.

Index

γρηῢς δ’εἰς ὑπερῷ’ ἀνεβήσετο καγχαλόωσα,
δεσποίν ἐρέουσα φίλον πόσιν ἔνδον όντα·
γούνατα δ’ἐρρώσαντο, πόδες δ’ὑπερικταίνοντο.
στῆ δ’ἄρ’ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ειπεν·
ἔγρεο, Πηνελόπεια, φίλον τέκος, ὄφρα ἴδηαι
ὀφθαλμοῖσι τεοῖσι τά τ’ἔλδεαι ἤματα πάντα.
ἦλθ’ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὀψέ περ ἐλθών.
μνηστῆρας δ’ἔκτεινεν ἀγήνορας, οἵ θ’ἑὸν οἶκον
κήδεσκον καὶ κτήματ’ ἔδον βιόωντό τε παῖδα.
τὴν δ’αὖτε προσέειπε περίφρων Πηνελόπεια·
μαῖα φίλη, μάργην σε θεοὶ θέσαν, οἵ τε δύνανται
ἄφρονα ποιῆσαι καὶ ἐπίφρονά περ μάλ’ όντα,
καί τε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν·
οἵ σέ περ ἔβλαψαν· πρὶν δὲ φρένας αἰσίμη ἦσθα.
τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν
ταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μ’ἀνεγείρεις
ἡδέος, ὅς μ’ἐπέδησε φίλα βλέφαρ’ ἀμφικαλύψας;
οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ Ὀδυσσεὺς
ᾤχετ’ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
ἀλλ’ ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε.
εἰ γάρ τίς μ’ἄλλη γε γυναικῶν, αἵ μοι ασι,
ταῦτ’ ἐλθοῦσ’ ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρε,
τῶ κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσθαι
αὖτις ἔσω μέγαρον· σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει.
τὴν δ’αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
οὔ τί σε λωβεύω, τέκνον φίλον, ἀλλ’ ἔτυμόν τοι
ἦλθ’ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω,
ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι.
Τηλέμαχος δ’ἄρα μιν πάλαι ᾔδεεν ἔνδον όντα,
ἀλλ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθεν,
ὄφρ’ ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων.
ὣς ἔφαθ’, δ’ἐχάρη καὶ ἀπ λέκτροιο θοροῦσα
γρη περιπλέχθη, βλεφάρων δ’ἀπ δάκρυον ἧκε·
καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα·
εἰ δ’ἄγε δή μοι, μαῖα φίλη, νημερτὲς ἐνίσπες,
εἰ ἐτεὸν δὴ οἶκον ἱκάνεται, ὡς ἀγορεύεις,
ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκε
μοῦνος ών, οἱ δ’αἰὲν ολλέες ἔνδον ἔμιμνον.
τὴν δ’αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
οὐκ ἴδον, οὐ πυθόμην, ἀλλ στόνον οἶον ἄκουσα
κτεινομένων· ἡμεῖς δὲ μυχ θαλάμων εὐπήκτων
ἥμεθ’ ἀτυζόμεναι, σανίδες δ’ἔχον εὖ ἀραρυῖαι,
πρίν γ’ὅτε δή με σὸς υἱὸς ἀπ μεγάροιο κάλεσσε
Τηλέμαχος· τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι.
εὗρον ἔπειτ’ Ὀδυσα μετ κταμένοισι νέκυσσιν
ἑσταόθ’· οἱ δέ μιν ἀμφί, κραταίπεδον οὖδας ἔχοντες,
κείατ’ ἐπ’ ἀλλήλοισιν· ἰδοῦσά κε θυμὸν άνθης.
αἵματι καὶ λύθρ πεπαλαγμένον ὥς τε λέοντα.
νῦν δ’οἱ μὲν δὴ πάντες ἐπ’ αὐλείῃσι θύρῃσιν
ἀθρόοι, αὐτὰρ δῶμα θεειοῦται περικαλλές,
πῦρ μέγα κειάμενος· σὲ δέ με προέηκε καλέσσαι.
