Audio and text annotations licensed as CC-BY, © 2016 David Chamberlain. Click a line, and/or use up/down arrows. The audio works best in Chrome or Firefox.

Index

τὼ δ’αὖτ’ ἐν κλισί Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
ἐντύνοντ’ ἄριστον ἅμ’ οῖ, κειαμένω πῦρ,
ἔκπεμψάν τε νομας ἅμ’ ἀγρομένοισι σύεσσι·
Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι,
οὐδ’ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς
σαίνοντάς τε κύνας, περί τε κτύπος ἦλθε ποδοῖϊν.
αἶψα δ’ἄρ’ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·
Εὔμαι’, μάλα τίς τοι ἐλεύσεται ἐνθάδ’ ἑταῖρος
καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν,
ἀλλ περισσαίνουσι· ποδῶν δ’ὑπ δοῦπον ἀκούω.
οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς
ἔστη ἐν προθύροισι. ταφὼν δ’ἀνόρουσε συβώτης,
ἐκ δ’ἄρα οἱ χειρῶν πέσεν ἄγγεα, τοῖς ἐπονεῖτο,
κιρνὰς αἴθοπα οἶνον. δ’ἀντίος ἤλυθ’ ἄνακτος,
κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλ
χεῖράς τ’ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.
ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζ
ἐλθόντ’ ἐξ ἀπίης γαίης δεκάτ ἐνιαυτῷ,
μοῦνον τηλύγετον, τῷ ἔπ’ ἄλγεα πολλ μογήσῃ,
ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς
πάντα κύσεν περιφύς, ὡς ἐκ θανάτοιο φυγόντα·
καί ῥ’ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σ’ἔτ’ ἔγωγε
ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νη Πύλονδε.
ἀλλ’ ἄγε νῦν εἴσελθε, φίλον τέκος, ὄφρα σε θυμ
τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον όντα.
οὐ μὲν γάρ τι θάμ’ ἀγρὸν ἐπέρχεαι οὐδ νομας,
ἀλλ’ ἐπιδημεύεις· ὣς γάρ νύ τοι εὔαδε θυμῷ,
ἀνδρῶν μνηστήρων ἐσορᾶν ΐδηλον ὅμιλον.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
ἔσσεται οὕτως, ἄττα· σέθεν δ’ἕνεκ’ ἐνθάδ’ ἱκάνω,
ὄφρα σέ τ’ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω,
εἴ μοι ἔτ’ ἐν μεγάροις μήτηρ μένει, έ τις ἤδη
ἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσος δέ που εὐν
χήτει ἐνευναίων κάκ’ ἀράχνια κεῖται ἔχουσα.
τὸν δ’αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
καὶ λίην κείνη γε μένει τετληότι θυμ
σοῖσιν ἐν μεγάροισιν· ϊζυραὶ δέ οἱ αἰεὶ
φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος·
αὐτὰρ γ’εἴσω εν καὶ ὑπέρβη λάϊνον οὐδόν.
τῷ δ’ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς·
Τηλέμαχος δ’ἑτέρωθεν ἐρήτυε φώνησέν τε·
ἧσο, ξεῖν’· ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην
σταθμ ἐν ἡμετέρῳ· πάρα δ’ἀνὴρ ὃς καταθήσει.
ὣς φάθ’, δ’αὖτις ὼν κατ’ ἄρ’ ἕζετο· τῷ δὲ συβώτης.
χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν·
ἔνθα καθέζετ’ ἔπειτα Ὀδυσσος φίλος υἱός.
τοῖσιν δὲ κρειῶν πίνακας παρέθηκε συβώτης
ὀπταλέων, ῥα τῇ προτέρ ὑπέλειπον ἔδοντες,
σῖτον δ’ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν,
ἐν δ’ἄρα κισσυβί κίρνη μελιηδέα οἶνον·
αὐτὸς δ’ἀντίον ἷζεν Ὀδυσσος θείοιο.
οἱ δ’ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας αλλον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν·
ἄττα, πόθεν τοι ξεῖνος ὅδ’ ἵκετο; πῶς δέ ναῦται
ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
οὐ μὲν γάρ τί πεζὸν ΐομαι ἐνθάδ’ ἱκέσθαι.
