Audio and text annotations licensed as CC-BY, © 2016 David Chamberlain. Click a line, and/or use up/down arrows. The audio works best in Chrome or Firefox.

Index

δ’εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη
ᾤχετ’, Ὀδυσσος μεγαθύμου φαίδιμον υἱὸν
νόστου ὑπομνήσουσα καὶ ὀτρυνέϝουσα νέϝεσθαι.
εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαϝὸν υἱὸν
εὕδοντ’ ἐν προδόμ Μενελάου κυδαλίμοιο,
ἤτοι Νεστορίδην μαλακ δεδμημένον ὕπνῳ·
Τηλέμαχον δ’οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλ’ ἐν θυμ
νύκτα δι’ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.
ἀγχοῦ δ’ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
Τηλέμαχ’, οὐκέτι καλ δόμων ἄπο τῆλ’ ἀλάλησαι,
κτήματά τε προλιπὼν ἄνδρας τ’ἐν σοῖσι δόμοισιν
οὕτω ὑπερφιάλους· μή τοι κατ πάντα φάγωσι
κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.
ἀλλ’ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαϝον
πεμπέμεν, ὄφρ’ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς.
ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται
Εὐρυμάχ γήμασθαι· γὰρ περιβάλλει ἅπαντας
μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔϝεδνα·
μή νύ τι σεῦ έκητι δόμων ἐκ κτῆμα φέρηται.
οἶσθα γὰρ οἷος θυμὸς ἐν στήθεσσι γυναικός·
κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίοι,
παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο
οὐκέτι μέμνηται τεθνηότος οὐδ μεταλλᾷ.
ἀλλ σύ γ’ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα
δμῳάων τίς τοι ἀρίστη φαίνεται εἶναι,
εἰς κέ τοι φήνωσι θεϝοὶ κυδρὴν παράκοιτιν.
ἄλλο δέ τοί τι ϝἔπος ϝἐρέϝω, σὺ δὲ σύνθεϝο θυμῷ.
μνηστήρων σ’ἐπιτηδὲς ἀριστες λοχόϝωσιν
ἐν πορθμ Ἰθάκης τε Σάμοιό τε παιπαλοϝέσσης.
έμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
ἀλλ τά γ’οὐκ ΐω· πρὶν καί τινα γαῖα καθέξει
ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
ἀλλ ἑκὰς νήσων ἀπέχειν εὐεργέϝα νῆα,
νυκτ δ’ὁμῶς πλείειν· πέμψει δέ τοι οὖρον ὄπισθεν
ἀθανάτων ὅς τίς σε φυλάσσει τε ϝῥύεταί τε.
αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι,
νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους,
αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
ὅς τοι ῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν.
ἔνθα δὲ νύκτ’ έσαι· τὸν δ’ὀτρῦναι πόλιν εἴσω
ἀγγελίην ἐρέϝοντα περίφρονι Πηνελοπείῃ,
οὕνεκά οἱ σῶς ἐσσ καὶ ἐκ Πύλου εἰλήλουθας.
μὲν ἄρ’ ὣς εἰποῦσ’ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,
αὐτὰρ Νεστορίδην ἐξ ἡδέϝος ὕπνου ἔγειρε
λὰξ ποδ κινήσας, καί μιν πρὸς μῦθον ἔϝειπεν·
ἔγρεϝο, Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππους
ζεῦξον ὑφ’ ἅρματ’ ἄγων, ὄφρα πρήσσωμεν ὁδοῖο.
τὸν δ’αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·
Τηλέμαχ’, οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖο
νύκτα δι δνοφερὴν ἐλάαν· τάχα δ’ἔσσεται ώς.
ἀλλ μέν’ εἰς κε δῶρα φέρων ἐπιδίφρια θή
ἥρως Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαϝος,
καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ.
τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα
ἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ.
ὣς ἔφατ’, αὐτίκα δὲ χρυσϝόθρονος ἤλυθεν Ἠϝώς.
ἀγχίμολον δέ σφ’ἦλθε βοὴν ἀγαθὸς Μενέλαϝος,
ἀνστὰς ἐξ εὐνῆς, Ἑλένης πάρα καλλικόμοιο.
τὸν δ’ὡς οὖν ἐνόησεν Ὀδυσσος φίλος υἱός,
σπερχόμενός ῥα χιτῶνα περ χρο σιγαλόϝεντα
δῦνεν, καὶ μέγα φᾶρος ἐπ στιβαροῖς βάλετ’ ὤμοις
ἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδα
Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσος θείοιο·
Ἀτρεΐδη Μενέλαϝε διοτρεφές, ὄρχαμε λαϝῶν,
ἤδη νῦν μ’ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν·
ἤδη γάρ μοι θυμὸς ἐϝέλδεται οἴκαδ’ ἱκέσθαι.
τὸν δ’ἠμείβετ’ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαϝος·
Τηλέμαχ’, οὔ τί σ’ἔγωγε πολὺν χρόνον ἐνθάδ’ ἐρύξω
έμενον νόστοιο· νεμεσσῶμαι δὲ καὶ ἄλλ
ἀνδρ ξεινοδόκῳ, ὅς κ’ἔξοχα μὲν φιλέῃσιν,
ἔξοχα δ’ἐχθαίρῃσιν· ἀμείνω δ’αἴσιμα πάντα.
ἶσόν τοι κακόν ἐσθ’, ὅς τ’οὐκ ἐθέλοντα νέϝεσθαι
ξεῖνον ἐποτρύν καὶ ὃς ἐσσύμενον κατερύκῃ.
