Audio and text annotations licensed as CC-BY, © 2016 David Chamberlain. Click a line, and/or use up/down arrows. The audio works best in Chrome or Firefox.

Index

αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο
νηῦς, ἀπ δ’ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο
νῆσόν τ’Αἰαίην, ὅθι τ’Ἠοῦς ἠριγενείης
οἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ ελίοιο,
νῆα μὲν ἔνθ’ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,
ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπ ῥηγμῖνι θαλάσσης·
ἔνθα δ’ἀποβρίξαντες ἐμείναμεν δῖαν.
ἦμος δ’ἠριγένεια φάνη ῥοδοδάκτυλος ώς,
δὴ τότ’ ἐγὼν ἑτάρους προΐειν ἐς δώματα Κίρκης
οἰσέμεναι νεκρόν, Ἐλπήνορα τεθνηῶτα.
φιτροὺς δ’αἶψα ταμόντες, ὅθ’ ἀκροτάτη πρόεχ’ ἀκτή,
θάπτομεν ἀχνύμενοι θαλερὸν κατ δάκρυ χέοντες.
αὐτὰρ ἐπεὶ νεκρός τ’ἐκάη καὶ τεύχεα νεκροῦ,
τύμβον χεύαντες καὶ ἐπ στήλην ἐρύσαντες
πήξαμεν ἀκροτάτ τύμβ εὐῆρες ἐρετμόν.
ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν· οὐδ’ ἄρα Κίρκην
ἐξ ΐδεω ἐλθόντες ἐλήθομεν, ἀλλ μάλ’ ὦκα
ἦλθ’ ἐντυναμένη· ἅμα δ’ἀμφίπολοι φέρον αὐτ
σῖτον καὶ κρέα πολλ καὶ αἴθοπα οἶνον ἐρυθρόν.
δ’ἐν μέσσ στᾶσα μετηύδα δῖα θεάων·
σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμ’ ΐδαο,
δισθανέες, ὅτε τ’ἄλλοι ἅπαξ θνήσκουσ’ ἄνθρωποι.
ἀλλ’ ἄγετ’ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον
αὖθι πανημέριοι· ἅμα δ’ἠοῖ φαινομένηφι
πλεύσεσθ’· αὐτὰρ ἐγ δείξω ὁδὸν ἠδ ἕκαστα
σημανέω, ἵνα μή τι κακορραφί ἀλεγειν
ἁλὸς ἐπ γῆς ἀλγήσετε πῆμα παθόντες.
ὣς ἔφαθ’, ἡμῖν δ’αὖτ’  ἐπεπείθετο θυμὸς ἀγήνωρ.
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς έλιον καταδύντα
ἥμεθα δαινύμενοι κρέα τ’ἄσπετα καὶ μέθυ ἡδύ·
ἦμος δ’ἠέλιος κατέδυ καὶ ἐπ κνέφας ἦλθεν,
οἱ μὲν κοιμήσαντο παρ πρυμνήσια νηός,
δέ με χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρων
εἷσέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα·
αὐτὰρ ἐγ τῇ πάντα κατ μοῖραν κατέλεξα.
καὶ τότε δή μ’ἐπέεσσι προσηύδα πότνια Κίρκη·
ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δ’ἄκουσον,
ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός.
Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάντας
ἀνθρώπους θέλγουσιν, ὅτις σφεας εἰσαφίκηται.
ὅς τις ϊδρεί πελάσ καὶ φθόγγον ἀκούσ
Σειρήνων, τῷ δ’οὔ τι γυν καὶ νήπια τέκνα
οἴκαδε νοστήσαντι παρίσταται οὐδ γάνυνται,
ἀλλά τε Σειρῆνες λιγυρ θέλγουσιν οιδ
ἥμεναι ἐν λειμῶνι, πολὺς δ’ἀμφ’ ὀστεόφιν θὶς
ἀνδρῶν πυθομένων, περ δὲ ῥινοὶ μινύθουσιν.
ἀλλ παρὲξ ἐλάαν, ἐπ δ’οὔατ’ ἀλεῖψαι ἑταίρων
κηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσ
τῶν ἄλλων· ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κ’ἐθέλῃσθα,
δησάντων σ’ἐν νη θο χεῖράς τε πόδας τε
ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ’αὐτοῦ πείρατ’ ἀνήφθω,
ὄφρα κε τερπόμενος ὄπ’ ἀκούσῃς Σειρήνοιϊν.
εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς,
οἱ δέ σ’ἐν πλεόνεσσι τότε δεσμοῖσι δεόντων.
αὐτὰρ ἐπὴν δὴ τάς γε παρὲξ ἐλάσωσιν ἑταῖροι,
ἔνθα τοι οὐκέτ’ ἔπειτα διηνεκέως ἀγορεύσω,
ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται, ἀλλ καὶ αὐτὸς
θυμ βουλεύειν· ἐρέω δέ τοι ἀμφοτέρωθεν.
ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, ποτ δ’αὐτὰς
κῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης·
Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι.
τῇ μέν τ’οὐδ ποτητ παρέρχεται οὐδ πέλειαι
τρήρωνες, ταί τ’ἀμβροσίην Δι πατρ φέρουσιν,
ἀλλά τε καὶ τῶν αἰεὶ ἀφαιρεῖται λὶς πέτρη·
ἀλλ’ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι.
τῇ δ’οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν, τις ἵκηται,
ἀλλά θ’ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν
κύμαθ’ ἁλὸς φορέουσι πυρός τ’ὀλοοῖο θύελλαι.
οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς,
Ἀργ πᾶσι μέλουσα, παρ’ Αἰήταο πλέουσα.
καὶ νύ κε τὴν ἔνθ’ ὦκα βάλεν μεγάλας ποτ πέτρας,
ἀλλ’ Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος εν ήσων.
οἱ δὲ δύω σκόπελοι μὲν οὐρανὸν εὐρὺν ἱκάνει
ὀξεί κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκε
κυανέη· τὸ μὲν οὔ ποτ’ ἐρωεῖ, οὐδέ ποτ’ αἴθρη
κείνου ἔχει κορυφὴν οὔτ’ ἐν θέρει οὔτ’ ἐν ὀπώρῃ.
οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐ καταβαίη,
οὐδ’ εἴ οἱ χεῖρές τε είκοσι καὶ πόδες εἶεν·
πέτρη γὰρ λίς ἐστι, περιξεστ ϊκυῖα.
μέσσ δ’ἐν σκοπέλ ἔστι σπέος εροειδές,
πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, περ ἂν ὑμεῖς
νῆα παρ γλαφυρὴν ἰθύνετε, φαίδιμ’ Ὀδυσσεῦ.
οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήϊος ἀνὴρ
τόξ ϊστεύσας κοῖλον σπέος εἰσαφίκοιτο.
ἔνθα δ’ἐν Σκύλλη ναίει δεινὸν λελακυῖα.
τῆς ἤτοι φων μὲν ὅση σκύλακος νεογιλλῆς
γίνεται, αὐτ δ’αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μιν
γηθήσειεν ἰδών, οὐδ’ εἰ θεὸς ἀντιάσειε.
τῆς ἤτοι πόδες εἰσ δυώδεκα πάντες ωροι,
ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστ
σμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες
πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο.
μέσση μέν τε κατ σπείους κοίλοιο δέδυκεν,
ἔξω δ’ἓξ ἴσχει κεφαλὰς δεινοῖο βερέθρου,
αὐτοῦ δ’ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα,
δελφῖνάς τε κύνας τε, καὶ εἴ ποθι μεῖζον ἕλῃσι
κῆτος, μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη.
τῇ δ’οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται
παρφυγέειν σὺν νηΐ· φέρει δέ τε κρατ ἑκάστ
φῶτ’ ἐξαρπάξασα νεὸς κυανοπρώροιο.
τὸν δ’ἕτερον σκόπελον χθαμαλώτερον ὄψει, Ὀδυσσεῦ.
πλησίον ἀλλήλων· καί κεν διοϊστεύσειας.
τῷ δ’ἐν ἐρινεὸς ἔστι μέγας, φύλλοισι τεθηλώς·
τῷ δ’ὑπ δῖα Χάρυβδις ἀναρρυβδεῖ μέλαν ὕδωρ.
τρὶς μὲν γάρ τ’ἀνίησιν ἐπ’ ἤματι, τρὶς δ’ἀναρυβδεῖ
δεινόν· μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥυβδήσειεν·
οὐ γάρ κεν ῥύσαιτό σ’ ὑπὲκ κακοῦ οὐδ’ ἐνοσίχθων.
ἀλλ μάλα Σκύλλης σκοπέλ πεπλημένος ὦκα
νῆα παρὲξ ