Audio and text annotations licensed as CC-BY, © 2016 David Chamberlain. Click a line, and/or use up/down arrows. The audio works best in Chrome or Firefox.

Index

ἦμος δ’ἠριγένεια φάνη ῥοδοδάκτυλος ώς,
ὤρνυτ’ ἄρ’ ἐξ εὐνῆφιν Ὀδυσσος φίλος υἱὸς
εἵματα ἑσσάμενος, περ δὲ ξίφος ὀξ θέτ’ ὤμῳ,
ποσσ δ’ὑπ λιπαροῖσιν ἐδήσατο καλ πέδιλα,
βῆ δ’ἴμεν ἐκ θαλάμοιο θε ἐναλίγκιος ἄντην.
αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς.
οἱ μὲν ἐκήρυσσον, τοὶ δ’ἠγείροντο μάλ’ ὦκα.
αὐτὰρ ἐπεί ῥ’ἤγερθεν ὁμηγερέες τ’ἐγένοντο,
βῆ ῥ’ἴμεν εἰς ἀγορήν, παλάμ δ’ἔχε χάλκεον ἔγχος,
οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
θεσπεσίην δ’ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη.
τὸν δ’ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο·
ἕζετο δ’ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες.
τοῖσι δ’ἔπειθ’ ἥρως Αἰγύπτιος ἦρχ’ ἀγορεύειν,
ὃς δὴ γήραϊ κυφὸς ην καὶ μυρία ᾔδη.
καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμ’ ἀντιθέ Ὀδυσι
Ἴλιον εἰς ύπωλον ἔβη κοίλῃς ἐν νηυσίν,
Ἄντιφος αἰχμητής· τὸν δ’ἄγριος ἔκτανε Κύκλωψ
ἐν σπῆι γλαφυρῷ, πύματον δ’ὡπλίσσατο δόρπον.
τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ μὲν μνηστῆρσιν ὁμίλει,
Εὐρύνομος, δύο δ’αἰὲν ἔχον πατρώια ἔργα.
ἀλλ’ οὐδ’ ὣς τοῦ λήθετ’ ὀδυρόμενος καὶ ἀχεύων.
τοῦ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε·
κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
οὔτε ποθ’ ἡμετέρη ἀγορ γένετ’ οὔτε θόωκος
ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐν νηυσί.
νῦν δὲ τίς ὧδ’ ἤγειρε; τίνα χρει τόσον ἵκει
νέων ἀνδρῶν οἳ προγενέστεροί εἰσιν;
έ τιν’ ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο,
ἥν χ’ἡμῖν σάφα εἴποι, ὅτε πρότερός γε πύθοιτο;
έ τι δήμιον ἄλλο πιφαύσκεται ἠδ’ ἀγορεύει;
ἐσθλός μοι δοκεῖ εἶναι, ὀνήμενος. εἴθε οἱ αὐτ
Ζεὺς ἀγαθὸν τελέσειεν, ὅτι φρεσὶν ᾗσι μενοινᾷ.
ὣς φάτο, χαῖρε δὲ φήμ Ὀδυσσος φίλος υἱός,
οὐδ’ ἄρ’ ἔτι δὴν ἧστο, μενοίνησεν δ’ἀγορεύειν,
στῆ δὲ μέσ ἀγορῇ· σκῆπτρον δέ οἱ ἔμβαλε χειρ
κῆρυξ Πεισήνωρ πεπνυμένα μήδεα εἰδώς.
πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν·
γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δ’εἴσεαι αὐτός,
ὃς λαὸν ἤγειρα· μάλιστα δέ μ’ἄλγος ἱκάνει.