ἀλλ’ ἕπευ, ὄφρα σφῶϊν ϋφροσύνης ἐπιβῆτον
ἀμφοτέρω φίλον ἦτορ, ἐπεὶ κακ πολλ πέποσθε.
νῦν δ’ἤδη τόδε μακρὸν έλδωρ ἐκτετέλεσται·
ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, εὗρε δὲ καὶ σὲ
καὶ παῖδ’ ἐν μεγάροισι· κακῶς δ’οἵ πέρ μιν ἔρεζον
μνηστῆρες, τοὺς πάντας ἐτίσατο ἐν οἴκῳ.
τὴν δ’αὖτε προσέειπε περίφρων Πηνελόπεια·
μαῖα φίλη, μή πω μέγ’ ἐπεύχεο καγχαλόωσα.
οἶσθα γὰρ ὥς κ’ἀσπαστὸς ἐν μεγάροισι φανείη
πᾶσι, μάλιστα δ’ἐμοί τε καὶ υἱέϊ, τὸν τεκόμεσθα·
ἀλλ’ οὐκ ἔσθ’ ὅδε μῦθος ἐτήτυμος, ὡς ἀγορεύεις,
ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυούς,
ὕβριν ἀγασσάμενος θυμαλγέα καὶ κακ ἔργα.
οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,
οὐ κακὸν οὐδ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·
τῶ δι’ ἀτασθαλίας ἔπαθον κακόν· αὐτὰρ Ὀδυσσεὺς
ὤλεσε τηλοῦ νόστον Ἀχαιΐδος, ὤλετο δ’αὐτός.
τὴν δ’ἠμείβετ’ ἔπειτα φίλη τροφὸς Εὐρύκλεια·
τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,
πόσιν ἔνδον όντα παρ’ ἐσχάρ οὔ ποτε φῆσθα
οἴκαδ’ ἐλεύσεσθαι· θυμὸς δέ τοι αἰὲν ἄπιστος.
ἀλλ’ ἄγε τοι καὶ σῆμα ἀριφραδὲς ἄλλο τι εἴπω,
οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκ ὀδόντι.
τὴν ἀπονίζουσα φρασάμην, ἔθελον δὲ σοὶ αὐτ
εἰπέμεν· ἀλλά με κεῖνος ἑλὼν ἐπ μάστακα χερσὶν
οὐκ α εἰπέμεναι πολυκερδίῃσι νόοιο.
ἀλλ’ ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς,
αἴ κέν σ’ἐξαπάφω, κτεῖναί μ’οἰκτίστ ὀλέθρῳ.
τὴν δ’ἠμείβετ’ ἔπειτα περίφρων Πηνελόπεια·
μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάων
δήνεα εἴρυσθαι, μὰλα περ πολύϊδριν οῦσαν.
ἀλλ’ ἔμπης ομεν μετ παῖδ’ ἐμόν, ὄφρα ἴδωμαι
ἄνδρας μνηστῆρας τεθνηότας, ἠδ’ ὃς ἔπεφνεν.
ὣς φαμένη κατέβαιν’ ὑπερώϊα· πολλ δέ οἱ κῆρ
ὥρμαιν’, ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι,
παρστᾶσα κύσειε κάρη καὶ χεῖρε λαβοῦσα.
δ’ἐπεὶ εἰσῆλθεν καὶ ὑπέρβη λάϊνον οὐδόν,
ἕζετ’ ἔπειτ’ Ὀδυσος ἐναντίον, ἐν πυρὸς αὐγῇ,
τοίχου τοῦ ἑτέρου· δ’ἄρα πρὸς κίονα μακρὴν
ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι
ἰφθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν.
δ’ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν·
ὄψει δ’ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν,
ἄλλοτε δ’ἀγνώσασκε κακ χρο εἵματ’ ἔχοντα.
Τηλέμαχος δ’ἐνένιπεν ἔπος τ’ἔφατ’ ἔκ τ’ὀνόμαζε·
μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,
τίφθ’ οὕτω πατρὸς νοσφίζεαι, οὐδ παρ’ αὐτὸν
ἑζομένη μύθοισιν ἀνείρεαι οὐδ μεταλλᾷς;
οὐ μέν κ’ἄλλη γ’ὦδε γυν τετληότι θυμ
ἀνδρὸς ἀποσταίη, ὅς οἱ κακ πολλ μογήσας
ἔλθοι εικοστ ἔτεϊ ἐς πατρίδα γαῖαν·
σοὶ δ’αἰεὶ κραδίη στερεωτέρη ἐστ λίθοιο.