τὸν δ’ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντ’ ἀγορεύσω.
ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων,
φησ δὲ πολλ βροτῶν ἐπ ἄστεα δινηθῆναι
πλαζόμενος· ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων.
νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν παρ νηὸς ἀποδρὰς
ἤλυθ’ ἐμὸν πρὸς σταθμόν, ἐγ δέ τοι ἐγγυαλίξω·
ἔρξον ὅπως ἐθέλεις· ἱκέτης δέ τοι εὔχεται εἶναι.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
Εὔμαι’, μάλα τοῦτο ἔπος θυμαλγὲς ειπες·
πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ;
αὐτὸς μὲν νέος εἰμ καὶ οὔ πω χερσ πέποιθα
ἄνδρ’ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ·
μητρ δ’ἐμ δίχα θυμὸς ἐν φρεσ μερμηρίζει,
αὐτοῦ παρ’ ἐμοί τε μέν καὶ δῶμα κομίζῃ,
εὐνήν τ’αἰδομένη πόσιος δήμοιό τε φῆμιν,
ἤδη ἅμ’ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος
μνᾶται ἐν μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν.
ἀλλ’ ἤτοι τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,
δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσ πέδιλα,
πέμψω δ’ὅππ μιν κραδίη θυμός τε κελεύει.
εἰ δ’ἐθέλεις, σὺ κόμισσον ἐν σταθμοῖσιν ἐρύξας·
εἵματα δ’ἐνθάδ’ ἐγ πέμψω καὶ σῖτον ἅπαντα
ἔδμεναι, ὡς ἂν μή σε κατατρύχ καὶ ἑταίρους.
κεῖσε δ’ἂν οὔ μιν ἔγωγε μετ μνηστῆρας ῷμι
ἔρχεσθαι· λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι·
μή μιν κερτομέωσιν, ἐμοὶ δ’ἄχος ἔσσεται αἰνόν.
πρῆξαι δ’ἀργαλέον τι μετ πλεόνεσσιν όντα
ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ πολ φέρτεροί εἰσι.
τὸν δ’αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
φίλ’, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,
μάλα μευ καταδάπτετ’ ἀκούοντος φίλον ἦτορ,
οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι
ἐν μεγάροις, έκητι σέθεν τοιούτου όντος.
εἰπέ μοι ἑκὼν ὑποδάμνασαι, σέ γε λαοὶ
ἐχθαίρουσ’ ἀν δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ,
τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ
μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
αἲ γάρ ἐγὼν οὕτω νέος εἴην τῷδ’ ἐπ θυμῷ,
παῖς ἐξ Ὀδυσος ἀμύμονος καὶ αὐτός·
ἔλθοι ἀλητεύων ἔτι γὰρ καὶ ἐλπίδος αἶσα·
αὐτίκ’ ἔπειτ’ ἀπ’ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς,
εἰ μὴ ἐγ κείνοισι κακὸν πάντεσσι γενοίμην,
ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσος.
εἰ δ’αὖ με πληθυῖ δαμασαίατο μοῦνον όντα,
βουλοίμην κ’ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι
τεθνάμεν τάδε γ’αἰὲν εικέα ἔργ’ ὁράασθαι,
ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας
ῥυστάζοντας εικελίως κατ δώματα καλά,
καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας
μὰψ αὔτως, ἀτέλεστον, ἀνηνύστ ἐπ ἔργῳ.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ’ ἀτρεκέως ἀγορεύσω.
οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει,
οὔτε κασιγνήτοις ἐπιμέμφομαι, οἷσί περ ἀνὴρ
μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
ὦδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων·
μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε,
μοῦνον δ’αὖτ’ Ὀδυσα πατὴρ τέκεν· αὐτὰρ Ὀδυσσεὺς
μοῦνον ἔμ’ ἐν μεγάροισι τεκὼν λίπεν οὐδ’ ἀπόνητο.
τῶ νῦν δυσμενέες μάλα μυρίοι εἴσ’ ἐν οἴκῳ.
ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
Δουλιχί τε Σάμ τε καὶ ὑλήεντι Ζακύνθῳ,
ἠδ’ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι,
τόσσοι μητέρ’ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
δ’οὔτ’ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες
οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
ἀλλ’ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·
ἄττα, σὺ δ’ἔρχεο θᾶσσον, ἐχέφρονι Πηνελοπεί
εἴφ’ ὅτι οἱ σῶς εἰμ καὶ ἐκ Πύλου εἰλήλουθα.
αὐτὰρ ἐγὼν αὐτοῦ μενέω, σὺ δὲ δεῦρο νέεσθαι,
οἴ ἀπαγγείλας· τῶν δ’ἄλλων μή τις Ἀχαιῶν
πευθέσθω· πολλοὶ γὰρ ἐμοὶ κακ μηχανόωνται.
τὸν δ’ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
γινώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
ἀλλ’ ἄγε μοι τόδε εἰπ καὶ ἀτρεκέως κατάλεξον,
εἰ καὶ Λαέρτ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω
δυσμόρῳ, ὃς τείως μὲν Ὀδυσσος μέγ’ ἀχεύων
ἔργα τ’ἐποπτεύεσκε μετ δμώων τ’ἐν οἴκ
πῖνε καὶ ἦσθ’, ὅτε θυμὸς ἐν στήθεσσιν ἀνώγοι·
αὐτὰρ νῦν, ἐξ οὗ σύ γε ᾤχεο νη Πύλονδε,
οὔ πω μίν φασιν φαγέμεν καὶ πιέμεν αὔτως,
οὐδ’ ἐπ ἔργα ἰδεῖν, ἀλλ στοναχ τε γό τε
ἧσται ὀδυρόμενος, φθινύθει δ’ἀμφ’ ὀστεόφιν χρώς.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
ἄλγιον, ἀλλ’ ἔμπης μιν άσομεν, ἀχνύμενοί περ·
εἰ γὰρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι,
πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ.
ἀλλ σύ γ’ἀγγείλας ὀπίσω κίε, μηδ κατ’ ἀγροὺς
πλάζεσθαι μετ’ ἐκεῖνον· ἀτὰρ πρὸς μητέρα εἰπεῖν
ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα
κρύβδην· κείνη γὰρ κεν ἀπαγγείλειε γέροντι.
ῥα καὶ ὧρσε συφορβόν· δ’εἵλετο χερσ πέδιλα,
δησάμενος δ’ὑπ ποσσ πόλινδ’ εν. οὐδ’ ἄρ’ Ἀθήνην
λῆθεν ἀπ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός,
ἀλλ’ γε σχεδὸν ἦλθε· δέμας δ’ἤϊκτο γυναικ
καλ τε μεγάλ τε καὶ ἀγλα ἔργ’ εἰδυίῃ.
στῆ δὲ κατ’ ἀντίθυρον κλισίης Ὀδυσϊ φανεῖσα·
οὐδ’ ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδ’ ἐνόησεν,
οὐ γὰρ πως πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς,
ἀλλ’ Ὀδυσεύς τε κύνες τε ἴδον, καί ῥ’οὐχ ὑλάοντο
κνυζηθμ δ’ἑτέρωσε δι σταθμοῖο φόβηθεν.
δ’ἄρ’ ἐπ’ ὀφρύσι νεῦσε· νόησε δὲ δῖος Ὀδυσσεύς,
ἐκ δ’ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,
στῆ δὲ πάροιθ’ αὐτῆς· τὸν δὲ προσέειπεν Ἀθήνη·
διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ.
ἤδη νῦν σῷ παιδ ἔπος φάο μηδ’ ἐπίκευθε,
ὡς ἄν μνηστῆρσιν θάνατον καὶ κῆρ’ ἀραρόντε
ἔρχησθον προτ ἄστυ περικλυτόν· οὐδ’ ἐγ αὐτ
δηρὸν ἀπ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι.
καὶ χρυσεί ῥάβδ ἐπεμάσσατ’ Ἀθήνη.
φᾶρος μέν οἱ πρῶτον ϋπλυνὲς ἠδ χιτῶνα
θῆκ’ ἀμφ στήθεσφι, δέμας δ’ὤφελλε καὶ ἥβην.
ἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δ’ἐτάνυσθεν,
κυάνεαι δ’ἐγένοντο γενειάδες ἀμφ γένειον.