χρὴ ξεῖνον παρεϝόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν.
ἀλλ μέν’ εἰς κε δῶρα φέρων ἐπιδίφρια θείω
καλά, σὺ δ’ὀφθαλμοῖσιν ἴδῃς, εἴπω δὲ γυναιξ
δεῖπνον ἐν μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐϝόντων.
ἀμφότερον, κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ,
δειπνήσαντας ἴμεν πολλὴν ἐπ’ ἀπείρονα γαῖαν.
εἰ δ’ἐθέλεις τραφθῆναι ἀν’ Ἑλλάδα καὶ μέσον Ἄργος,
ὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους,
ἄστεϝα δ’ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἡμέας
αὔτως ἀμπέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι,
έ τινα τριπόδων εὐχάλκων λεβήτων,
δύ’ ἡμιόνους χρύσειον ἄλεισον.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
Ἀτρεΐδη Μενέλαϝε διοτρεφές, ὄρχαμε λαϝῶν,
βούλομαι ἤδη νεῖσθαι ἐφ’ ἡμέτερ’· οὐ γὰρ ὄπισθεν
οὖρον ὼν κατέλειπον ἐπ κτεϝάτεσσιν ἐμοῖσι·
μὴ πατέρ’ ἀντίθεϝον διζήμενος αὐτὸς ὄλωμαι,
τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλὸν ὄληται.
αὐτὰρ ἐπεὶ τό γ’ἄκουσε βοὴν ἀγαθὸς Μενέλαϝος,
αὐτίκ’ ἄρ’ ἀλόχ ἠδ δμῳῇσι κέλευσε
δεῖπνον ἐν μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐϝόντων.
ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεϝωνεύς,
ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολ ναῖεν ἀπ’ αὐτοῦ·
τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαϝος
ὀπτῆσαί τε κρεϝῶν· δ’ἄρ’ οὐκ ἀπίθησεν ἀκούσας.
αὐτὸς δ’ἐς θάλαμον κατεβήσατο κηώεντα,
οὐκ οἶος, ϝἅμα τῷ γ’Ἑλένη κίε καὶ Μεγαπένθης.
ἀλλ’ ὅτε δή ῥ’ἵκαν’ ὅθι οἱ κειμήλια κεῖτο,
Ἀτρεΐδης μὲν ἔπειτα δέπας λάβεν ἀμφικύπελλον,
υἱὸν δὲ κρητῆρα φέρειν Μεγαπένθε’ ἄνωγεν
ἀργύρεϝον· ϝἙλένη δὲ παρίστατο φωριαμοῖσιν,
ἔνθ’ ἔσαν οἱ πέπλοι παμποίκιλοι, οὓς κάμεν αὐτή.
τῶν ἕν’ ειραμένη Ἑλένη φέρε, δῖα γυναικῶν,
ὃς κάλλιστος ην ποικίλμασιν ἠδ μέγιστος,
ἀστὴρ δ’ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.
βὰν δ’ἰέναι προτέρω δι δώματος, ἕως ἵκοντο
Τηλέμαχον· τὸν δὲ προσέφη ξανθὸς Μενέλαϝος·
Τηλέμαχ’, ἤτοι νόστον, ὅπως φρεσ σῇσι μενοινᾷς,
ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις Ἥρης.
δώρων δ’,ὅσσ’ ἐν ἐμ οἴκ κειμήλια κεῖται,
δώσω κάλλιστον καὶ τιμηέστατόν ἐστι.
δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεϝος δὲ
ἐστὶν ἅπας, χρυσ δ’ἐπ χείλεϝα κεκράανται,
ἔργον δ’Ἡφαίστοιο· πόρεν δέ Φαίδιμος ἥρως,
Σιδονίων βασιλεύς, ὅθ’ ὸς δόμος ἀμφεκάλυψε
κεῖσέ με νοστήσαντα· τεῒν δ’ἐθέλω τόδ’ ὀπάσσαι.
ὣς εἰπὼν ἐν χερσ τίθει δέπας ἀμφικύπελλον
ἥρως Ἀτρεΐδης· δ’ἄρα κρητῆρα φαϝεινὸν
θῆκ’ αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης,
ἀργύρεϝον· ϝἙλένη δὲ παρίστατο καλλιπάρηος
πέπλον ἔχουσ’ ἐν χερσίν, ἔπος τ’ἔφατ’ ἔκ τ’ὀνόμαζε·
δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι,
μνῆμ’ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,
σῇ ἀλόχ φορέϝειν· τείως δὲ φίλ παρ μητρ
κείσθω ἐν μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιο
οἶκον ϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.
ὣς εἰποῦσ’ ἐν χερσ τίθει, δ’ἐδέξατο χαίρων.
καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως
δεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ·
τοὺς δ’ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαϝος.
ἑζέσθην δ’ἄρ’ ἔπειτα κατ κλισμούς τε θρόνους τε.
χέρνιβα δ’ἀμφίπολος προχόϝ ἐπέχευε φέρουσα
καλ χρυσείῃ, ὑπὲρ ἀργυρέϝοιο λέβητος,
νίψασθαι· παρ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
σῖτον δ’αἰδοίη ταμίη παρέθηκε φέρουσα·
εἴδατα πόλλ’ ἐπιθεῖσα, χαριζομένη παρεϝόντων·
πὰρ δὲ Βοηθοΐδης κρέϝα δαίετο καὶ νέμε μοίρας·
ᾠνοχόϝει δ’υἱὸς Μενελάου κυδαλίμοιο.