οὔτε τιν’ ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο,
ἥν χ’ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην,
οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδ’ ἀγορεύω,
ἀλλ’ ἐμὸν αὐτοῦ χρεῖος, μοι κακ ἔμπεσεν οἴκ
δοιά· τὸ μὲν πατέρ’ ἐσθλὸν ἀπώλεσα, ὅς ποτ’ ἐν ὑμῖν
τοίσδεσσιν βασίλευε, πατὴρ δ’ὣς ἤπιος εν·
νῦν δ’αὖ καὶ πολ μεῖζον, δὴ τάχα οἶκον ἅπαντα
πάγχυ διαρραίσει, βίοτον δ’ἀπ πάμπαν ὀλέσσει.
μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,
τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γ’εἰσὶν ἄριστοι,
οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι
Ἰκαρίου, ὥς κ’αὐτὸς εδνώσαιτο θύγατρα,
δοίη δ’ᾧ κ’ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι·
οἱ δ’εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,
βοῦς ερεύοντες καὶ ις καὶ πίονας αἶγας
εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον
μαψιδίως· τὰ δὲ πολλ κατάνεται. οὐ γὰρ ἔπ’ ἀνήρ,
οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπ οἴκου ἀμῦναι.
ἡμεῖς δ’οὔ νύ τι τοῖοι ἀμυνέμεν· καὶ ἔπειτα
λευγαλέοι τ’ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν.
τ’ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη.
οὐ γὰρ ἔτ’ ἀνσχετ ἔργα τετεύχαται, οὐδ’ ἔτι καλῶς
οἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί,
ἄλλους τ’αἰδέσθητε περικτίονας ἀνθρώπους,
οἳ περιναιετάουσι· θεῶν δ’ὑποδείσατε μῆνιν,
μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακ ἔργα.
λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδ Θέμιστος,
τ’ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδ καθίζει·
σχέσθε, φίλοι, καί μ’οἶον άσατε πένθεϊ λυγρ
τείρεσθ’, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς
δυσμενέων κάκ’ ἔρεξεν υκνήμιδας Ἀχαιούς,
τῶν μ’ἀποτινύμενοι κακ ῥέζετε δυσμενέοντες,
τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴη
ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε.
εἴ χ’ὑμεῖς γε φάγοιτε, τάχ’ ἄν ποτε καὶ τίσις εἴη·
τόφρα γὰρ ἂν κατ ἄστυ ποτιπτυσσοίμεθα μύθ
χρήματ’ ἀπαιτίζοντες, ως κ’ἀπ πάντα δοθείη·
νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ.
ὣς φάτο χωόμενος, ποτ δὲ σκῆπτρον βάλε γαί
δάκρυ’ ἀναπρήσας· οἶκτος δ’ἕλε λαὸν ἅπαντα.
ἔνθ’ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη
Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν·
Ἀντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε·
Τηλέμαχ’ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ειπες
ἡμέας αἰσχύνων· ἐθέλοις δέ κε μῶμον ἀνάψαι.
σοὶ δ’οὔ τι μνηστῆρες Ἀχαιῶν αἴτιοί εἰσιν,
ἀλλ φίλη μήτηρ, τοι πέρι κέρδεα οἶδεν.
ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δ’εἶσι τέταρτον,
ἐξ οὗ ἀτέμβει θυμὸν ἐν στήθεσσιν Ἀχαιῶν.
πάντας μέν ῥ’ἔλπει καὶ ὑπίσχεται ἀνδρ ἑκάστ
ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.
δὲ δόλον τόνδ’ ἄλλον ἐν φρεσ μερμήριξε·
στησαμένη μέγαν ἱστὸν ἐν μεγάροισιν ὕφαινε,
λεπτὸν καὶ περίμετρον· ἄφαρ δ’ἡμῖν μετέειπε·
’κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
μίμνετ’ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς κε φᾶρος
ἐκτελέσω, μή μοι μεταμώνια νήματ’ ὄληται,
Λαέρτ ἥρωι ταφήιον, εἰς ὅτε κέν μιν
μοῖρ’ ὀλο καθέλῃσι τανηλεγέος θανάτοιο,
μή τίς μοι κατ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ.