μὲν ἄρ’ ὣς ἔρξασα πάλιν κίεν· αὐτὰρ Ὀδυσσεὺς
ϊεν ἐς κλισίην· θάμβησε δέ μιν φίλος υἱός,
ταρβήσας δ’ἑτέρωσε βάλ’ ὄμματα, μὴ θεὸς εἴη,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον πάροιθεν,
ἄλλα δὲ εἵματ’ ἔχεις, καί τοι χρὼς οὐκέθ’ ὁμοῖος.
μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν·
ἀλλ’ ἵληθ’, ἵνα τοι κεχαρισμένα δώομεν ἱρ
ἠδ χρύσεα δῶρα, τετυγμένα· φείδεο δ’ἡμέων
τὸν δ’ἠμείβετ’ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
οὔ τίς τοι θεός εἰμι· τί μ’ἀθανάτοισιν ΐσκεις;
ἀλλ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων
πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.
ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν
δάκρυον ἧκε χαμᾶζε· πάρος δ’ἔχε νωλεμὲς αἰεί.
Τηλέμαχος δ’, οὐ γάρ πω ἐπείθετο ὃν πατέρ’ εἶναι,
ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
οὐ σύ γ’Ὀδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με δαίμων
θέλγει, ὄφρ’ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.
οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο
αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
ῥηϊδίως ἐθέλων θείη νέον γέροντα.
γάρ τοι νέον ἦσθα γέρων καὶ εικέα ἕσσο·
νῦν δὲ θεοῖσιν οικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
Τηλέμαχ’, οὔ σε οικε φίλον πατέρ’ ἔνδον όντα
οὔτε τι θαυμάζειν περιώσιον οὔτ’ ἀγάασθαι·
οὐ μὲν γάρ τοι ἔτ’ ἄλλος ἐλεύσεται ἐνθάδ’ Ὀδυσσεύς,
ἀλλ’ ὅδ’ ἐγ τοιόσδε, παθὼν κακά, πολλ δ’ἀληθείς,
ἤλυθον εἰκοστ ἔτεϊ ἐς πατρίδα γαῖαν.
αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης,
τέ με τοῖον ἔθηκεν, ὅπως ἐθέλει, δύναται γὰρ,
ἄλλοτε μὲν πτωχ ἐναλίγκιον, ἄλλοτε δ’αὖτε
ἀνδρ νέ καὶ καλ περ χρο εἵματ’ ἔχοντι.
ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδ κακῶσαι.
ὣς ἄρα φωνήσας κατ’ ἄρ’ ἕζετο, Τηλέμαχος δὲ
ἀμφιχυθεὶς πατέρ’ ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων,
ἀμφοτέροισι δὲ τοῖσιν ὑφ’ ἵμερος ὧρτο γόοιο·
κλαῖον δὲ λιγέως, ἀδινώτερον τ’οἰωνοί,
φῆναι αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα
ἀγρόται ἐξείλοντο πάρος πετεην γενέσθαι·
ὣς ἄρα τοί γ’ἐλεεινὸν ὑπ’ ὀφρύσι δάκρυον εἶβον.
καί νύ κ’ὀδυρομένοισιν ἔδυ φάος ελίοιο,
εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρ’ αἶψα·
ποί γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε ναῦται
ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωνται;
οὐ μὲν γάρ τί σε πεζὸν ΐομαι ἐνθάδ’ ἱκέσθαι.
τὸν δ’αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.
Φαίηκές μ’ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλους
ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται·
καί μ’εὕδοντ’ ἐν νη θο ἐπ πόντον ἄγοντες
κάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλα δῶρα,
χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θ’ὑφαντήν.
καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ότητι κέονται·
νῦν αὖ δεῦρ’ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης,
ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.
ἀλλ’ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,
ὄφρ’ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί·
καί κεν ἐμὸν κατ θυμὸν ἀμύμονα μερμηρίξας
φράσσομαι, εἴ κεν νῶϊ δυνησόμεθ’ ἀντιφέρεσθαι
μούνω ἄνευθ’ ἄλλων, καὶ διζησόμεθ’ ἄλλους.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
πάτερ, ἤτοι σεῖο μέγα κλέος αἰὲν ἄκουον,
χεῖράς τ’αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν·
ἀλλ λίην μέγα εἶπες· ἄγη μ’ἔχει· οὐδέ κεν εἴη
ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι.
