Audio and text annotations licensed as CC-BY, © 2016 David Chamberlain. Click a line, and/or use up/down arrows. The audio works best in Chrome or Firefox.

Index

αὐτὰρ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν
χῶρον ἀν’ ὑλήεντα δι’ ἄκριας, οἱ Ἀθήνη
πέφραδε δῖον ὑφορβόν, οἱ βιότοιο μάλιστα
κήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεύς.
τὸν δ’ἄρ’ ἐν προδόμ εὗρ’ ἥμενον, ἔνθα οἱ αὐλ
ὑψηλ δέδμητο, περισκέπτ ἐν χώρῳ,
καλή τε μεγάλη τε, περίδρομος· ἥν ῥα συβώτης
αὐτὸς δείμαθ’ εσσιν ἀποιχομένοιο ἄνακτος,
νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος,
ῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδῳ·
σταυροὺς δ’ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα,
πυκνοὺς καὶ θαμέας, τὸ μέλαν δρυὸς ἀμφικεάσσας·
ἔντοσθεν δ’αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει
πλησίον ἀλλήλων, εὐνὰς συσίν· ἐν δὲ ἑκάστ
πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο,
θήλειαι τοκάδες· τοὶ δ’ἄρσενες ἐκτὸς αυον,
πολλὸν παυρότεροι· τοὺς γὰρ μινύθεσκον ἔδοντες
ἀντίθεοι μνηστῆρες, ἐπεὶ προΐαλλε συβώτης
αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων·
οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο.
πὰρ δὲ κύνες, θήρεσσιν οικότες αἰὲν αυον
τέσσαρες, οὓς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν.
αὐτὸς δ’ἀμφ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα,
τάμνων δέρμα βόειον ϋχροές· οἱ δὲ δὴ ἄλλοι
ᾤχοντ’ ἄλλυδις ἄλλος ἅμ’ ἀγρομένοισι σύεσσιν,
οἱ τρεῖς· τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε
σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ,
ὄφρ’ ερεύσαντες κρειῶν κορεσαίατο θυμόν.
ἐξαπίνης δ’Ὀδυσα ἴδον κύνες ὑλακόμωροι.
οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ Ὀδυσσεὺς
ἕζετο κερδοσύνῃ, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός.
ἔνθα κεν παρ σταθμ εικέλιον πάθεν ἄλγος·
ἀλλ συβώτης ὦκα ποσ κραιπνοῖσι μετασπὼν
ἔσσυτ’ ἀν πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρός.
τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλον
πυκνῇσιν λιθάδεσσιν· δὲ προσέειπεν ἄνακτα·
γέρον, ὀλίγου σε κύνες διεδηλήσαντο
ἐξαπίνης, καί κέν μοι ἐλεγχείην κατέχευας.
καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε·
ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων
ἧμαι, ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω
ἔδμεναι· αὐτὰρ κεῖνος ελδόμενός που ἐδωδῆς
πλάζετ’ ἐπ’ ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε,
εἴ που ἔτι ζώει καὶ ὁρ φάος ελίοιο.
ἀλλ’ ἕπεο, κλισίηνδ’ ομεν, γέρον, ὄφρα καὶ αὐτός,
σίτου καὶ οἴνοιο κορεσσάμενος κατ θυμόν,
εἴπῃς ὁππόθεν ἐσσ καὶ ὁππόσα κήδε’ ἀνέτλης.
ὣς εἰπὼν κλισίηνδ’ ἡγήσατο δῖος ὑφορβός,
εἷσεν δ’εἰσαγαγών, ῥῶπας δ’ὑπέχευε δασείας,
ἐστόρεσεν δ’ἐπ δέρμα ονθάδος ἀγρίου αἰγός,
αὐτοῦ ἐνεύναιον, μέγα καὶ δασύ. χαῖρε δ’Ὀδυσσεὺς
ὅττι μιν ὣς ὑπέδεκτο, ἔπος τ’ἔφατ’ ἔκ τ’ὀνόμαζε·
Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι
ὅττι μάλιστ’ ἐθέλεις, ὅτι με πρόφρων ὑπέδεξο.
τὸν δ’ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
ξεῖν’, οὔ μοι θέμις ἔστ’, οὐδ’ εἰ κακίων σέθεν ἔλθοι,
ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
ξεῖνοί τε πτωχοί τε· δόσις δ’ὀλίγη τε φίλη τε
γίνεται ἡμετέρη· γὰρ δμώων δίκη ἐστὶν
αἰεὶ δειδιότων, ὅτ’ ἐπικρατέωσιν ἄνακτες
οἱ νέοι. γὰρ τοῦ γε θεοὶ κατ νόστον ἔδησαν,
ὅς κεν ἔμ’ ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν,
οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα,
οἷά τε οἰκϊ ἄναξ εὔθυμος ἔδωκεν,
ὅς οἱ πολλ κάμῃσι, θεὸς δ’ἐπ ἔργον έξῃ,
ὡς καὶ ἐμοὶ τόδε ἔργον έξεται, ἐπιμίμνω.