αἴ κεν ἄτερ σπείρου κεῖται πολλ κτεατίσσασ’.
ὣς ἔφαθ’, ἡμῖν δ’αὖτ’  ἐπεπείθετο θυμὸς ἀγήνωρ.
ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,
νύκτας δ’ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.
ὣς τρίετες μὲν ἔληθε δόλ καὶ ἔπειθεν Ἀχαιούς·
ἀλλ’ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
καὶ τότε δή τις ειπε γυναικῶν, σάφα ᾔδη,
καὶ τήν γ’ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.
ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσ’ ὑπ’ ἀνάγκης·
σοὶ δ’ὧδε μνηστῆρες ὑποκρίνονται, ἵν’ εἰδῇς
αὐτὸς σῷ θυμῷ, εἰδῶσι δὲ πάντες Ἀχαιοί·
μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαι
τῷ ὅτε τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ.
εἰ δ’ἔτ’ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν,
τὰ φρονέουσ’ ἀν θυμόν, οἱ πέρι δῶκεν Ἀθήνη
ἔργα τ’ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλὰς
κέρδεά θ’,οἷ’ οὔ πώ τιν’ ἀκούομεν οὐδ παλαιῶν,
τάων αἳ πάρος ἦσαν υπλοκαμῖδες Ἀχαιαί,
Τυρώ τ’Ἀλκμήνη τε υστέφανός τε Μυκήνη·
τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπεί
ᾔδη· ἀτὰρ μὲν τοῦτό γ’ ἐναίσιμον οὐκ ἐνόησε.
τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματ’ ἔδονται,
ὄφρα κε κείνη τοῦτον ἔχ νόον, ὅν τινά οἱ νῦν
ἐν στήθεσσι τιθεῖσι θεοί. μέγα μὲν κλέος αὐτ
ποιεῖτ’, αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο.
ἡμεῖς δ’οὔτ’ ἐπ ἔργα πάρος γ’ἴμεν οὔτε πῃ ἄλλῃ,
πρίν γ’αὐτὴν γήμασθαι Ἀχαιῶν κ’ἐθέλῃσι.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
Ἀντίνο’, οὔ πως ἔστι δόμων έκουσαν ἀπῶσαι
μ’ἔτεχ’, μ’ἔθρεψε· πατὴρ δ’ἐμὸς ἄλλοθι γαίης,
ζώει γ’ἦ τέθνηκε· κακὸν δέ με πόλλ’ ἀποτίνειν
Ἰκαρίῳ, αἴ κ’αὐτὸς ἑκὼν ἀπ μητέρα πέμψω.
ἐκ γὰρ τοῦ πατρὸς κακ πείσομαι, ἄλλα δὲ δαίμων
δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετ’ ἐρινῦς
οἴκου ἀπερχομένη· νέμεσις δέ μοι ἐξ ἀνθρώπων
ἔσσεται· ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω.
ὑμέτερος δ’εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν,
ἔξιτέ μοι μεγάρων, ἄλλας δ’ἀλεγύνετε δαῖτας
ὑμ κτήματ’ ἔδοντες ἀμειβόμενοι κατ οἴκους.
εἰ δ’ὑμῖν δοκέει τόδε λωίτερον καὶ ἄμεινον
ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,
κείρετ’· ἐγ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν όντας,
αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι.
νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.
ὣς φάτο Τηλέμαχος, τῷ δ’αἰετ εὐρύοπα Ζεὺς
ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι.
τὼ δ’ἕως μέν ῥ’ἐπέτοντο μετ πνοιῇς ἀνέμοιο
πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν·
ἀλλ’ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην,
ἔνθ’ ἐπιδινηθέντε τιναξάσθην πτερ πυκνά,
ἐς δ’ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δ’ὄλεθρον·
δρυψαμένω δ’ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς
δεξι ιξαν διά τ’οἰκία καὶ πόλιν αὐτῶν.