μνηστήρων δ’οὔτ’ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύ’ οἶαι,
ἀλλ πολ πλέονες· τάχα δ’εἴσεαι ἐνθάδ’ ἀριθμόν.
ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα
κοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται·
ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ασιν,
ἐκ δὲ Ζακύνθου ασιν είκοσι κοῦροι Ἀχαιῶν,
ἐκ δ’αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι,
καί σφιν ἅμ’ ἐστ Μέδων κῆρυξ καὶ θεῖος οιδὸς
καὶ δοι θεράποντε, δαήμονε δαιτροσυνάων.
τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον όντων,
μὴ πολύπικρα καὶ αἰν βίας ἀποτίσεαι ἐλθών.
ἀλλ σύ γ’,εἰ δύνασαί τιν’ ἀμύντορα μερμηρίξαι,
φράζευ, κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ.
τὸν δ’αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
καὶ φράσαι εἴ κεν νῶϊν Ἀθήνη σὺν Δι πατρ
ἀρκέσει, έ τιν’ ἄλλον ἀμύντορα μερμηρίξω.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
ἐσθλώ τοι τούτω γ’ἐπαμύντορε, τοὺς ἀγορεύεις,
ὕψι περ ἐν νεφέεσσι καθημένω· τε καὶ ἄλλοις
ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι.
τὸν δ’αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον
φυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν
ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος.
ἀλλ σὺ μὲν νῦν ἔρχευ ἅμ’ οῖ φαινομένηφι
οἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει·
αὐτὰρ ἐμ προτ ἄστυ συβώτης ὕστερον ἄξει,
πτωχ λευγαλέ ἐναλίγκιον ἠδ γέροντι.
εἰ δέ μ’ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ
τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο,
ἤν περ καὶ δι δῶμα ποδῶν ἕλκωσι θύραζε
βέλεσιν βάλλωσι· σὺ δ’εἰσορόων ἀνέχεσθαι.
ἀλλ’ ἤτοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων,
μειλιχίοις ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τι
πείσονται· δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ.
ἄλλο δέ τοι ἐρέω, σὺ δ’ἐν φρεσ βάλλεο σῇσιν·
ὁππότε κεν πολύβουλος ἐν φρεσ θῇσιν Ἀθήνη,
νεύσω μέν τοι ἐγ κεφαλῇ, σὺ δ’ἔπειτα νοήσας
ὅσσα τοι ἐν μεγάροισιν ἀρήϊα τεύχεα κεῖται
ἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι είρας
πάντα μάλ’· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·
ἐκ καπνοῦ κατέθηκ’, ἐπεὶ οὐκέτι τοῖσιν ῴκει
οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
ἀλλ κατῄκισται, ὅσσον πυρὸς ἵκετ’ ϋτμή.
πρὸς δ’ἔτι καὶ τόδε μεῖζον ἐν φρεσ θῆκε Κρονίων,
μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,
ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.
νῶϊν δ’οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρε
καλλιπέειν καὶ δοι βοάγρια χερσὶν ἑλέσθαι,
ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα· τοὺς δέ κ’ἔπειτα
Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς.
ἄλλο δέ τοι ἐρέω, σὺ δ’ἐν φρεσ βάλλεο σῇσιν·
εἰ ἐτεόν γ’ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο,
μή τις ἔπειτ’ Ὀδυσος ἀκουσάτω ἔνδον όντος,
μήτ’ οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης
μήτε τις οἰκήων μήτ’ αὐτ Πηνελόπεια,
ἀλλ’ οἶοι σύ τ’ἐγώ τε γυναικῶν γνώομεν ἰθύν·
καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν,
ἠμὲν που τις νῶϊ τίει καὶ δείδιε θυμῷ,
ἠδ’ ὅτις οὐκ ἀλέγει, σὲ δ’ἀτιμ τοῖον όντα.