τῶ κέ με πόλλ’ ὤνησεν ἄναξ, εἰ αὐτόθ’ ἐγήρα·
ἀλλ’ ὄλεθ’ ὡς ὤφελλ’ Ἑλένης ἀπ φῦλον ὀλέσθαι
πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπ γούνατ’ ἔλυσε·
καὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆς
Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.
ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα,
βῆ δ’ἴμεν ἐς συφεούς, ὅθι ἔθνεα ἔρχατο χοίρων.
ἔνθεν ἑλὼν δύ’ ἔνεικε καὶ ἀμφοτέρους έρευσεν,
εὗσεν μίστυλλέν τε καὶ ἀμφ’ ὀβελοῖσιν ἔπειρεν.
ὀπτήσας δ’ἄρα πάντα φέρων παρέθηκ’ Ὀδυσϊ
θέρμ’ αὐτοῖς ὀβελοῖσιν· δ’ἄλφιτα λευκ πάλυνεν·
ἐν δ’ἄρα κισσυβί κίρνη μελιηδέα οἶνον,
αὐτὸς δ’ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα·
ἔσθιε νῦν, ξεῖνε, τά τε δμώεσσι πάρεστι,
χοίρε’· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,
οὐκ ὄπιδα φρονέοντες ἐν φρεσὶν οὐδ’ ἐλεητύν.
οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,
ἀλλ δίκην τίουσι καὶ αἴσιμα ἔργ’ ἀνθρώπων.
καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τ’ἐπ γαίης
ἀλλοτρίης βῶσιν καί σφιν Ζεὺς ληΐδα δώῃ,
πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι,
καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσ πίπτει.
οἵδε δέ τοι ἴσασι, θεοῦ δέ τιν’ ἔκλυον αὐδήν,
κείνου λυγρὸν ὄλεθρον, τ’οὐκ ἐθέλουσι δικαίως
μνᾶσθαι οὐδ νέεσθαι ἐπ σφέτερ’, ἀλλ ἕκηλοι
κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδ’ ἔπι φειδώ.
ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,
οὔ ποθ’ ἓν ἱρεύουσ’ ερήϊον, οὐδ δύ’ οἶα·
οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.
γάρ οἱ ζωή γ’ἦν ἄσπετος· οὔ τινι τόσση
ἀνδρῶν ἡρώων, οὔτ’ ἠπείροιο μελαίνης
οὔτ’ αὐτῆς Ἰθάκης· οὐδ ξυνεείκοσι φωτῶν
ἔστ’ ἄφενος τοσσοῦτον· ἐγ δέ κέ τοι καταλέξω.
δώδεκ’ ἐν ἠπείρ ἀγέλαι· τόσα πώεα οἰῶν,
τόσσα συῶν συβόσια, τόσ’ αἰπόλια πλατέ’ αἰγῶν
βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.
ἐνθάδε τ’αἰπόλια πλατέ’ αἰγῶν ἕνδεκα πάντα
ἐσχατι βόσκοντ’, ἐπ δ’ἀνέρες ἐσθλοὶ ὄρονται.
τῶν αἰεί σφιν ἕκαστος ἐπ’ ἤματι μῆλον ἀγινεῖ,
ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.
αὐτὰρ ἐγ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε,
καί σφι συῶν τὸν ἄριστον κρίνας ἀποπέμπω.
ὣς φάθ’, δ’ἐνδυκέως κρέα τ’ἤσθιε πῖνέ τε οἶνον
ἁρπαλέως ἀκέων, κακ δὲ μνηστῆρσι φύτευεν.
αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
καί οἱ πλησάμενος δῶκε σκύφος, περ ἔπινεν,
οἴνου ἐνίπλειον· δ’ἐδέξατο, χαῖρε δὲ θυμῷ,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν οῖσιν,
ὧδε μάλ’ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;
φῇς δ’αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.
εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον όντα.
Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
εἴ κέ μιν ἀγγείλαιμι ἰδών· ἐπ πολλ δ’ἀλήθην.
τὸν δ’ἠμείβετ’ ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν·
γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν
ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν,
ἀλλ’ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται
ψεύδοντ’, οὐδ’ ἐθέλουσιν ἀληθέα μυθήσασθαι.
ὃς δέ κ’ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται,
ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει·
δ’εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ,
καί οἱ ὀδυρομέν βλεφάρων ἄπο δάκρυα πίπτει,
θέμις ἐστ γυναικός, ἐπὴν πόσις ἄλλοθ’ ὄληται.
αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο.
εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.
τοῦ δ’ἤδη μέλλουσι κύνες ταχέες τ’οἰωνοὶ
ῥινὸν ἀπ’ ὀστεόφιν ἐρύσαι, ψυχ δὲ λέλοιπεν·
τόν γ’ἐν πόντ φάγον ἰχθύες, ὀστέα δ’αὐτοῦ
κεῖται ἐπ’ ἠπείρου ψαμάθ εἰλυμένα πολλῇ.
ὣς μὲν ἔνθ’ ἀπόλωλε, φίλοισι δὲ κήδε’ ὀπίσσω
πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται· οὐ γὰρ ἔτ’ ἄλλον
ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσ’ ἐπέλθω,
οὐδ’ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι
οἶκον, ὅθι πρῶτον γενόμην καί μ’ἔτρεφον αὐτοί.
οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἀχνύμενός περ
ὀφθαλμοῖσιν ἰδέσθαι ὼν ἐν πατρίδι γαίῃ·
ἀλλά μ’Ὀδυσσος πόθος αἴνυται οἰχομένοιο.
τὸν μὲν ἐγών, ξεῖνε, καὶ οὐ παρεόντ’ ὀνομάζειν
αἰδέομαι· πέρι γάρ μ’ἐφίλει καὶ κήδετο θυμῷ·
ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν όντα.
τὸν δ’αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
φίλ’, ἐπεὶ δὴ πάμπαν ἀναίνεαι, οὐδ’ ἔτι φῇσθα
κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος·
ἀλλ’ ἐγ οὐκ αὔτως μυθήσομαι, ἀλλ σὺν ὅρκῳ,
ὡς νεῖται Ὀδυσεύς· εὐαγγέλιον δέ μοι ἔστω
αὐτίκ’, ἐπεί κεν κεῖνος ὼν τὰ δώμαθ’ ἵκηται·
ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά·
πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην.
ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς ΐδαο πύλῃσι
γίνεται, ὃς πενί εἴκων ἀπατήλια βάζει.
ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα,
ἱστίη τ’Ὀδυσος ἀμύμονος, ἣν ἀφικάνω·
μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
τοῦδ’ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδ’ Ὀδυσσεύς.
τοῦ μὲν φθίνοντος μηνός, τοῦ δ’ἱσταμένοιο,
οἴκαδε νοστήσας, καὶ τίσεται ὅς τις ἐκείνου
ἐνθάδ’ ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν.
τὸν δ’ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
γέρον, οὔτ’ ἄρ’ ἐγὼν εὐαγγέλιον τόδε τίσω,
οὔτ’ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται· ἀλλ ἕκηλος
πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων
μίμνησκ’· γὰρ θυμὸν ἐν στήθεσσιν ἐμοῖσιν
ἄχνυμαι, ὁππότε τις μνήσ κεδνοῖο ἄνακτος.
ἀλλ’ ἤτοι ὅρκον μὲν άσομεν, αὐτὰρ Ὀδυσσεὺς
ἔλθοι ὅπως μιν ἔγωγ’ ἐθέλω καὶ Πηνελόπεια
Λαέρτης θ’ὁ γέρων καὶ Τηλέμαχος θεοειδής.
νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκ’ Ὀδυσσεύς,
Τηλεμάχου· τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον,
καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χερείω
πατρὸς οῖο φίλοιο, δέμας καὶ εἶδος ἀγητόν,
τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ΐσας
έ τις ἀνθρώπων· δ’ἔβη μετ πατρὸς ἀκουὴν
ἐς Πύλον ἠγαθέην· τὸν δὲ μνηστῆρες ἀγαυοὶ
οἴκαδ’ όντα λοχῶσιν, ὅπως ἀπ φῦλον ὄληται
νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο.
ἀλλ’ ἤτοι κεῖνον μὲν άσομεν, κεν ἁλώ
κε φύγ καί κέν οἱ ὑπέρσχ χεῖρα Κρονίων.
ἀλλ’ ἄγε μοι σύ, γεραιέ, τὰ σ’αὐτοῦ κήδε’ ἐνίσπες
καί μοι τοῦτ’ ἀγόρευσον ἐτήτυμον, ὄφρ’ εἰδῶ·
τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδ τοκες;
ὁπποίης δ’ἐπ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται
ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
οὐ μὲν γάρ τί σε πεζὸν ΐομαι ἐνθάδ’ ἱκέσθαι.
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
τοιγὰρ ἐγώ τοι ταῦτα μάλ’ ἀτρεκέως ἀγορεύσω.
εἴη μὲν νῦν νῶϊν ἐπ χρόνον ἠμὲν ἐδωδ
ἠδ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν οῦσι,
δαίνυσθαι ἀκέοντ’, ἄλλοι δ’ἐπ ἔργον ἕποιεν·
ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα
οὔ τι διαπρήξαιμι λέγων ἐμ κήδεα θυμοῦ,
ὅσσα γε δὴ ξύμπαντα θεῶν ότητι μόγησα.
ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων,
ἀνέρος ἀφνειοῖο πάϊς· πολλοὶ δὲ καὶ ἄλλοι
υἷες ἐν μεγάρ ἠμὲν τράφεν ἠδ’ ἐγένοντο
γνήσιοι ἐξ ἀλόχου· ἐμ δ’ὠνητ τέκε μήτηρ
παλλακίς, ἀλλά με ἶσον ἰθαγενέεσσιν ἐτίμα
Κάστωρ Ὑλακίδης, τοῦ ἐγ γένος εὔχομαι εἶναι
ὃς τότ’ ἐν Κρήτεσσι θεὸς ὣς τίετο δήμ
ὄλβ τε πλούτ τε καὶ υἱάσι κυδαλίμοισιν.
ἀλλ’ ἤτοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι
εἰς ΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδάσαντο
παῖδες ὑπέρθυμοι καὶ ἐπ κλήρους ἐβάλοντο,
αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκί’ ἔνειμαν.
ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων
εἵνεκ’ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος α
οὐδ φυγοπτόλεμος· νῦν δ’ἤδη πάντα λέλοιπεν
ἀλλ’ ἔμπης καλάμην γέ σ’ὀΐομαι εἰσορόωντα
γινώσκειν· γάρ με δύη ἔχει ἤλιθα πολλή.
μὲν δὴ θάρσος μοι Ἄρης τ’ἔδοσαν καὶ Ἀθήνη
καὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδε
ἄνδρας ἀριστας, κακ δυσμενέεσσι φυτεύων,
οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,
ἀλλ πολ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον
ἀνδρῶν δυσμενέων ὅτε μοι εἴξειε πόδεσσι.
τοῖος α ἐν πολέμῳ· ἔργον δέ μοι οὐ φίλον ἔσκεν
οὐδ’ οἰκωφελίη, τε τρέφει ἀγλα τέκνα,
ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν
καὶ πόλεμοι καὶ ἄκοντες ΰξεστοι καὶ ϊστοί,
λυγρά, τά τ’ἄλλοισίν γε καταριγηλ πέλονται.
αὐτὰρ ἐμοὶ τὰ φίλ’ ἔσκε τά που θεὸς ἐν φρεσ θῆκεν·
ἄλλος γάρ τ’ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.
πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν
εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν
ἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά.
τῶν ἐξαιρεύμην μενοεικέα, πολλ δ’ὀπίσσω
λάγχανον· αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειτα
δεινός τ’αἰδοῖός τε μετ Κρήτεσσι τετύγμην.
ἀλλ’ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
ἐφράσαθ’, πολλῶν ἀνδρῶν ὑπ γούνατ’ ἔλυσε,
δὴ τότε μ’ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενα
νήεσσ’ ἡγήσασθαι ἐς Ἴλιον· οὐδέ τι μῆχος
εν ἀνήνασθαι, χαλεπ δ’ἔχε δήμου φῆμις.
ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν,
τῷ δεκάτ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν
οἴκαδε σὺν νήεσσι, θεὸς δ’ἐκέδασσεν Ἀχαιούς.
αὐτὰρ ἐμοὶ δειλ κακ μήδετο μητίετα Ζεύς·
μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσι
κουριδί τ’ἀλόχ καὶ κτήμασιν· αὐτὰρ ἔπειτα
Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,
νῆας στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.
ἐννέα νῆας στεῖλα, θοῶς δ’ἐσαγείρατο λαός.
ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
δαίνυντ’· αὐτὰρ ἐγὼν ερήϊα πολλ παρεῖχον
θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.
ἑβδομάτ δ’ἀναβάντες ἀπ Κρήτης εὐρείης
ἐπλέομεν Βορέ ἀνέμ ἀκραέϊ καλ
ῥηϊδίως, ὡς εἴ τε κατ ῥόον· οὐδέ τις οὖν μοι
νηῶν πημάνθη, ἀλλ’ ἀσκηθέες καὶ ἄνουσοι
ἥμεθα, τὰς δ’ἄνεμός τε κυβερνῆταί τ’ἴθυνον.
πεμπταῖοι δ’Αἴγυπτον ϋρρείτην ἱκόμεσθα,
στῆσα δ’ἐν Αἰγύπτ ποταμ νέας ἀμφιελίσσας.
ἔνθ’ ἤτοι μὲν ἐγ κελόμην ἐρίηρας ἑταίρους
αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,
ὀπτῆρας δὲ κατ σκοπιὰς ὤτρυνα νέεσθαι·
οἱ δ’ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,
αἶψα μάλ’ Αἰγυπτιων ἀνδρῶν περικαλλέας ἀγροὺς
πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,
αὐτούς τ’ἔκτεινον· τάχα δ’ἐς πόλιν ἵκετ’ ϋτή.