θάμβησαν δ’ὄρνιθας, ἐπεὶ ἴδον ὀφθαλμοῖσιν·
ὥρμηναν δ’ἀν θυμὸν περ τελέεσθαι ἔμελλον.
τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
Μαστορίδης· γὰρ οἶος ὁμηλικίην ἐκέκαστο
ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι·
σφιν φρονέων ἀγορήσατο καὶ μετέειπε·
κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω·
τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται· οὐ γὰρ Ὀδυσσεὺς
δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδη
ἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει
πάντεσσιν· πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται,
οἳ νεμόμεσθ’ Ἰθάκην υδείελον. ἀλλ πολ πρὶν
φραζώμεσθ’, ὥς κεν καταπαύσομεν· οἱ δὲ καὶ αὐτοὶ
παυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώιόν ἐστιν.
οὐ γὰρ ἀπείρητος μαντεύομαι, ἀλλ’ εἰδώς·
καὶ γὰρ κείν φημ τελευτηθῆναι ἅπαντα,
ὥς οἱ ἐμυθεόμην, ὅτε Ἴλιον εἰσανέβαινον
Ἀργεῖοι, μετ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς.
φῆν κακ πολλ παθόντ’, ὀλέσαντ’ ἄπο πάντας ἑταίρους,
ἄγνωστον πάντεσσιν εικοστ ἐνιαυτ
οἴκαδ’ ἐλεύσεσθαι· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
τὸν δ’αὖτ’ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα·
γέρον, εἰ δ’ἄγε νῦν μαντεύεο σοῖσι τέκεσσιν
οἴκαδ’ ών, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω·
ταῦτα δ’ἐγ σέο πολλὸν ἀμείνων μαντεύεσθαι.
ὄρνιθες δέ τε πολλοὶ ὑπ’ αὐγὰς ελίοιο
φοιτῶσ’, οὐδέ τε πάντες ἐναίσιμοι· αὐτὰρ Ὀδυσσεὺς
ὤλετο τῆλ’, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείν
ὤφελες. οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες,
οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδ’ ἀνιείης,
σῷ οἴκ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν.
ἀλλ’ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς
παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν,
αὐτ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται,
πρῆξαι δ’ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε·
σοὶ δέ, γέρον, θωὴν ἐπιθήσομεν, ἥν κ’ἐν θυμ
τίνων ἀσχάλλῃς· χαλεπὸν δέ τοι ἔσσεται ἄλγος.
Τηλεμάχ δ’ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός·
μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι·
οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν εδνα
πολλ μάλ’, ὅσσα ἔοικε φίλης ἐπ παιδὸς ἕπεσθαι.
οὐ γὰρ πρὶν παύσεσθαι ίομαι υἷας Ἀχαιῶν
μνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης,
οὔτ’ οὖν Τηλέμαχον μάλα περ πολύμυθον όντα,
οὔτε θεοπροπίης ἐμπαζόμεθ’, ἣν σύ, γεραιέ,
μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δ’ἔτι μᾶλλον.
χρήματα δ’αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτ’ ἶσα
ἔσσεται, ὄφρα κεν γε διατρίβῃσιν Ἀχαιοὺς
ὃν γάμον· ἡμεῖς δ’αὖ  ποτιδέγμενοι ἤματα πάντα
εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδ μετ’ ἄλλας
ἐρχόμεθ’, ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
Εὐρύμαχ’ ἠδ καὶ ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί,
ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδ’ ἀγορεύω·
ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί.
ἀλλ’ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσ’ ἑταίρους,
οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον.
εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
ἤν τίς μοι εἴπῃσι βροτῶν ὄσσαν ἀκούσω
ἐκ Διός, τε μάλιστα φέρει κλέος ἀνθρώποισιν·
εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω,
τ’ἄν, τρυχόμενός περ, ἔτι τλαίην ἐνιαυτόν·
εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδ’ ἔτ’ όντος,
νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν
σῆμά τέ οἱ χεύω καὶ ἐπ κτέρεα κτερεΐξω
πολλ μάλ’, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω.