τὸν δ’ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός
πάτερ, ἤτοι ἐμὸν θυμὸν καὶ ἔπειτά γ’,ὀΐω,
γνώσεαι· οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μ’ἔχουσιν·
ἀλλ’ οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ΐω
ἡμῖν ἀμφοτέροισι· σὲ δὲ φράζεσθαι ἄνωγα.
δηθ γὰρ αὔτως εἴσ ἑκάστου πειρητίζων,
ἔργα μετερχόμενος· τοὶ δ’ἐν μεγάροισιν ἕκηλοι
χρήματα δαρδάπτουσιν ὑπέρβιον οὐδ’ ἔπι φειδώ.
ἀλλ’ ἤτοί σε γυναῖκας ἐγ δεδάασθαι ἄνωγα,
αἵ τέ σ’ἀτιμάζουσι καὶ αἳ νηλιτεῖς εἰσιν·
ἀνδρῶν δ’οὐκ ἂν ἔγωγε κατ σταθμοὺς ἐθέλοιμι
ἡμέας πειράζειν, ἀλλ’ ὕστερα ταῦτα πένεσθαι,
εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο.
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
δ’ἄρ’ ἔπειτ’ Ἰθάκηνδε κατήγετο νηῦς εὐεργής,
φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους.
οἱ δ’ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,
νῆα μὲν οἵ γε μέλαιναν ἐπ’ ἠπείροιο ἔρυσσαν,
τεύχεα δέ σφ’ἀπένεικαν ὑπέρθυμοι θεράποντες,
αὐτίκα δ’ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα.
αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσος,
ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,
οὕνεκα Τηλέμαχος μὲν ἐπ’ ἀγροῦ, νῆα δ’ἀνώγει
ἄστυδ’ ἀποπλείειν, ἵνα μὴ δείσασ’ ἐν θυμ
ἰφθίμη βασίλεια τέρεν κατ δάκρυον εἴβοι
τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς
τῆς αὐτῆς ἕνεκ’ ἀγγελίης, ἐρέοντε γυναικί.
ἀλλ’ ὅτε δή ῥ’ἵκοντο δόμον θείου βασιλος,
κῆρυξ μέν ῥα μέσῃσι μετ δμῳῇσιν ειπεν·
ἤδη τοι, βασίλεια, φίλος πάϊς εἰλήλουθε.
Πηνελοπεί δ’εἶπε συβώτης ἄγχι παραστὰς
πάνθ’ ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι.
αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε,
βῆ ῥ’ἴμεναι μεθ’ ας, λίπε δ’ἕρκεά τε μέγαρόν τε.
μνηστῆρες δ’ἀκάχοντο κατήφησάν τ’ἐν θυμῷ,
ἐκ δ’ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,
αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο.
τοῖσιν δ’Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχ’ ἀγορεύειν·
φίλοι, μέγα ἔργον ὑπερφιάλως τετέλεσται
Τηλεμάχ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.
ἀλλ’ ἄγε νῆα μέλαιναν ἐρύσσομεν τις ἀρίστη,
ἐς δ’ἐρέτας ἁλιας ἀγείρομεν, οἵ κε τάχιστα
κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι.
οὔ πω πᾶν εἴρηθ’, ὅτ’ ἄρ’ Ἀμφίνομος ἴδε νῆα,
στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός,
ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας.
ἡδ δ’ἄρ’ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι·
μή τιν’ ἔτ’ ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ ἔνδον.
τίς σφιν τόδ’ ειπε θεῶν, εἴσιδον αὐτοὶ
νῆα παρερχομένην, τὴν δ’οὐκ ἐδύναντο κιχῆναι.
ὣς ἔφαθ’, οἱ δ’ἀνστάντες ἔβαν ἐπ θῖνα θαλάσσης,
αἶψα δὲ νῆα μέλαιναν ἐπ’ ἠπείροιο ἔρυσσαν,
τεύχεα δέ σφ’ἀπένεικαν ὑπέρθυμοι θεράποντες.
αὐτοὶ δ’εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τιν’ ἄλλον
εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.
τοῖσιν δ’Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
πόποι, ὡς τόνδ’ ἄνδρα θεοὶ κακότητος ἔλυσαν.