οἱ δ’ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας αλλον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαϝὸς υἱὸς
ἵππους τ’ἐζεύγνυντ’ ἀνά θ’ἅρματα ποικίλ’ ἔβαινον,
ἐκ δ’ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου.
τοὺς δὲ μετ’ Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαϝος,
οἶνον ἔχων ἐν χειρ μελίφρονα δεξιτερῆφι,
ἐν δέπαϊ χρυσέϝῳ, ὄφρα λείψαντε κιοίτην.
στῆ δ’ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα·
χαίρετον, κούρω, καὶ Νέστορι ποιμένι λαϝῶν
εἰπεῖν· γὰρ ἔμοιγε πατὴρ ὣς ἤπιος εν,
ος ἐν Τροί πολεμίζομεν υἷες Ἀχαιῶν.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
καὶ λίην κείν γε, διοτρεφές, ὡς ἀγορεύεις,
πάντα τάδ’ ἐλθόντες καταλέξομεν· αἲ γὰρ ἐγὼν ὣς
νοστήσας Ἰθάκηνδε, κιχὼν Ὀδυσῆ’ ἐν οἴκῳ,
εἴποιμ’ ὡς παρ σεῖο τυχὼν φιλότητος ἁπάσης
ἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλ καὶ ἐσθλά.
ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον,
ἥμερον ἐξ αὐλῆς· οἱ δ’ἰΰζοντες ἕποντο
ἀνέρες ἠδ γυναῖκες· δέ σφισιν ἐγγύθεν ἐλθὼν
δεξιὸς ϊξε πρόσθ’ ἵππων· οἱ δὲ ἰδόντες
γήθησαν, καὶ πᾶσιν ἐν φρεσ θυμὸς άνθη.
τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων·
φράζεϝο δή, Μενέλαϝε διοτρεφές, ὄρχαμε λαϝῶν,
εἰ νῶϊν τόδ’ ἔφηνε θεϝὸς τέρας ε σοὶ αὐτῷ.
ὣς φάτο, μερμήριξε δ’ ἀρηΐφιλος Μενέλαϝος,
ὅππως οἱ κατ μοῖραν ὑποκρίναιτο νοήσας.
τὸν δ’Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον·
κλῦτέ μευ· αὐτὰρ ἐγ μαντεύσομαι, ὡς ἐν θυμ
ἀθάνατοι βάλλουσι καὶ ὡς τελέϝεσθαι ΐω.
ὡς ὅδε χῆν’ ἥρπαξ’ ἀτιταλλομένην ἐν οἴκ
ἐλθὼν ἐξ ὄρεϝος, ϝὅθι ϝοἱ γενεή τε τόκος τε,
ὣς Ὀδυσεὺς κακ πολλ παθὼν καὶ πόλλ’ ἐπαληθεὶς
οἴκαδε νοστήσει καὶ τίσεται· καὶ ἤδη
οἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.
τὴν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης·
τῶ κέν τοι καὶ κεῖθι θεϝ ὣς εὐχετοῴμην.
καὶ ἐφ’ ἵπποιϊν μάστιν βάλε· τοὶ δὲ μάλ’ ὦκα
ϊξαν πεδίονδε δι πτόλιος μεμαϝῶτες.
οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
δύσετό τ’ἠέλιος σκιόϝωντό τε πᾶσαι ἀγυιαί·
ἐς Φηρὰς δ’ἵκοντο Διοκλος ποτ δῶμα,
υἱέϝος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
ἔνθα δὲ νύκτ’ ἄϝεσαν ϝὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.
ἦμος δ’ἠριγένεια φάνη ῥοδοδάκτυλος ώς,
ἵππους τ’ἐζεύγνυντ’ ἀνά θ’ἅρματα ποικίλ’ ἔβαινον,
ἐκ δ’ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·
μάστιξεν δ’ἐλάαν, τὼ δ’οὐκ ἄκοντε πετέσθην.
αἶψα δ’ἔπειθ’ ἵκοντο Πύλου αἰπ πτολίεθρον·
καὶ τότε Τηλέμαχος προσεφώνεϝε Νέστορος υἱόν·
Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειας
μῦθον ἐμόν; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθ’ εἶναι
ἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν·
ἥδε δ’ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει.
μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλ λίπ’ αὐτοῦ,
μή μ’ὁ γέρων έκοντα κατάσχ ἐν οἴκ
έμενος φιλέϝειν· ἐμ δὲ χρεὼ θᾶσσον ἱκέσθαι.
ὣς φάτο, Νεστορίδης δ’ἄρ’ ἑῷ συμφράσσατο θυμῷ,
ὅππως οἱ κατ μοῖραν ὑποσχόμενος τελέσειεν.
ὧδε δέ οἱ φρονέϝοντι δοϝάσσατο κέρδιον εἶναι·
στρέψ’ ἵππους ἐπ νῆα θοὴν καὶ θῖνα θαλάσσης,
νη δ’ἐν πρύμν ἐξαίνυτο κάλλιμα δῶρα,
ἐσθῆτα χρυσόν τε, τά οἱ Μενέλαϝος ἔδωκε·
καί μιν ἐποτρύνων ἔπεϝα πτερόϝεντα προσηύδα·
σπουδ νῦν ἀνάβαινε κέλευέ τε πάντας ἑταίρους,
πρὶν ἐμ οἴκαδ’ ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι.