τοι γ’ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο, τοῖσι δ’ἀνέστη
Μέντωρ, ὅς ῥ’Ὀδυσος ἀμύμονος εν ἑταῖρος,
καὶ οἱ ὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα,
πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν·
σφιν φρονέων ἀγορήσατο καὶ μετέειπεν·
κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
σκηπτοῦχος βασιλεύς, μηδ φρεσὶν αἴσιμα εἰδώς,
ἀλλ’ αἰεὶ χαλεπός τ’εἴη καὶ αἴσυλα ῥέζοι·
ὡς οὔ τις μέμνηται Ὀδυσσος θείοιο
λαῶν οἷσιν ἄνασσε, πατὴρ δ’ὣς ἤπιος εν.
ἀλλ’ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω
ἔρδειν ἔργα βίαια κακορραφίῃσι νόοιο·
σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως
οἶκον Ὀδυσσος, τὸν δ’οὐκέτι φασ νέεσθαι.
νῦν δ’ἄλλ δήμ νεμεσίζομαι, οἷον ἅπαντες
ἧσθ’ ἄνεῳ, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι
παύρους μνηστῆρας καταπαύετε πολλοὶ όντες.
τὸν δ’Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα·
Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ειπες
ἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ
ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περ δαιτί.
εἴ περ γάρ κ’Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν
δαινυμένους κατ δῶμα ὸν μνηστῆρας ἀγαυοὺς
ἐξελάσαι μεγάροιο μενοινήσει’ ἐν θυμῷ,
οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα,
ἐλθόντ’, ἀλλά κεν αὐτοῦ εικέα πότμον ἐπίσποι,
εἰ πλεόνεσσι μάχοιτο· σὺ δ’οὐ κατ μοῖραν ειπες.
ἀλλ’ ἄγε, λαοὶ μὲν σκίδνασθ’ ἐπ ἔργα ἕκαστος,
τούτ δ’ὀτρυνέει Μέντωρ ὁδὸν ἠδ’ Ἁλιθέρσης,
οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοί εἰσιν ἑταῖροι.
ἀλλ’ ίω, καὶ δηθ καθήμενος ἀγγελιάων
πεύσεται εἰν Ἰθάκῃ, τελέει δ’ὁδὸν οὔ ποτε ταύτην.
ὣς ἄρ’ ἐφώνησεν, λῦσεν δ’ἀγορὴν αἰψηρήν.
οἱ μὲν ἄρ’ ἐσκίδναντο πρὸς δώμαθ’ ἕκαστος,
μνηστῆρες δ’ἐς δώματ’ ἴσαν θείου Ὀδυσος.
Τηλέμαχος δ’ἀπάνευθε κιὼν ἐπ θῖνα θαλάσσης,
χεῖρας νιψάμενος πολιῆς ἁλὸς εὔχετ’ Ἀθήνῃ·
κλῦθί μευ, χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ
καὶ μ’ἐν νη κέλευσας ἐπ’ εροειδέα πόντον
νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο
ἔρχεσθαι· τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί,
μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες.
ὣς ἔφατ’ εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδ καὶ αὐδήν,
καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα·
Τηλέμαχ’, οὐδ’ ὄπιθεν κακὸς ἔσσεαι οὐδ’ ἀνοήμων,
εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ύ,
οἷος κεῖνος ην τελέσαι ἔργον τε ἔπος τε·
οὔ τοι ἔπειθ’ ἁλίη ὁδὸς ἔσσεται οὐδ’ ἀτέλεστος.
εἰ δ’οὐ κείνου γ’ἐσσ γόνος καὶ Πηνελοπείης,
οὐ σέ γ’ἔπειτα ολπα τελευτήσειν, μενοινᾷς.
παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρ πέλονται,
οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.
ἀλλ’ ἐπεὶ οὐδ’ ὄπιθεν κακὸς ἔσσεαι οὐδ’ ἀνοήμων,
οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσος προλέλοιπεν,
ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα.
τῶ νῦν μνηστήρων μὲν α βουλήν τε νόον τε
ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδ δίκαιοι·
οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν,
ὃς δή σφι σχεδόν ἐστιν, ἐπ’ ἤματι πάντας ὀλέσθαι.
σοὶ δ’ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς·
τοῖος γάρ τοι ἑταῖρος ἐγ πατρώιός εἰμι,
ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμ’ ἕψομαι αὐτός.
ἀλλ σὺ μὲν πρὸς δώματ’ ὼν μνηστῆρσιν ὁμίλει,
ὅπλισσόν τ’ἤια καὶ ἄγγεσιν ἄρσον ἅπαντα,
οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν,
δέρμασιν ἐν πυκινοῖσιν· ἐγ δ’ἀν δῆμον ἑταίρους
αἶψ’ ἐθελοντῆρας συλλέξομαι. εἰσ δὲ νῆες
πολλαὶ ἐν ἀμφιάλ Ἰθάκῃ, νέαι ἠδ παλαιαί·
τάων μέν τοι ἐγὼν ἐπιόψομαι τις ἀρίστη,
ὦκα δ’ἐφοπλίσσαντες ἐνήσομεν εὐρέι πόντῳ.
ὣς φάτ’ Ἀθηναίη κούρη Διός· οὐδ’ ἄρ’ ἔτι δὴν
Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.
βῆ δ’ἰέναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ,
εὗρε δ’ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν,
αἶγας ἀνιεμένους σιάλους θ’εὕοντας ἐν αὐλῇ.
Ἀντίνοος δ’ἰθὺς γελάσας κίε Τηλεμάχοιο,
ἔν τ’ἄρα οἱ φῦ χειρί, ἔπος τ’ἔφατ’ ἔκ τ’ὀνόμαζε·
Τηλέμαχ’ ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι ἄλλο
ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε,
ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ.
ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί,
νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι
ἐς Πύλον ἠγαθέην μετ’ ἀγαυοῦ πατρὸς ἀκουήν.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
Ἀντίνο’, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθ’ ὑμῖν
δαίνυσθαί τ’ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον.
ἦ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλ καὶ ἐσθλ
κτήματ’ ἐμά, μνηστῆρες, ἐγ δ’ἔτι νήπιος α;
νῦν δ’ὅτε δὴ μέγας εἰμ καὶ ἄλλων μῦθον ἀκούων
πυνθάνομαι, καὶ δή μοι έξεται ἔνδοθι θυμός,
πειρήσω, ὥς κ’ὔμμι κακὰς ἐπ κῆρας ήλω,
Πύλονδ’ ἐλθών, αὐτοῦ τῷδ’ ἐν δήμῳ.
εἶμι μέν, οὐδ’ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω,
ἔμπορος· οὐ γὰρ νηὸς ἐπήβολος οὐδ’ ἐρετάων
γίγνομαι· ὥς νύ που ὔμμιν είσατο κέρδιον εἶναι.
ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατ’ Ἀντινόοιο
ῥεῖα· μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο.
οἱ δ’ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν.
ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει.
τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος
γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ εται αἰνῶς·
καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν,
ἐλθεῖν, ὄφρ’ ἔνθεν θυμοφθόρα φάρμακ’ ἐνείκῃ,
ἐν δὲ βάλ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ.
ἄλλος δ’αὖτ’ εἴπεσκε νέων ὑπερηνορεόντων·
τίς δ’οἶδ’, εἴ κε καὶ αὐτὸς ὼν κοίλης ἐπ νηὸς
τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς;
οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν·
κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δ’αὖτε
τούτου μητέρι δοῖμεν ἔχειν ἠδ’ ὅς τις ὀπυίοι.