ἤματα μὲν σκοποὶ ἷζον ἐπ’ ἄκριας ἠνεμοέσσας
αἰὲν ἐπασσύτεροι· ἅμα δ’ἠελί καταδύντι
οὔ ποτ’ ἐπ’ ἠπείρου νύκτ’ ἄσαμεν, ἀλλ’ ἐν πόντ
νη θο πλείοντες ἐμίμνομεν δῖαν,
Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες
αὐτόν· τὸν δ’ἄρα τέως μὲν ἀπήγαγεν οἴκαδε δαίμων,
ἡμεῖς δ’ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον
Τηλεμάχῳ, μηδ’ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ΐω
τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.
αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλ τε νό τε,
λαοὶ δ’οὐκέτι πάμπαν ἐφ’ ἡμῖν ἦρα φέρουσιν.
ἀλλ’ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς
εἰς ἀγορήν οὐ γάρ τι μεθησέμεναί μιν ΐω,
ἀλλ’ ἀπομηνίσει, ἐρέει δ’ἐν πᾶσιν ἀναστὰς
οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδ’ ἐκίχημεν·
οἱ δ’οὐκ αἰνήσουσιν ἀκούοντες κακ ἔργα·
μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι
γαίης ἡμετέρης, ἄλλων δ’ἀφικώμεθα δῆμον·
ἀλλ φθέωμεν ἑλόντες ἐπ’ ἀγροῦ νόσφι πόληος
ἐν ὁδῷ· βίοτον δ’αὐτοὶ καὶ κτήματ’ ἔχωμεν,
δασσάμενοι κατ μοῖραν ἐφ’ ἡμέας, οἰκία δ’αὖτε
κείνου μητέρι δοῖμεν ἔχειν ἠδ’ ὅς τις ὀπυίοι.
εἰ δ’ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλ βόλεσθε
αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα,
μή οἱ χρήματ’ ἔπειτα ἅλις θυμηδέ’ ἔδωμεν
ἐνθάδ’ ἀγειρόμενοι, ἀλλ’ ἐκ μεγάροιο ἕκαστος
μνάσθω έδνοισιν διζήμενος· δέ κ’ἔπειτα
γήμαιθ’ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
ὣς ἔφαθ’, οἱ δ’ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
τοῖσιν δ’Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε,
Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος,
ὅς ῥ’ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος,
ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπεί
ἥνδανε μύθοισι· φρεσ γὰρ κέχρητ’ ἀγαθῇσιν·
σφιν φρονέων ἀγορήσατο καὶ μετέειπεν·
φίλοι, οὐκ ἂν ἔγωγε κατακτείνειν ἐθέλοιμι
Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστι
κτείνειν· ἀλλ πρῶτα θεῶν εἰρώμεθα βουλάς.
εἰ μέν κ’αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες,
αὐτός τε κτενέω τούς τ’ἄλλους πάντας ἀνώξω·
εἰ δέ κ’ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα.
ὣς ἔφατ’ Ἀμφίνομος, τοῖσιν δ’ἐπιήνδανε μῦθος.
αὐτίκ’ ἔπειτ’ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσος,
ἐλθόντες δ’ἐκαθῖζον ἐπ ξεστοῖσι θρόνοισιν.
δ’αὖτ’ ἄλλ’ ἐνόησε περίφρων Πηνελόπεια,
μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι.
πεύθετο γὰρ οὗ παιδὸς ἐν μεγάροισιν ὄλεθρον·
κῆρυξ γὰρ οἱ ειπε Μέδων, ὃς ἐπεύθετο βουλάς.
βῆ δ’ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν.
ἀλλ’ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
στῆ ῥα παρ σταθμὸν τέγεος πύκα ποιητοῖο,
ἄντα παρειάων σχομένη λιπαρ κρήδεμνα,
Ἀντίνοον δ’ἐνένιπεν ἔπος τ’ἔφατ’ ἔκ τ’ὀνόμαζεν·
Ἀντίνο’, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ φασιν
ἐν δήμ Ἰθάκης μεθ’ ὁμήλικας ἔμμεν ἄριστον
βουλ καὶ μύθοισι· σὺ δ’οὐκ ἄρα τοῖος ησθα.
μάργε, τίη δὲ σὺ Τηλεμάχ θάνατόν τε μόρον τε
ῥάπτεις, οὐδ’ ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς
μάρτυρος; οὐδ’ ὁσίη κακ ῥάπτειν ἀλλήλοισιν.
οὐκ οἶσθ’ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων,
δῆμον ὑποδδείσας; δὴ γὰρ κεχολώατο λίην,
οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν
ἤκαχε Θεσπρωτούς· οἱ δ’ἡμῖν ἄρθμιοι ἦσαν·
τόν ῥ’ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ
ἠδ κατὰ nbsp;ζωὴν φαγέειν μενοεικέα πολλήν·
ἀλλ’ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν εμένους περ.
τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνά δὲ γυναῖκα
παῖδά τ’ἀποκτείνεις, ἐμ δὲ μεγάλως ἀκαχίζεις·
ἀλλά σε παύεσθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους.
τὴν δ’αὖτ’ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·
κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια,
θάρσει· μή τοι ταῦτα μετ φρεσ σῇσι μελόντων.
οὐκ ἔσθ’ οὗτος ἀνὴρ οὐδ’ ἔσσεται οὐδ γένηται,
ὅς κεν Τηλεμάχ σῷ υἱέϊ χεῖρας ἐποίσει
ζώοντός γ’ἐμέθεν καὶ ἐπ χθον δερκομένοιο.
ὦδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περ δουρ
ἡμετέρῳ, ἐπεὶ καὶ ἐμ πτολίπορθος Ὀδυσσεὺς
πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν
ἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν.
τῶ μοι Τηλέμαχος πάντων πολ φίλτατός ἐστιν
ἀνδρῶν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα
ἔκ γε μνηστήρων· θεόθεν δ’οὐκ ἔστ’ ἀλέασθαι.
ὣς φάτο θαρσύνων, τῷ δ’ἤρτυεν αὐτὸς ὄλεθρον.
μὲν ἄρ’ εἰσαναβᾶσ’ ὑπερώϊα σιγαλόεντα
κλαῖεν ἔπειτ’ Ὀδυσα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
ἡδὺν ἐπ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
ἑσπέριος δ’Ὀδυσϊ καὶ υἱέϊ δῖος ὑφορβὸς
ἤλυθεν· οἱ δ’ἄρα δόρπον ἐπισταδὸν ὡπλίζοντο,
σῦν ερεύσαντες ἐνιαύσιον. αὐτὰρ Ἀθήνη,
ἄγχι παρισταμένη, Λαερτιάδην Ὀδυσα
ῥάβδ πεπληγυῖα πάλιν ποίησε γέροντα,
λυγρ δὲ εἵματα ἕσσε περ χροΐ, μή συβώτης
γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπεί
ἔλθοι ἀπαγγέλλων μηδ φρεσὶν εἰρύσσαιτο.
τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ειπεν·
ἦλθες, δῖ’ Εὔμαιε. τί δὴ κλέος ἔστ’ ἀν ἄστυ;
ῥ’ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ασιν
ἐκ λόχου, ἔτι μ’αὖθ’  εἰρύαται οἴκαδ’ όντα;
τὸν δ’ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι
ἄστυ καταβλώσκοντα· τάχιστά με θυμὸς ἄνωγεν
ἀγγελίην εἰπόντα πάλιν δεῦρ’ ἀπονέεσθαι.
ὡμήρησε δέ μοι παρ’ ἑταίρων ἄγγελος ὠκύς,
κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρ ειπεν.
ἄλλο δέ τοι τόδε οἶδα· τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν.
ἤδη ὑπὲρ πόλιος, ὅθι Ἕρμαιος λόφος ἐστίν,
α κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν
ἐς λιμέν’ ἡμέτερον· πολλοὶ δ’ἔσαν ἄνδρες ἐν αὐτῇ,
βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι·
καὶ σφέας ΐσθην τοὺς ἔμμεναι, οὐδέ τι οἶδα.
ὣς φάτο, μείδησεν δ’ἱερ ἲς Τηλεμάχοιο
ἐς πατέρ’ ὀφθαλμοῖσιν ἰδών, ἀλέεινε δ’ὑφορβόν.
οἱ δ’ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
δαίνυντ’, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ΐσης.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.