τὸν δ’αὖτε προσέειπε περίφρων Πηνελόπεια·
τέκνον ἐμόν, θυμός μοι ἐν στήθεσσι τέθηπεν,
οὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδ’ ἐρέεσθαι
οὐδ’ εἰς ὧπα ἰδέσθαι ἐναντίον. εἰ δ’ἐτεὸν δὴ
ἔστ’ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, μάλα νῶϊ
γνωσόμεθ’ ἀλλήλων καὶ λώϊον· ἔστι γὰρ ἡμῖν
σήμαθ’, δὴ καὶ νῶϊ κεκρυμμένα ἴδμεν ἀπ’ ἄλλων.
ὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
Τηλέμαχ’, ἤτοι μητέρ’ ἐν μεγάροισιν ασον
πειράζειν ἐμέθεν· τάχα δὲ φράσεται καὶ ἄρειον.
νῦν δ’ὅττι ῥυπόω, κακ δὲ χρο εἵματα εἷμαι,
τοὔνεκ’ ἀτιμάζει με καὶ οὔ πω φησ τὸν εἶναι.
ἡμεῖς δὲ φραζώμεθ’ ὅπως ὄχ’ ἄριστα γένηται.
καὶ γάρ τίς θ’ἕνα φῶτα κατακτείνας ἐν δήμῳ,
μὴ πολλοὶ ωσιν οσσητῆρες ὀπίσσω,
φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν·
ἡμεῖς δ’ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγ’ ἄριστοι
κούρων εἰν Ἰθάκῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε· σὴν γὰρ ἀρίστην
μῆτιν ἐπ’ ἀνθρώπους φάσ’ ἔμμεναι, οὐδέ κέ τίς τοι
ἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων.
ἡμεῖς δὲ μεμαῶτες ἅμ’ ἑψόμεθ’, οὐδέ τί φημι
ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι.
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
πρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας,
δμῳὰς δ’ἐν μεγάροισιν ἀνώγετε εἵμαθ’ ἑλέσθαι·
αὐτὰρ θεῖος οιδὸς ἔχων φόρμιγγα λίγειαν
ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο,
ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων,
ἀν’ ὁδὸν στείχων, οἳ περιναιετάουσι·
μὴ πρόσθε κλέος εὐρ φόνου κατ ἄστυ γένηται
ἀνδρῶν μνηστήρων, πρίν γ’ἡμέας ἐλθέμεν ἔξω
ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δ’ἔπειτα
φρασσόμεθ’ ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ.
ὣς ἔφαθ’, οἱ δ’ἄρα τοῦ μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο
πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας,
ὅπλισθεν δὲ γυναῖκες· δ’εἵλετο θεῖος οιδὸς
φόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὧρσε
μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο.
τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν
ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν.
ὦδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων·
μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν·
σχετλίη, οὐδ’ ἔτλη πόσιος οὗ κουριδίοιο
εἴρυσθαι μέγα δῶμα διαμπερές, ὄφρ’ ἂν ἵκοιτο.
ὣς ἄρα τις εἴπεσκε, τὰ δ’οὐκ ἴσαν ὡς ἐτέτυκτο.
αὐτὰρ Ὀδυσσα μεγαλήτορα ἐν οἴκ
Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
ἀμφ δέ μιν φᾶρος καλὸν βάλεν ἠδ χιτῶνα·
αὐτὰρ κὰκ κεφαλῆς χεῦεν πολ κάλλος Ἀθήνη
μείζονά τ’εἰσιδέειν καὶ πάσσονα· κὰδ δὲ κάρητος
οὔλας ἧκε κόμας, ακινθίν ἄνθει ὁμοίας.