οἱ δὲ βοῆς ΐοντες ἅμ’ οῖ φαινομένηφι
ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος
φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη
μεῖναι ἐναντίβιον· περ γὰρ κακ πάντοθεν ἔστη.
ἔνθ’ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,
τοὺς δ’ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.
αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐν φρεσὶν ὧδε νόημα
ποίησ’ ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
αὐτοῦ ἐν Αἰγύπτῳ· ἔτι γάρ νύ με πῆμ’ ὑπέδεκτο
αὐτίκ’ ἀπ κρατὸς κυνέην εὔτυκτον ἔθηκα
καὶ σάκος ὤμοιϊν, δόρυ δ’ἔκβαλον ἔκτοσε χειρός·
αὐτὰρ ἐγ βασιλος ἐναντίον ἤλυθον ἵππων
καὶ κύσα γούναθ’ ἑλών· δ’ἐρύσατο καί μ’ἐλέησεν,
ἐς δίφρον δέ μ’ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.
μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν,
έμενοι κτεῖναι δὴ γὰρ κεχολώατο λίην
ἀλλ’ ἀπ κεῖνος ἔρυκε, Διὸς δ’ὠπίζετο μῆνιν
ξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακ ἔργα.
ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλ δ’ἄγειρα
χρήματ’ ἀν’ Αἰγυπτιους ἄνδρας· δίδοσαν γὰρ ἅπαντες.
ἀλλ’ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθε,
δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς,
τρώκτης, ὃς δὴ πολλ κάκ’ ἀνθρώποισιν ώργει·
ὅς μ’ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρ’ ἱκόμεσθα
Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματ’ ἔκειτο.
ἔνθα παρ’ αὐτ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.
ἀλλ’ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
ἐς Λιβύην μ’ἐπ νηὸς έσσατο ποντοπόροιο
ψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι,
κεῖθι δέ μ’ὡς περάσῃσι καὶ ἄσπετον ὦνον ἕλοιτο.
τῷ ἑπόμην ἐπ νηός, ϊόμενός περ, ἀνάγκῃ.
δ’ἔθεεν Βορέ ἀνέμ ἀκραέϊ καλῷ,
μέσσον ὑπὲρ Κρήτης· Ζεὺς δέ σφισι μήδετ’ ὄλεθρον.
ἀλλ’ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλλη
φαίνετο γαιάων, ἀλλ’ οὐρανὸς ἠδ θάλασσα,
δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων
νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπ’ αὐτῆς.
Ζεὺς δ’ἄμυδις βρόντησε καὶ ἔμβαλε νη κεραυνόν·
δ’ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,
ἐν δὲ θεείου πλῆτο· πέσον δ’ἐκ νηὸς ἅπαντες.
οἱ δὲ κορώνῃσιν ἴκελοι περ νῆα μέλαιναν
κύμασιν ἐμφορέοντο· θεὸς δ’ἀποαίνυτο νόστον.
αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ,
ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρώροιο
ἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι.
τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν.
ἐννῆμαρ φερόμην, δεκάτ δέ με νυκτ μελαίν
γαί Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.
ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων
ἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν
αἴθρ καὶ καμάτ δεδμημένον ἦγεν ἐς οἶκον,
χειρὸς ἀναστήσας, ὄφρ’ ἵκετο δώματα πατρός·
ἀμφ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.
ἔνθ’ Ὀδυσος ἐγ πυθόμην· κεῖνος γὰρ ἔφασκε
ξεινίσαι ἠδ φιλῆσαι όντ’ ἐς πατρίδα γαῖαν,
καί μοι κτήματ’ ἔδειξεν ὅσα ξυναγείρατ’ Ὀδυσσεύς,
χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.
καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γ’ἔτι βόσκοι·
ὅσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
τὸν δ’ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο
ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσῃ,
ὅππως νοστήσ Ἰθάκης ἐς πίονα δῆμον
ἤδη δὴν ἀπεών, ἀμφαδὸν ε κρυφηδόν.
ὤμοσε δὲ πρὸς ἔμ’ αὐτόν, ἀποσπένδων ἐν οἴκῳ,
νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
ἀλλ’ ἐμ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς
ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
ἔνθ’ γέ μ’ἠνώγει πέμψαι βασιλϊ Ἀκάστ
ἐνδυκέως· τοῖσιν δὲ κακ φρεσὶν ἥνδανε βουλ
ἀμφ’ ἐμοί, ὄφρ’ ἔτι πάγχυ δύης ἐπ πῆμα γενοίμην.
ἀλλ’ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς,
αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.
ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματ’ ἔδυσαν,
ἀμφ δέ με ῥάκος ἄλλο κακὸν βάλον ἠδ χιτῶνα,
ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι·
ἑσπέριοι δ’Ἰθάκης εὐδειέλου ἔργ’ ἀφίκοντο.
ἔνθ’ ἐμ μὲν κατέδησαν ϋσσέλμ ἐν νη
ὅπλ ϋστρεφέϊ στερεῶς, αὐτοὶ δ’ἀποβάντες
ἐσσυμένως παρ θῖνα θαλάσσης δόρπον ἕλοντο.
αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ
ῥηϊδίως· κεφαλ δὲ κατ ῥάκος ἀμφικαλύψας,
ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσ
στῆθος, ἔπειτα δὲ χερσ διήρεσα ἀμφοτέρῃσι
νηχόμενος, μάλα δ’ὦκα θύρηθ’ α ἀμφὶς ἐκείνων.
ἔνθ’ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης,
κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες
φοίτων· ἀλλ’ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι
μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον
νηὸς ἔπι γλαφυρῆς· ἐμ δ’ἔκρυψαν θεοὶ αὐτοὶ
ῥηϊδίως, καί με σταθμ ἐπέλασσαν ἄγοντες
ἀνδρὸς ἐπισταμένου· ἔτι γάρ νύ μοι αἶσα βιῶναι.
τὸν δ’ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
δειλ ξείνων, μοι μάλα θυμὸν ὄρινας
ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδ’ ὅσ’ ἀλήθης.
ἀλλ τά γ’οὐ κατ κόσμον ΐομαι, οὐδέ με πείσεις
εἰπὼν ἀμφ’ Ὀδυσϊ· τί σε χρὴ τοῖον όντα
μαψιδίως ψεύδεσθαι; ἐγ δ’εὖ οἶδα καὶ αὐτὸς
νόστον ἐμοῖο ἄνακτος, ὅτ’ ἤχθετο πᾶσι θεοῖσι
πάγχυ μάλ’, ὅττι μιν οὔ τι μετ Τρώεσσι δάμασσαν
φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.
τῶ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
ἠδέ κε καὶ παιδ μέγα κλέος ἤρατ’ ὀπίσσω
νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.
αὐτὰρ ἐγ παρ’ εσσιν ἀπότροπος· οὐδ πόλινδε
ἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπεια
ἐλθέμεν ὀτρύνῃσιν, ὅτ’ ἀγγελίη ποθὲν ἔλθοι.
ἀλλ’ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,
ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,
ἠδ’ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες·
ἀλλ’ ἐμοὶ οὐ φίλον ἐστ μεταλλῆσαι καὶ ἐρέσθαι,
ἐξ οὗ δή μ’Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,
ὅς ῥ’ἄνδρα κτείνας, πολλὴν ἐπ γαῖαν ἀληθείς,
ἦλθεν ἐμ πρὸς δώματ’· ἐγ δέ μιν ἀμφαγάπαζον.
φῆ δέ μιν ἐν Κρήτεσσι παρ’ Ἰδομενϊ ἰδέσθαι
νῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ελλαι·
καὶ φάτ’ ἐλεύσεσθαι ἐς θέρος ἐς ὀπώρην,
πολλ χρήματ’ ἄγοντα, σὺν ἀντιθέοις ἑτάροισι.
καὶ σύ, γέρον πολυπενθές, ἐπεί σέ μοι ἤγαγε δαίμων,
μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε·
οὐ γὰρ τοὔνεκ’ ἐγώ σ’αἰδέσσομαι οὐδ φιλήσω,
ἀλλ Δία ξένιον δείσας αὐτόν τ’ἐλεαίρων.
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
μάλα τίς τοι θυμὸς ἐν στήθεσσιν ἄπιστος,
οἷόν σ’οὐδ’ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω.
ἀλλ’ ἄγε νῦν ῥήτρην ποιησόμεθ’· αὐτὰρ ὄπισθε
μάρτυροι ἀμφοτέροισι θεοί, τοὶ Ὄλυμπον ἔχουσιν.
εἰ μέν κεν νοστήσ ἄναξ τεὸς ἐς τόδε δῶμα,
ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι
Δουλίχιόνδ’ έναι, ὅθι μοι φίλον ἔπλετο θυμῷ·
εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω,
δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατ πέτρης,
ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.
τὸν δ’ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός·
ξεῖν’, οὕτω γάρ κέν μοι ϋκλείη τ’ἀρετή τε
εἴη ἐπ’ ἀνθρώπους ἅμα τ’αὐτίκα καὶ μετέπειτα,
ὅς σ’ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα,
αὖτις δὲ κτείναιμι φίλον τ’ἀπ θυμὸν ἑλοίμην·
πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.
νῦν δ’ὥρη δόρποιο· τάχιστά μοι ἔνδον ἑταῖροι
εἶεν, ἵν’ ἐν κλισί λαρὸν τετυκοίμεθα δόρπον.
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί.
τὰς μὲν ἄρα ἔρξαν κατ ἤθεα κοιμηθῆναι,
κλαγγ δ’ἄσπετος ὦρτο συῶν αὐλιζομενάων
αὐτὰρ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός·
ἄξεθ’ ῶν τὸν ἄριστον, ἵνα ξείν ερεύσω
τηλεδαπῷ· πρὸς δ’αὐτοὶ ὀνησόμεθ’, οἵ περ ϊζὺν
δὴν ἔχομεν πάσχοντες ῶν ἕνεκ’ ἀργιοδόντων·
ἄλλοι δ’ἡμέτερον κάματον νήποινον ἔδουσιν.
ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ,
οἱ δ’ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.
τὸν μὲν ἔπειτ’ ἔστησαν ἐπ’ ἐσχάρῃ· οὐδ συβώτης
λήθετ’ ἄρ’ ἀθανάτων· φρεσ γὰρ κέχρητ’ ἀγαθῇσιν·
ἀλλ’ γ’ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρ βάλλεν
ἀργιόδοντος ός, καὶ ἐπεύχετο πᾶσι θεοῖσι
νοστῆσαι Ὀδυσα πολύφρονα ὅνδε δόμονδε.
κόψε δ’ἀνασχόμενος σχίζ δρυός, ἣν λίπε κείων·
τὸν δ’ἔλιπε ψυχή. τοὶ δ’ἔσφαξάν τε καὶ εὗσαν·
αἶψα δέ μιν διέχευαν· δ’ὠμοθετεῖτο συβώτης,
πάντοθεν ἀρχόμενος μελέων, ἐς πίονα δημόν,
καὶ τὰ μὲν ἐν πυρ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ,
μίστυλλόν τ’ἄρα τ’ἄλλα καὶ ἀμφ’ ὀβελοῖσιν ἔπειραν,
ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,
βάλλον δ’εἰν ἐλεοῖσιν ολλέα· ἂν δὲ συβώτης
ἵστατο δαιτρεύσων· περ γὰρ φρεσὶν αἴσιμα ᾔδη.
καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων·
τὴν μὲν αν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ,
θῆκεν ἐπευξάμενος, τὰς δ’ἄλλας νεῖμεν ἑκάστῳ·
νώτοισιν δ’Ὀδυσα διηνεκέεσσι γέραιρεν
ἀργιόδοντος ός, κύδαινε δὲ θυμὸν ἄνακτος·
καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς·
αἴθ’ οὕτως, Εὔμαιε, φίλος Δι πατρ γένοιο
ὡς ἐμοί, ὅττι με τοῖον όντ’ ἀγαθοῖσι γεραίρεις.
τὸν δ’ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε,
οἷα πάρεστι· θεὸς δὲ τὸ μὲν δώσει, τὸ δ’ἐάσει,
ὅττι κεν θυμ ἐθέλῃ· δύναται γὰρ ἅπαντα.
ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι,
σπείσας δ’αἴθοπα οἶνον Ὀδυσσϊ πτολιπόρθ
ἐν χείρεσσιν ἔθηκεν· δ’ἕζετο παρ μοίρῃ.
σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης
αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος,
νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος·
πὰρ δ’ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν οῖσιν.
οἱ δ’ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας αλλον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δ’ἐπ κοῖτον
σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο.
νὺξ δ’ἄρ’ ἐπῆλθε κακ σκοτομήνιος, ε δ’ἄρα Ζεὺς
πάννυχος, αὐτὰρ η Ζέφυρος μέγας αἰὲν ἔφυδρος.
τοῖς δ’Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι, τιν’ ἑταίρων
ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην·
κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι,
εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει
ἠλεός, ὅς τ’ἐφέηκε πολύφρονά περ μάλ’ εῖσαι
καί θ’ἁπαλὸν γελάσαι, καί τ’ὀρχήσασθαι ἀνῆκε,
καί τι ἔπος προέηκεν περ τ’ἄρρητον ἄμεινον.
ἀλλ’ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.
εἴθ’ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,
ὡς ὅθ’ ὑπ Τροίην λόχον ἤγομεν ἀρτύναντες.
ἡγείσθην δ’Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος,
τοῖσι δ’ἅμα τρίτος ἤρχον ἐγών· αὐτοὶ γὰρ ἄνωγον.
ἀλλ’ ὅτε δή ῥ’ἱκόμεσθα ποτ πτόλιν αἰπύ τε τεῖχος,
ἡμεῖς μὲν περ ἄστυ κατ ῥωπήϊα πυκνά,
ἂν δόνακας καὶ ἕλος, ὑπ τεύχεσι πεπτηῶτες
κείμεθα. νὺξ δ’ἄρ’ ἐπῆλθε κακ Βορέαο πεσόντος,
πηγυλίς· αὐτὰρ ὕπερθε χιὼν γένετ’ ΰτε πάχνη,
ψυχρή, καὶ σακέεσσι περιτρέφετο κρύσταλλος.