ὣς φάν, δ’ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς
εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο
ἐσθής τ’ἐν χηλοῖσιν ἅλις τ’ἐυῶδες ἔλαιον·
ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο
ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες,
ἑξείης ποτ τοῖχον ἀρηρότες, εἴ ποτ’ Ὀδυσσεὺς
οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλ μογήσας.
κληισταὶ δ’ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι,
δικλίδες· ἐν δὲ γυν ταμίη νύκτας τε καὶ ἦμαρ
ἔσχ’, πάντ’ ἐφύλασσε νόου πολυϊδρείῃσιν,
Εὐρύκλει’, Ὦπος θυγάτηρ Πεισηνορίδαο.
τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας·
μαῖ’, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον
ἡδύν, ὅτις μετ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις
κεῖνον ιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι
διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.
δώδεκα δ’ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας.
ἐν δέ μοι ἄλφιτα χεῦον ϋρραφέεσσι δοροῖσιν·
εἴκοσι δ’ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς.
αὐτ δ’οἴη ἴσθι· τὰ δ’ἁθρόα πάντα τετύχθω·
ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ
μήτηρ εἰς ὑπερῷ’ ἀναβ κοίτου τε μέδηται.
εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω.
ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια,
καί ῥ’ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
τίπτε δέ τοι, φίλε τέκνον, ἐν φρεσ τοῦτο νόημα
ἔπλετο; πῇ δ’ἐθέλεις έναι πολλὴν ἐπ γαῖαν
μοῦνος ἐὼν ἀγαπητός; δ’ὤλετο τηλόθι πάτρης
διογενὴς Ὀδυσεὺς ἀλλογνώτ ἐν δήμῳ.
οἱ δέ τοι αὐτίκ’ όντι κακ φράσσονται ὀπίσσω,
ὥς κε δόλ φθίῃς, τάδε δ’αὐτοὶ πάντα δάσονται.
ἀλλ μέν’ αὖθ’ ἐπ σοῖσι καθήμενος· οὐδέ τί σε χρὴ
πόντον ἐπ’ ἀτρύγετον κακ πάσχειν οὐδ’ ἀλάλησθαι.
τὴν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
θάρσει, μαῖ’, ἐπεὶ οὔ τοι ἄνευ θεοῦ ἥδε γε βουλή.
ἀλλ’ ὄμοσον μὴ μητρ φίλ τάδε μυθήσασθαι,
πρίν γ’ὅτ’ ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται,
αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,
ὡς ἂν μὴ κλαίουσα κατ χρόα καλὸν άπτῃ.
ὣς ἄρ’ ἔφη, γρῆυς δὲ θεῶν μέγαν ὅρκον ἀπώμνυ.
αὐτὰρ ἐπεί ῥ’ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
αὐτίκ’ ἔπειτά οἱ οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσεν,
ἐν δέ οἱ ἄλφιτα χεῦεν ϋρραφέεσσι δοροῖσι.
Τηλέμαχος δ’ἐς δώματ’ ὼν μνηστῆρσιν ὁμίλει.
ἔνθ’ αὖτ’ ἄλλ’ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.
Τηλεμάχ ικυῖα κατ πτόλιν ᾤχετο πάντῃ,
καί ῥα ἑκάστ φωτ παρισταμένη φάτο μῦθον,
ἑσπερίους δ’ἐπ νῆα θοὴν ἀγέρεσθαι ἀνώγει.
δ’αὖτε Φρονίοιο Νοήμονα φαίδιμον υἱὸν
ᾔτεε νῆα θοήν· δέ οἱ πρόφρων ὑπέδεκτο.
καὶ τότε νῆα θοὴν ἅλαδ’ εἴρυσε, πάντα δ’ἐν αὐτ
ὅπλ’ ἐτίθει, τά τε νῆες ύσσελμοι φορέουσι.