ὡς δ’ὅτε τις χρυσὸν περιχεύεται ἀργύρ ἀνὴρ
ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει·
ὣς μὲν τῷ περίχευε χάριν κεφαλ τε καὶ ὤμοις.
ἐκ δ’ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·
ἂψ δ’αὖτις κατ’ ἄρ’ ἕζετ’ ἐπ θρόνου ἔνθεν ἀνέστη,
ἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦθον ειπε·
δαιμονίη, περί σοί γε γυναικῶν θηλυτεράων
κῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματ’ ἔχοντες·
οὐ μέν κ’ἄλλη γ’ὦδε γυν τετληότι θυμ
ἀνδρὸς ἀποσταίη, ὅς οἱ κακ πολλ μογήσας
ἔλθοι εικοστ ἔτεϊ ἐς πατρίδα γαῖαν.
ἀλλ’ ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς
λέξομαι· γὰρ τῇ γε σιδήρεον ἐν φρεσὶν ἦτορ.
τὸν δ’αὖτε προσέειπε περίφρων Πηνελόπεια·
δαιμόνι’, οὐ γάρ τι μεγαλίζομαι οὐδ’ ἀθερίζω
οὐδ λίην ἄγαμαι, μάλα δ’εὖ οἶδ’ οἷος ησθα
ἐξ Ἰθάκης ἐπ νηὸς ὼν δολιχηρέτμοιο.
ἀλλ’ ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια,
ἐκτὸς ϋσταθέος θαλάμου, τόν ῥ’αὐτὸς ἐποίει·
ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετ’ εὐνήν,
κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα.
ὣς ἄρ’ ἔφη πόσιος πειρωμένη· αὐτὰρ Ὀδυσσεὺς
ὀχθήσας ἄλοχον προσεφώνεε κέδν’ εἰδυῖαν·
γύναι, μάλα τοῦτο ἔπος θυμαλγὲς ειπες·
τίς δέ μοι ἄλλοσε θῆκε λέχος; χαλεπὸν δέ κεν εἴη
καὶ μάλ’ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
ῥηϊδίως ἐθέλων θείη ἄλλ ἐν χώρῃ.
ἀνδρῶν δ’οὔ κέν τις ζωὸς βροτός, οὐδ μάλ’ ἡβῶν,
ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται
ἐν λέχει ἀσκητῷ· τὸ δ’ἐγ κάμον οὐδέ τις ἄλλος.
θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός,
ἀκμηνὸς θαλέθων· πάχετος δ’ἦν ΰτε κίων.
τῷ δ’ἐγ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρ’ ἐτέλεσσα,
πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα,
κολλητὰς δ’ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας.
καὶ τότ’ ἔπειτ’ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης,
κορμὸν δ’ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκ
εὖ καὶ ἐπισταμένως, καὶ ἐπ στάθμην ἴθυνα,
ἑρμῖν’ ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ.
ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρ’ ἐτέλεσσα,
δαιδάλλων χρυσ τε καὶ ἀργύρ ἠδ’ ἐλέφαντι·
ἐν δ’ἐτάνυσσ’ ἱμάντα βοὸς φοίνικι φαεινόν.
οὕτω τοι τόδε σῆμα πιφαύσκομαι· οὐδέ τι οἶδα,
εἴ μοι ἔτ’ ἔμπεδόν ἐστι, γύναι, λέχος, έ τις ἤδη
ἀνδρῶν ἄλλοσε θῆκε, ταμὼν ὕπο πυθμέν’ ἐλαίης.
ὣς φάτο, τῆς δ’αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
σήματ’ ἀναγνούσ τά οἱ ἔμπεδα πέφραδ’ Ὀδυσσεύς·
δακρύσασα δ’ἔπειτ’ ἰθὺς κίεν, ἀμφ δὲ χεῖρας
δειρ βάλλ’ Ὀδυσϊ, κάρη δ’ἔκυσ’ ἠδ προσηύδα·
μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα
ἀνθρώπων πέπνυσο· θεοὶ δ’ὤπαζον ϊζύν,
οἳ νῶϊν ἀγάσαντο παρ’ ἀλλήλοισι μένοντε
ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι.
αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδ νεμέσσα,
οὕνεκά σ’οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὦδ’ ἀγάπησα.
αἰεὶ γάρ μοι θυμὸς ἐν στήθεσσι φίλοισιν
ἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτ’ ἐπέεσσιν
ἐλθών· πολλοὶ γὰρ κακ κέρδεα βουλεύουσιν.
οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,
ἀνδρ παρ’ ἀλλοδαπ ἐμίγη φιλότητι καὶ εὐνῇ,
εἰ ᾔδη μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν
ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδ’ ἔμελλον.
τὴν δ’ἤτοι ῥέξαι θεὸς ὤρορεν ἔργον εικές·
τὴν δ’ἄτην οὐ πρόσθεν ἐγκάτθετο θυμ
λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.
νῦν δ’,ἐπεὶ ἤδη σήματ’ ἀριφραδέα κατέλεξας
εὐνῆς ἡμετέρης, τὴν οὐ βροτὸς ἄλλος ὀπώπει,
ἀλλ’ οἶοι σύ τ’ἐγώ τε καὶ ἀμφίπολος μία μούνη,
Ἀκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο,
πείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλ’ όντα.
ὣς φάτο, τῷ δ’ἔτι μᾶλλον ὑφ’ ἵμερον ὧρσε γόοιο·
κλαῖε δ’ἔχων ἄλοχον θυμαρέα, κέδν’ εἰδυῖαν.
ὡς δ’ὅτ’ ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ,
ὦν τε Ποσειδάων εὐεργέα νῆ’ ἐν πόντ
ῥαίσῃ, ἐπειγομένην ἀνέμ καὶ κύματι πηγῷ·
παῦροι δ’ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε
νηχόμενοι, πολλ δὲ περ χρο τέτροφεν ἅλμη,
ἀσπάσιοι δ’ἐπέβαν γαίης, κακότητα φυγόντες·
ὣς ἄρα τῇ ἀσπαστὸς ην πόσις εἰσοροώσῃ,
δειρῆς δ’οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ.
καί νύ κ’ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος ώς,
εἰ μὴ ἄρ’ ἄλλ’ ἐνόησε θε γλαυκῶπις Ἀθήνη.
νύκτα μὲν ἐν περάτ δολιχὴν σχέθεν, δ’αὖτε
ῥύσατ’ ἐπ’ Ὠκεαν χρυσόθρονον, οὐδ’ α ἵππους
ζεύγνυσθ’ ὠκύποδας, φάος ἀνθρώποισι φέροντας,
Λάμπον καὶ Φαέθονθ’, οἵ τ’Ἠῶ πῶλοι ἄγουσι.
καὶ τότ’ ἄρ’ ἣν ἄλοχον προσέφη πολύμητις Ὀδυσσεύς
γύναι, οὐ γάρ πω πάντων ἐπ πείρατ’ έθλων
ἤλθομεν, ἀλλ’ ἔτ’ ὄπισθεν ἀμέτρητος πόνος ἔσται,
πολλὸς καὶ χαλεπός, τὸν ἐμ χρὴ πάντα τελέσσαι.
ὣς γάρ μοι ψυχ μαντεύσατο Τειρεσίαο
ἤματι τῷ ὅτε δὴ κατέβην δόμον ϊδος εἴσω,
νόστον ἑταίροισιν διζήμενος ἠδ’ ἐμοὶ αὐτῷ.
ἀλλ’ ἔρχευ, λέκτρονδ’ ομεν, γύναι, ὄφρα καὶ ἤδη
ὕπν ὕπο γλυκερ ταρπώμεθα κοιμηθέντε.
τὸν δ’αὖτε προσέειπε περίφρων Πηνελόπεια·
εὐν μὲν δή σοί γε τότ’ ἔσσεται ὁππότε θυμ
σῷ ἐθέλῃς, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι
οἶκον ϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν·
ἀλλ’ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,
εἴπ’ ἄγε μοι τὸν εθλον, ἐπεὶ καὶ ὄπισθεν, ΐω,
πεύσομαι, αὐτίκα δ’ἐστ δαήμεναι οὔ τι χέρειον.