εὖ γὰρ ἐγ τόδε οἶδα κατ φρένα καὶ κατ θυμόν·
οἷος ἐκείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει,
ἀλλ’ αὐτὸς καλέϝων δεῦρ’ εἴσεται, οὐδέ φημι
ἂψ έναι κενεϝόν· μάλα γὰρ κεχολώσεται ἔμπης.
ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους
ἂψ Πυλίων εἰς ἄστυ, θοϝῶς δ’ἄρα δώμαθ’ ἵκανε.
Τηλέμαχος δ’ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν·
ἐγκοσμεῖτε τὰ τεύχε’, ἑταῖροι, νη μελαίνῃ,
αὐτοί τ’ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο.
ὣς ἔφαθ’, οἱ δ’ἄρα τοῦ μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο,
αἶψα δ’ἄρ’ εἴσβαινον καὶ ἐπ κληῗσι καθῖζον.
ἤτοι μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δ’Ἀθήν
νη πάρα πρυμνῇ· σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ
τηλεδαπός, φεύγων ἐξ Ἄργεϝος ἄνδρα κατακτάς,
μάντις· ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος εν,
ὃς πρὶν μέν ποτ’ ἔναιε Πύλ ἔνι, μητέρι μήλων,
ἀφνειὸς Πυλίοισι μέγ’ ἔξοχα δώματα ναίων·
δὴ τότε γ’ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγων
Νηλέϝα τε ϝμεγάθυμον, ἀγαυότατον ζωόντων,
ὅς ϝοἱ χρήματα πολλ τελεσφόρον εἰς ἐνιϝαυτὸν
εἶχε βίῃ. ϝὁ δὲ τέως μὲν ἐν ϝμεγάροις Φυλάκοιο
δεσμ ἐν ἀργαλέϝ δέδετο, κρατέρ’ ἄλγεϝα πάσχων
εἵνεκα Νηλος κούρης ἄτης τε βαρείης,
τήν οἱ ἐπ φρεσ θῆκε θεϝ δασπλῆτις Ἐρινύς.
ἀλλ’ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους
ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον εικὲς
ἀντίθεϝον Νηλα, κασιγνήτ δὲ γυναῖκα
ἠγάγετο πρὸς δώμαθ’. δ’ἄλλων ἵκετο δῆμον,
Ἄργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον εν
ναιέμεναι πολλοῖσιν ἀνάσσοντ’ Ἀργείοισιν
ἔνθα δ’ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα,
γείνατο δ’Ἀντιφάτην καὶ Μάντιον, υἷε κραταιώ.
Ἀντιφάτης μὲν ἔτικτεν ϊκλῆϝα ϝϝμεγάθυμον,
αὐτὰρ Ὀϝϊκλείης λαϝϝοσσόϝον Ἀμφιάρηϝον,
ὃν περ κῆρι φίλει Ζεύς τ’αἰγίοχος καὶ Ἀπόλλων
παντοίην φιλότητ’· οὐδ’ ἵκετο γήραϝος οὐδόν,
ἀλλ’ ὄλετ’ ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων.
τοῦ υἱεῖς ἐγένοντ’ Ἀλκμάων Ἀμφίλοχός τε.
Μάντιος αὖ τέκετο ϝΠολυφείδεϝά τε Κλεῖτόν τε·
ἀλλ’ ἤτοι Κλεῖτον χρυσόθρονος ἥρπασεν ὼς
κάλλεϝος εἵνεκα οἷο, ἵν’ ἀθανάτοισι μετείη·
αὐτὰρ ὑπέρθυμον Πολυφείδεϝα μάντιν Ἀπόλλων
θῆκε βροτῶν ὄχ’ ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάρηος·
ὅς ῥ’Ὑπερησίηνδ’ ἀπενάσσατο πατρ χολωθείς,
ἔνθ’ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσι.
τοῦ μὲν ἄρ’ υἱὸς ἐπῆλθε, Θεϝοκλύμενος δ’ὄνομ’ εν,
ὃς τότε Τηλεμάχου πέλας ἵστατο· τὸν δ’ἐκίχανε
σπένδοντ’ εὐχόμενόν τε θο παρ νη μελαίνῃ,
καί μιν φωνήσας ἔπεϝα πτερόϝεντα προσηύδα·
φίλ’, ἐπεί σε θύοντα κιχάνω τῷδ’ ἐν χώρῳ,
λίσσομ’ ὑπὲρ θυέϝων καὶ δαίμονος, αὐτὰρ ἔπειτα
σῆς τ’αὐτοῦ κεφαλῆς καὶ ἑταίρων, οἵ τοι ἕπονται,
εἰπέ μοι εἰρομέν νημερτέϝα μηδ’ ἐπικεύσῃς·
τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδ τοκες;
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ’ ἀτρεκέϝως ἀγορεύσω.
ἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς,
εἴ ποτ’ ην· νῦν δ’ἤδη ἀπέφθιτο λυγρ ὀλέθρῳ.
τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν
ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο.
τὸν δ’αὖτε προσέϝειπε Θεϝοκλύμενος θεϝοειδής·
οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰς
ἔμφυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τε
Ἄργος ἀν’ ἱππόβοτον, μέγα δὲ κρατέϝουσιν Ἀχαιῶν.
τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν
φεύγω, ἐπεί νύ μοι αἶσα κατ’ ἀνθρώπους ἀλάλησθαι.
ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα,
μή με κατακτείνωσι· διωκέμεναι γὰρ ΐω.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
οὐ μὲν δή σ’ἐθέλοντά γ’ ἀπώσω νηὸς ΐσης,
ἀλλ’ ἕπευ· αὐτὰρ κεῖθι φιλήσεϝαι, οἷά κ’ἔχωμεν.
ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεϝον ἔγχος,
καὶ τό γ’ἐπ’ ἰκριόφιν τάνυσεν νεϝὸς ἀμφιελίσσης·
ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο.
ἐν πρύμν δ’ἄρ’ ἔπειτα καθέζετο, πὰρ δὲ οἷ αὐτ
εἷσε Θεϝοκλύμενον· τοὶ δὲ πρυμνήσι’ ἔλυσαν.
Τηλέμαχος δ’ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
ὅπλων ἅπτεσθαι· τοὶ δ’ἐσσυμένως ἐπίθοντο.
ἱστὸν δ’εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
στῆσαν είραντες, κατ δὲ προτόνοισιν ἔδησαν,
ἕλκον δ’ἱστία λευκ ϋστρέπτοισι βοϝεῦσι.
τοῖσιν δ’ἴκμενον οὖρον ει γλαυκῶπις Ἀθήνη,
λάβρον ἐπαιγίζοντα δι’ αἰθέρος, ὄφρα τάχιστα
νηῦς ἀνύσειε θέϝουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.
βὰν δὲ παρ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέϝεθρον.
δύσετό τ’ἠέλιος σκιόϝωντό τε πᾶσαι ἀγυιαί·
δὲ Φεϝὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρ
ἠδ παρ’ Ἤλιδα δῖαν, ὅθι κρατέϝουσιν Ἐπειοί.
ἔνθεν δ’αὖ νήσοισιν ἐπιπροϝέηκε θοῇσιν,
ὁρμαίνων κεν θάνατον φύγοι κεν ἁλώῃ.
τὼ δ’αὖτ’ ἐν κλισί Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
δορπείτην· παρ δέ σφιν ἐδόρπεϝον ἀνέρες ἄλλοι.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
τοῖς δ’Ὀδυσεὺς μετέϝειπε, συβώτεω πειρητίζων,
εἴ μιν ἔτ’ ἐνδυκέϝως φιλέϝοι μεῖναί τε κελεύοι
αὐτοῦ ἐν σταθμῷ, ὀτρύνειε πόλινδε·
κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες ἑταῖροι·
ῶθεν προτ ἄστυ λιλαίομαι ἀπονέϝεσθαι
πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους.
ἀλλά μοι εὖ θ’ὑπόθευ καὶ ἅμ’ ἡγεμόν’ ἐσθλὸν ὄπασσον
ὅς κέ με κεῖσ’ ἀγάγῃ· κατ δὲ πτόλιν αὐτὸς ἀνάγκ
πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.
καί κ’ἐλθὼν πρὸς δώματ’ Ὀδυσσος θείοιο
ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ,
καί κεν μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην,
εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρί’ ἔχοντες.
αἶψά κεν εὖ δρώοιμι μετ σφίσιν ὅττι θέλοιεν.
ἐκ γάρ τοι ἐρέϝω, σὺ δὲ σύνθεϝο καί μευ ἄκουσον·
Ἑρμείαϝο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων
ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει,
δρηστοσύν οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,
πῦρ τ’εὖ νηῆσαι διά τε ξύλα δαν κεϝάσσαι,
δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,
οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες.
τὸν δὲ μέγ’ ὀχθήσας προσέφης, Εὔμαιε συβῶτα·
μοι, ξεῖνε, τίη τοι ἐν φρεσ τοῦτο νόημα
ἔπλετο; σύ γε πάγχυ λιλαίεϝαι αὐτόθ’ ὀλέσθαι.
εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον,
τῶν ὕβρις τε βίη τε σιδήρεϝον οὐρανὸν ἵκει.
οὔ τοι τοιοίδ’ εἰσὶν ὑποδρηστῆρες ἐκείνων,
ἀλλ νέϝοι, χλαίνας εὖ εἱμένοι ἠδ χιτῶνας,
αἰεὶ δὲ ϝλιπαροὶ κεφαλὰς καὶ καλϝ πρόσωπα,
οἵ σφιν ὑποδρώωσιν· ΰξεστοι δὲ τράπεζαι
σίτου καὶ κρειῶν ἠδ’ οἴνου βεβρίθασιν.
ἀλλ μέν’· οὐ γάρ τίς τοι ἀνιᾶται παρεϝόντι,
οὔτ’ ἐγ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔϝασιν.
αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσος φίλος υἱός,
κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει,
πέμψει δ’ὅππ σε κραδίη θυμός τε κελεύει.
τὸν δ’ἠμείβετ’ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
αἴθ’ οὕτως, Εὔμαιε, φίλος Δι πατρ γένοιο
ὡς ἐμοί, ὅττι μ’ἔπαυσας ἄλης καὶ ϊζύος αἰνῆς.
πλαγκτοσύνης δ’οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν·
ἀλλ’ ἕνεκ’ οὐλομένης γαστρὸς κακ κήδε’ ἔχουσιν
ἀνέρες, ὅν τιν’ ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος.
νῦν δ’ἐπεὶ ἰσχανάᾳς μεῖναι τέ με κεῖνον ἄνωγας,
εἴπ’ ἄγε μοι περ μητρὸς Ὀδυσσος θείοιο
πατρός θ’,ὃν κατέλειπεν ὼν ἐπ γήραϝος οὐδῷ,
εἴ που ἔτι ζώουσιν ὑπ’ αὐγὰς ελίοιο,
ἤδη τεθνᾶσι καὶ εἰν ΐδαϝο δόμοισι.