ἔνθ’ ἄλλοι πάντες χλαίνας ἔχον ἠδ χιτῶνας,
εὗδον δ’εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμους·
αὐτὰρ ἐγ χλαῖναν μὲν ὼν ἑτάροισιν ἔλειπον
ἀφραδέως, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης,
ἀλλ’ ἑπόμην σάκος οἶον ἔχων καὶ ζῶμα φαεινόν.
ἀλλ’ ὅτε δὴ τρίχα νυκτὸς ην, μετ δ’ἄστρα βεβήκει,
καὶ τότ’ ἐγὼν Ὀδυσα προσηύδων ἐγγὺς όντα
ἀγκῶνι νύξας· δ’ἄρ’ ἐμμαπέως ὑπάκουσε·
διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ,
οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμα
δάμναται· οὐ γὰρ ἔχω χλαῖναν· παρά μ’ἤπαφε δαίμων
οἰοχίτων’ ἔμεναι· νῦν δ’οὐκέτι φυκτ πέλονται.
ὣς ἐφάμην, δ’ἔπειτα νόον σχέθε τόνδ’ ἐν θυμῷ,
οἷος ἐκεῖνος ην βουλευέμεν ἠδ μάχεσθαι·
φθεγξάμενος δ’ὀλίγ ὀπί με πρὸς μῦθον ειπε·
σίγα νῦν, μή τίς σευ Ἀχαιῶν ἄλλος ἀκούσῃ.
καὶ ἐπ’ ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον·
κλῦτε, φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος.
λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν· ἀλλά τις εἴη
εἰπεῖν Ἀτρεΐδ Ἀγαμέμνονι, ποιμένι λαῶν,
εἰ πλέονας παρ ναῦφιν ἐποτρύνειε νέεσθαι.
ὣς ἔφατ’, ὦρτο δ’ἔπειτα Θόας, Ἀνδραίμονος υἱός,
καρπαλίμως, ἀπ δὲ χλαῖναν θέτο φοινικόεσσαν,
βῆ δὲ θέειν ἐπ νῆας· ἐγ δ’ἐν εἵματι κείνου
κείμην ἀσπασίως, φάε δὲ χρυσόθρονος ώς.
ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη·
δοίη κέν τις χλαῖναν ἐν σταθμοῖσι συφορβῶν,
ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ος·
νῦν δέ μ’ἀτιμάζουσι κακ χρο εἵματ’ ἔχοντα.
τὸν δ’ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας,
οὐδέ τί πω παρ μοῖραν ἔπος νηκερδὲς ειπες·
τῶ οὔτ’ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
ὧν ἐπέοιχ’ ἱκέτην ταλαπείριον ἀντιάσαντα,
νῦν· ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις.
οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες
ἐνθάδε ἕννυσθαι, μία δ’οἴη φωτ ἑκάστῳ.
αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσος φίλος υἱός,
αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει,
πέμψει δ’ὅππ σε κραδίη θυμός τε κελεύει.
ὣς εἰπὼν ἀνόρουσε, τίθει δ’ἄρα οἱ πυρὸς ἐγγὺς
εὐνήν, ἐν δ’ὀΐων τε καὶ αἰγῶν δέρματ’ ἔβαλλεν.
ἔνθ’ Ὀδυσεὺς κατέλεκτ’· ἐπ δὲ χλαῖναν βάλεν αὐτ
πυκνὴν καὶ μεγάλην, οἱ παρεκέσκετ’ ἀμοιβάς,
ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο.
ὣς μὲν ἔνθ’ Ὀδυσεὺς κοιμήσατο, τοὶ δὲ παρ’ αὐτὸν
ἄνδρες κοιμήσαντο νεηνίαι· οὐδ συβώτ
ἥνδανεν αὐτόθι κοῖτος, ῶν ἄπο κοιμηθῆναι,
ἀλλ’ γ’ἄρ’ ἔξω ὼν ὡπλίζετο· χαῖρε δ’Ὀδυσσεύς,
ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν όντος.
πρῶτον μὲν ξίφος ὀξ περ στιβαροῖς βάλετ’ ὤμοις,
ἀμφ δὲ χλαῖναν έσσατ’ ἀλεξάνεμον, μάλα πυκνήν,
ἂν δὲ νάκην ἕλετ’ αἰγὸς ϋτρεφέος μεγάλοιο,
εἵλετο δ’ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν.
βῆ δ’ἴμεναι κείων ὅθι περ σύες ἀργιόδοντες
πέτρ ὕπο γλαφυρ εὗδον, Βορέω ὑπ’ ωγῇ.