τὴν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
δαιμονίη, τί τ’ἄρ’ αὖ με μάλ’ ὀτρύνουσα κελεύεις
εἰπέμεν; αὐτὰρ ἐγ μυθήσομαι οὐδ’ ἐπικεύσω.
οὐ μέν τοι θυμὸς κεχαρήσεται· οὐδ γὰρ αὐτὸς
χαίρω, ἐπεὶ μάλα πολλ βροτῶν ἐπ ἄστε’ ἄνωγεν
ἐλθεῖν, ἐν χείρεσσιν ἔχοντ’ εὐῆρες ἐρετμόν,
εἰς κε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι θάλασσαν
ἀνέρες, οὐδέ θ’ἅλεσσι  nbsp;μεμιγμένον εἶδαρ ἔδουσιν·
οὐδ’ ἄρα τοί γ’ἴσασι νέας φοινικοπαρήους,
οὐδ’ εὐήρε’ ἐρετμά, τά τε πτερ νηυσ πέλονται.
σῆμα δέ μοι τόδ’ ειπεν ἀριφραδές, οὐδέ σε κεύσω·
ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης
φή ἀθηρηλοιγὸν ἔχειν ἀν φαιδίμ ὤμῳ,
καὶ τότε δὴ γαί πήξαντ’ ἐκέλευσεν ἐρετμόν,
ἔρξανθ’ ερ καλ Ποσειδάωνι ἄνακτι,
ἀρνειὸν ταῦρόν τε συῶν τ’ἐπιβήτορα κάπρον,
οἴκαδ’ ἀποστείχειν, ἔρδειν θ’ἱερὰς ἑκατόμβας
ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
πᾶσι μάλ’ ἑξείης· θάνατος δέ μοι ἐξ ἁλὸς αὐτ
ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφν
γήρ ὕπο λιπαρ ἀρημένον· ἀμφ δὲ λαοὶ
ὄλβιοι ἔσσονται· τὰ δέ μοι φάτο πάντα τελεῖσθαι.
τὸν δ’αὖτε προσέειπε περίφρων Πηνελόπεια·
εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον,
ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι.
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
τόφρα δ’ἄρ’ Εὐρυνόμη τε ἰδ τροφὸς ἔντυον εὐνὴν
ἐσθῆτος μαλακῆς, δαΐδων ὕπο λαμπομενάων.
αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
γρηῢς μὲν κείουσα πάλιν οἶκόνδε βεβήκει,
τοῖσιν δ’Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευεν
ἐρχομένοισι λέχοσδε, δάος μετ χερσὶν ἔχουσα·
ἐς θάλαμον δ’ἀγαγοῦσα πάλιν κίεν. οἱ μὲν ἔπειτα
ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο·
αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδ συβώτης
παῦσαν ἄρ’ ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας,
αὐτοὶ δ’εὐνάζοντο κατ μέγαρα σκιόεντα.
τὼ δ’ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς,
τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντες,
μὲν ὅσ’ ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν,
ἀνδρῶν μνηστήρων ἐσορῶσ’ ΐδηλον ὅμιλον,
οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα,
ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος·
αὐτὰρ διογενὴς Ὀδυσεὺς ὅσα κήδε’ ἔθηκεν
ἀνθρώποις ὅσα τ’αὐτὸς ϊζύσας ἐμόγησε,
πάντ’ ἔλεγ’· δ’ἄρ’ ἐτέρπετ’ ἀκούουσ’, οὐδέ οἱ ὕπνος
πῖπτεν ἐπ βλεφάροισι πάρος καταλέξαι ἅπαντα.