τὸν δ’αὖτε προσέϝειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ’ ἀτρεκέϝως ἀγορεύσω.
Λαϝέρτης μὲν ἔτι ζώει, Δι δ’εὔχεται αἰεὶ
θυμὸν ἀπ ϝμελέϝων φθίσθαι ϝοἷς ἐν μεγάροισιν·
ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο
κουριδίης τ’ἀλόχοιο δαΐφρονος, μάλιστα
ἤκαχ’ ἀποφθιμένη καὶ ἐν ὠμ γήραϊ θῆκεν.
δ’ἄχεϊ ϝϝοὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο,
λευγαλέϝ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις ἔμοιγε
ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι.
ὄφρα μὲν οὖν δὴ κείνη ην, ἀχέουσά περ ἔμπης,
τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι,
οὕνεκά μ’αὐτ θρέψεν ἅμα Κτιμέν τανυπέπλῳ,
θυγατέρ’ ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων·
τῇ ὁμοῦ ἐτρεφόμην, ὀλίγον δέ τί μ’ἧσσον ἐτίμα.
αὐτὰρ ἐπεί ῥ’ἥβην πολυήρατον ἱκόμεθ’ ἄμφω,
τὴν μὲν ἔπειτα Σάμηνδ’ ἔδοσαν καὶ μυρί’ ἕλοντο,
αὐτὰρ ἐμ χλαῖνάν τε χιτῶνά τε εἵματ’ ἐκείνη
καλ μάλ’ ἀμφιέσασα, ποσὶν θ’ὑποδήματα δοῦσα
ἀγρόνδε προΐαλλε· φίλει δέ με κηρόθι μᾶλλον.
νῦν δ’ἤδη τούτων ἐπιδεύομαι· ἀλλά μοι αὐτ
ἔργον έξουσιν μάκαρες θεϝοὶ ἐπιμίμνω·
τῶν ἔφαγόν τ’ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα.
ἐκ δ’ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι
οὔτ’ ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ,
ἄνδρες ὑπερφίαλοι· μέγα δὲ δμῶες χατέϝουσιν
ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι
καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι
ἀγρόνδ’, οἷά τε θυμὸν εὶ δμώεσσιν αίνει.
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
πόποι, ὡς ἄρα τυτθὸς ἐϝών, Εὔμαιε συβῶτα,
πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδ τοκήων.
ἀλλ’ ἄγε μοι τόδε εἰπ καὶ ἀτρεκέϝως κατάλεξον,
διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια,
ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,
σέ γε μουνωθέντα παρ’ οἴεσιν παρ βουσὶν
ἄνδρες δυσμενέϝες νηυσὶν λάβον ἠδ’ ἐπέρασσαν
τοῦδ’ ἀνδρὸς πρὸς δώμαθ’, δ’ἄξιον ὦνον ἔδωκε.
τὸν δ’αὖτε προσέϝειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
ξεῖν’, ἐπεὶ ἂρ δὴ ταῦτά μ’ ἀνείρεϝαι ἠδ μεταλλᾷς,
σιγ νῦν ξυνίει καὶ τέρπεϝο, πῖνέ τε οἶνον
ἥμενος. αἵδε δὲ νύκτες ἀθέσφατοι· ἔστι μὲν εὕδειν,
ἔστι δὲ τερπομένοισιν ἀκουέμεν· οὐδέ τί σε χρή,
πρὶν ὥρη, καταλέχθαι· ἀνίη καὶ πολὺς ὕπνος.
τῶν δ’ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει,
εὑδέτω ἐξελθών· ἅμα δ’ἠοῖ φαινομένηφι
δειπνήσας ἅμ’ εσσιν ἀνακτορίῃσιν ἑπέσθω.
νῶϊ δ’ἐν κλισί πίνοντέ τε δαινυμένω τε
κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέϝοισι,
μνωομένω· μετ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ,
ὅς τις δὴ μάλα πολλ πάθ καὶ πόλλ’ ἐπαληθῇ.
τοῦτο δέ τοι ἐρέϝω μ’ἀνείρεϝαι ἠδ μεταλλᾷς.
νῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις,
Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ελίοιο,
οὔ τι περιπληθὴς λίην τόσον, ἀλλ’ ἀγαθ μέν,
εὔβοτος, εὔμηλος, ϝοἰνοπληθής, πολύπυρος.
πείνη δ’οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη
νοῦσος ἐπ στυγερ πέλεται δειλοῖσι βροτοῖσιν·
ἀλλ’ ὅτε γηράσκωσι πόλιν κάτα φῦλ’ ἀνθρώπων,
ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺν
οἷς ἀγανοῖς βελέϝεσσιν ἐποιχόμενος κατέπεφνεν.
ἔνθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται·
τῇσιν δ’ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε,
Κτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν.
ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες,
τρῶκται, μυρί’ ἄγοντες ἀθύρματα νη μελαίνῃ.
ἔσκε δὲ πατρὸς ἐμοῖο γυν Φοίνισσ’ ἐν οἴκῳ,
καλή τε ϝμεγάλη τε καὶ ἀγλαϝ ϝἔργ’ εἰδυῖα·
τὴν δ’ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.
πλυνούσ τις πρῶτα μίγη κοίλ παρ νη
εὐν καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει
θηλυτέρῃσι γυναιξί, καὶ κ’εὐεργὸς ῃσιν.
εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι·
δὲ μάλ’ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ·
ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι,
κούρη δ’εἴμ’ Ἀρύβαντος ἐγ ῥυδὸν ἀφνειοῖο·
ἀλλά μ’ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρες
ἀγρόθεν ἐρχομένην, πέρασαν δέ με δεῦρ’ ἀγαγόντες
τοῦδ’ ἀνδρὸς πρὸς δώμαθ’· δ’ἄξιον ὦνον ἔδωκε.
τὴν δ’αὖτε προσέϝειπεν ἀνήρ, ὃς ἐμίσγετο λάθρῃ·
ῥά κε νῦν πάλιν αὖτις ἅμ’ ἡμῖν οἴκαδ’ ἕποιο,
ὄφρα ἴδῃς πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶ
αὐτούς τ’;ἦ γὰρ ἔτ’ εἰσ καὶ ἀφνειοὶ καλέϝονται.
τὸν δ’αὖτε προσέϝειπε γυν καὶ ἀμείβετο μύθῳ·
εἴη κεν καὶ τοῦτ’, εἴ μοι ἐθέλοιτέ γε, ναῦται,
ὅρκ πιστωθῆναι ἀπήμονά μ’οἴκαδ’ ἀπάξειν.
ὣς ἔφαθ’, οἱ δ’ἄρα πάντες ἀπώμνυον ὡς ἐκέλευεν.
αὐτὰρ ἐπεί ῥ’ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
τοῖς δ’αὖτις μετέϝειπε γυν καὶ ἀμείβετο μύθῳ·
σιγ νῦν, μή τίς με προσαυδάτω ἐπέϝεσσιν
ὑμετέρων ἑτάρων, ξυμβλήμενος ἐν ἀγυιῇ,
που ἐπ κρήνῃ· μή τις ποτ δῶμα γέροντι
ἐλθὼν ἐξείπῃ, δ’ὀϊσάμενος καταδήσ
δεσμ ἐν ἀργαλέϝῳ, ὑμῖν δ’ἐπιφράσσετ’ ὄλεθρον.
ἀλλ’ ἔχετ’ ἐν φρεσ μῦθον, ἐπείγετε δ’ὦνον ὁδαίων.
ἀλλ’ ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται,
ἀγγελίη μοι ἔπειτα θοϝῶς πρὸς δώμαθ’ ἱκέσθω·
οἴσω γὰρ καὶ χρυσόν, ὅτις χ’ὑποχείριος ἔλθῃ·
καὶ δέ κεν ἄλλ’ ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην.
παῖδα γὰρ ἀνδρὸς ος ἐν μεγάροις ἀτιτάλλω,
κερδαλέϝον δὴ τοῖον, ἅμα τροχόϝωντα θύραζε·
τόν κεν ἄγοιμ’ ἐπ νηός, δ’ὑμῖν μυρίον ὦνον
ἄλφοι, ὅπ περάσητε κατ’ ἀλλοθρόϝους ἀνθρώπους.
μὲν ἄρ’ ὣς εἰποῦσ’ ἀπέβη πρὸς δώματα καλά,
οἱ δ’ἐνιαυτὸν ἅπαντα παρ’ ἡμῖν αὖθι μένοντες
ἐν νη γλαφυρ βίοτον πολὺν ἐμπολόϝωντο.
ἀλλ’ ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέϝεσθαι,
καὶ τότ’ ἄρ’ ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί.
ἤλυθ’ ἀνὴρ πολύϊδρις ἐμοῦ πρὸς δώματα πατρὸς
χρύσεϝον ὅρμον ἔχων, μετ δ’ἠλέκτροισιν ἔϝερτο.
τὸν μὲν ἄρ’ ἐν μεγάρ δμῳαὶ καὶ πότνια μήτηρ
χερσίν τ’ἀμφαφόϝωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο,
ὦνον ὑπισχόμεναι· δὲ τῇ κατένευσε σιωπῇ.
ἤτοι καννεύσας κοίλην ἐπ νῆα βεβήκει,
δέ μὲ χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε.
εὗρε δ’ἐν προδόμ ἠμὲν δέπας ἠδ τραπέζας
ἀνδρῶν δαιτυμόνων, οἵ μευ πατέρ’ ἀμφεπένοντο.
οἱ μὲν ἄρ’ ἐς θῶκον πρόμολον, δήμοιό τε φῆμιν,
δ’αἶψα τρί’ ἄλεισα κατακρύψασ’ ὑπ κόλπ
ἔκφερεν· αὐτὰρ ἐγὼν ἑπόμην εσιφροσύνῃσι.
δύσετό τ’ἠέλιος, σκιόϝωντό τε πᾶσαι ἀγυιαί·
ἡμεῖς δ’ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες,
ἔνθ’ ἄρα Φοινίκων ἀνδρῶν ἦν ὠκύαλος νηῦς.
οἱ μὲν ἔπειτ’ ἀναβάντες ἐπέπλεϝον ὑγρ κέλευθα,
νὼ ἀναβησάμενοι· ἐπ δὲ Ζεὺς οὖρον αλλεν.
ἑξῆμαρ μὲν ὁμῶς πλέϝομεν νύκτας τε καὶ ἦμαρ·
ἀλλ’ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπ Ζεὺς θῆκε Κρονίων,
τὴν μὲν ἔπειτα γυναῖκα βάλ’ Ἄρτεμις οχέϝαιρα,
ἄντλ δ’ἐνδούπησε πεσοῦσ’ ὡς εἰναλίη κήξ.