στῆσε δ’ἐπ’ ἐσχατι λιμένος, περ δ’ἐσθλοὶ ἑταῖροι
ἁθρόοι ἠγερέθοντο· θε δ’ὤτρυνεν ἕκαστον.
ἔνθ’ αὖτ’ ἄλλ’ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.
βῆ έναι πρὸς δώματ’ Ὀδυσσος θείοιο·
ἔνθα μνηστήρεσσιν ἐπ γλυκὺν ὕπνον ἔχευε,
πλάζε δὲ πίνοντας, χειρῶν δ’ἔκβαλλε κύπελλα.
οἱ δ’εὕδειν ὤρνυντο κατ πτόλιν, οὐδ’ ἄρ’ ἔτι δὴν
ατ’, ἐπεί σφισιν ὕπνος ἐπ βλεφάροισιν ἔπιπτεν.
αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη
ἐκπροκαλεσσαμένη μεγάρων ναιεταόντων,
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδ καὶ αὐδήν·
Τηλέμαχ’, ἤδη μέν τοι υκνήμιδες ἑταῖροι
ατ’ ἐπήρετμοι τὴν σὴν ποτιδέγμενοι ὁρμήν·
ἀλλ’ ομεν, μὴ δηθ διατρίβωμεν ὁδοῖο.
ὣς ἄρα φωνήσασ’ ἡγήσατο Παλλὰς Ἀθήνη
καρπαλίμως· δ’ἔπειτα μετ’ ἴχνια βαῖνε θεοῖο.
αὐτὰρ ἐπεί ῥ’ἐπ νῆα κατήλυθον ἠδ θάλασσαν,
εὗρον ἔπειτ’ ἐπ θιν κάρη κομόωντας ἑταίρους.
τοῖσι δὲ καὶ μετέειφ’ ερ ἲς Τηλεμάχοιο·
δεῦτε, φίλοι, ια φερώμεθα· πάντα γὰρ ἤδη
ἁθρό’ ἐνὶ&nbnbsp;μεγάρῳ. μήτηρ δ’ἐμ οὔ τι πέπυσται,
οὐδ’ ἄλλαι δμωαί, μία δ’οἴη μῦθον ἄκουσεν.
ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ’ἅμ’ ἕποντο.
οἱ δ’ἄρα πάντα φέροντες υσσέλμ ἐπ νη
κάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσος φίλος υἱός.
ἂν δ’ἄρα Τηλέμαχος νηὸς βαῖν’, ἦρχε δ’Ἀθήνη,
νη δ’ἐν πρυμν κατ’ ἄρ’ ἕζετο· ἄγχι δ’ἄρ’ αὐτῆς
ἕζετο Τηλέμαχος. τοὶ δὲ πρυμνήσι’ ἔλυσαν,
ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπ κληῖσι καθῖζον.
τοῖσιν δ’ἴκμενον οὖρον ει γλαυκῶπις Ἀθήνη,
ἀκρα Ζέφυρον, κελάδοντ’ ἐπ οἴνοπα πόντον.
Τηλέμαχος δ’ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
ὅπλων ἅπτεσθαι· τοὶ δ’ὀτρύνοντος ἄκουσαν.
ἱστὸν δ’εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
στῆσαν είραντες, κατ δὲ προτόνοισιν ἔδησαν,
ἕλκον δ’ἱστία λευκ υστρέπτοισι βοεῦσιν.
ἔπρησεν δ’ἄνεμος μέσον ἱστίον, ἀμφ δὲ κῦμα
στείρ πορφύρεον μεγάλ’ αχε νηὸς ούσης·
δ’ἔθεεν κατ κῦμα διαπρήσσουσα κέλευθον.
δησάμενοι δ’ἄρα ὅπλα θοὴν ἀν νῆα μέλαιναν
στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο,
λεῖβον δ’ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν,
ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ.
παννυχίη μέν ῥ’ἥ γε καὶ πεῖρε κέλευθον.