ἤρξατο δ’ὡς πρῶτον Κίκονας δάμασ’, αὐτὰρ ἔπειτα
ἦλθεν Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν·
ἠδ’ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν
ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδ’ ἐλέαιρεν·
ἠδ’ ὡς Αἴολον ἵκεθ’, μιν πρόφρων ὑπέδεκτο
καὶ πέμπ’, οὐδέ πω αἶσα φίλην ἐς πατρίδ’ ἱκέσθαι
ην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα
πόντον ἐπ’ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα·
ἠδ’ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν,
οἳ νῆάς τ’ὄλεσαν καὶ ϋκνήμιδας ἑταίρους
πάντας· Ὀδυσσεὺς δ’οἶος ὑπέκφυγε νη μελαίνῃ·
καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε,
ἠδ’ ὡς εἰς ΐδεω δόμον ἤλυθεν εὐρώεντα,
ψυχ χρησόμενος Θηβαίου Τειρεσίαο,
νη πολυκλήϊδι, καὶ εἴσιδε πάντας ἑταίρους
μητέρα θ’,ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν όντα·
ἠδ’ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν,
ὥς θ’ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν
Σκύλλην θ’,ἣν οὔ πώ ποτ’ ἀκήριοι ἄνδρες ἄλυξαν·
ἠδ’ ὡς ελίοιο βόας κατέπεφνον ἑταῖροι·
ἠδ’ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυν
Ζεὺς ὑψιβρεμέτης, ἀπ δ’ἔφθιθεν ἐσθλοὶ ἑταῖροι
πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπ κῆρας ἄλυξεν·
ὥς θ’ἵκετ’ Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ,
δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι,
ἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδ ἔφασκεν
θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·
ἀλλ τοῦ οὔ ποτε θυμὸν ἐν στήθεσσιν ἔπειθεν·
ἠδ’ ὡς ἐς Φαίηκας ἀφίκετο πολλ μογήσας,
οἳ δή μιν περ κῆρι θεὸν ὣς τιμήσαντο
καὶ πέμψαν σὺν νη φίλην ἐς πατρίδα γαῖαν,
χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.
τοῦτ’ ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος
λυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμοῦ.
δ’αὖτ’ ἄλλ’ ἐνόησε θε γλαυκῶπις Ἀθήνη·
ὁππότε δή ῥ’Ὀδυσα έλπετο ὃν κατ θυμὸν
εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδ καὶ ὕπνου,
αὐτίκ’ ἀπ’ Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν
ὧρσεν, ἵν’ ἀνθρώποισι φόως φέροι· ὧρτο δ’Ὀδυσσεὺς
εὐνῆς ἐκ μαλακῆς, ἀλόχ δ’ἐπ μῦθον ἔτελλεν·
γύναι, ἤδη μὲν πολέων κεκορήμεθ’ έθλων
ἀμφοτέρω, σὺ μὲν ἐνθάδ’ ἐμὸν πολυκηδέα νόστον
κλαίουσ’. αὐτὰρ ἐμ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι
έμενον πεδάασκον ἐμῆς ἀπ πατρίδος αἴης·
νῦν δ’ἐπεὶ ἀμφότεροι πολυήρατον ἱκόμεθ’ εὐνήν,
κτήματα μὲν τά μοι ἔστι, κομιζέμεν ἐν μεγάροισι,
μῆλα δ’ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν,
πολλ μὲν αὐτὸς ἐγ ληΐσσομαι, ἄλλα δ’Ἀχαιοὶ
δώσουσ’, εἰς κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.
ἀλλ’ ἤτοι μὲν ἐγ πολυδένδρεον ἀγρὸν ἄπειμι,
ὀψόμενος πατέρ’ ἐσθλόν, μοι πυκινῶς ἀκάχηται·
σοὶ δέ, γύναι, τόδ’ ἐπιτέλλω, πινυτ περ ούσῃ·
αὐτίκα γὰρ φάτις εἶσιν ἅμ’ ελί ἀνιόντι
ἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν·
εἰς ὑπερῷ’ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
ἧσθαι, μηδέ τινα προτιόσσεο μηδ’ ἐρέεινε.
ῥα καὶ ἀμφ’ ὤμοισιν ἐδύσατο τεύχεα καλά,
ὧρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδ συβώτην,
πάντας δ’ἔντε’ ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι.
οἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκῷ,
ϊξαν δὲ θύρας, ἐκ δ’ἤϊον· ἦρχε δ’Ὀδυσσεύς.
ἤδη μὲν φάος εν ἐπ χθόνα, τοὺς δ’ἄρ’ Ἀθήνη
νυκτ κατακρύψασα θοῶς ἐξῆγε πόληος.