καὶ τὴν μὲν φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι
ἔκβαλον· αὐτὰρ ἐγ λιπόμην ἀκαχήμενος ἦτορ·
τοὺς δ’Ἰθάκ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ,
ἔνθα με Λαϝέρτης πρίατο κτεϝάτεσσιν οῖσιν.
οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι.
τὸν δ’αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ·
Εὔμαι’, μάλα δή μοι ἐν φρεσ θυμὸν ὄρινας
ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἄλγεϝα θυμῷ.
ἀλλ’ ἤτοι σοὶ μὲν παρ καὶ κακ ἐσθλὸν ἔθηκε
Ζεύς, ἐπεὶ ἀνδρὸς δώματ’ ἀφίκεϝο πολλ μογήσας
ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε
ἐνδυκέϝως, ζώεις δ’ἀγαθὸν βίον· αὐτὰρ ἔγωγε
πολλ βροτῶν ἐπ ἄστε’ ἀλώμενος ἐνθάδ’ ἱκάνω.
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
καδδραθέτην δ’οὐ πολλὸν ἐπ χρόνον, ἀλλ μίνυνθα·
αἶψα γὰρ ὼς ἦλθεν ΰθρονος. οἱ δ’ἐπ χέρσου
Τηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δ’ἕλον ἱστὸν
καρπαλίμως, τὴν δ’εἰς  ὅρμον προϝέρεσσαν ἐρετμοῖς·
ἐκ δ’εὐνὰς ἔβαλον, κατ δὲ πρυμνήσι’ ἔδησαν·
ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπ ῥηγμῖνι θαλάσσης,
δεῖπνόν τ’ἐντύνοντο κερῶντό τε αἴθοπα οἶνον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·
ὑμεῖς μὲν νῦν ἄστυδ’ ἐλαύνετε νῆα μέλαιναν,
αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδ βοτῆρας·
ἑσπέριος δ’εἰς ἄστυ ἰδὼν ἐμ ἔργα κάτειμι.
ῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην,
δαῖτ’ ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο.
τὸν δ’αὖτε προσέϝειπε Θεϝοκλύμενος θεϝοειδής·
πῇ γὰρ ἐγώ, φίλε τέκνον, ω; τεῦ δώμαθ’ ἵκωμαι
ἀνδρῶν οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέϝουσιν;
ἰθὺς σῆς μητρὸς ω καὶ σοῖο δόμοιο;
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
ἄλλως μέν σ’ἂν ἔγωγε καὶ ἡμέτερόνδε κελοίμην
ἔρχεσθ’· οὐ γάρ τι ξενίων ποθή· ἀλλ σοὶ αὐτ
χεῖρον, ἐπεί τοι ἐγ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ
ὄψεται· οὐ μὲν γάρ τι θαμ μνηστῆρσ’ ἐν οἴκ
φαίνεται, ἀλλ’ ἀπ τῶν ὑπερωΐ ἱστὸν ὑφαίνει.
ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκοιο,
Εὐρύμαχον, Πολύβοιο δαΐφρονος ἀγλαϝὸν υἱόν,
τὸν νῦν ἶσα θεϝ Ἰθακήσιοι εἰσορόϝωσι·
καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα
μητέρ’ ἐμὴν γαμέϝειν καὶ Ὀδυσσος γέρας ἕξειν.
ἀλλ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος, αἰθέρι ναίων,
εἴ κέ σφιν πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ.
ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος· ἐν δὲ πόδεσσι
τίλλε πέλειαν ἔχων, κατ δὲ πτερ χεῦεν ἔραζε
μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο.
τὸν δὲ Θεϝοκλύμενος ϝἑτάρων ἀπονόσφι καλέσσας
ἔν τ’ἄρα οἱ φῦ χειρ ἔπος τ’ἔφατ’ ἔκ τ’ὀνόμαζε·
Τηλέμαχ’, οὔ τοι ἄνευ θεϝοῦ ἤλυθε δεξιὸς ὄρνις
ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐϝόντα.
ὑμετέρου δ’οὐκ ἔστι γένευς βασιλεύτερον ἄλλο
ἐν δήμ Ἰθάκης, ἀλλ’ ὑμεῖς καρτεροὶ αἰεί.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
τῶ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
καὶ Πείραιον προσεφώνεϝε, πιστὸν ἑταῖρον·
Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα
πείθ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμ’ ἕποντο·
καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν
ἐνδυκέϝως φιλέϝειν καὶ τιέμεν, εἰς κεν ἔλθω.
τὸν δ’αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα·
Τηλέμαχ’, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοις,
τόνδε τ’ἐγ κομιῶ, ξενίων δέ οἱ οὐ ποθ ἔσται.
ὣς εἰπὼν ἐπ νηὸς ἔβη, ἐκέλευσε δ’ἑταίρους
αὐτούς τ’ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
οἱ δ’αἶψ’ εἴσβαινον καὶ ἐπ κληῗσι καθῖζον.
Τηλέμαχος δ’ὑπ ποσσὶν ἐδήσατο καλ πέδιλα,
εἵλετο δ’ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,
νηὸς ἀπ’ ἰκριόφιν· τοὶ δὲ πρυμνήσι’ ἔλυσαν.
οἱ μὲν ἀνώσαντες πλέϝον ἐς πόλιν, ὡς ἐκέλευσε
Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσος θείοιο·
τὸν δ’ὦκα ϝπροβιβώντϝα πόδες φϝέρον, ὄφρϝ’ ἵκετ’ αὐλήν,
ἔνθα οἱ ἦσαν ες μάλα μυρίαι, ᾗσι συβώτης
ἐσθλὸς ὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς,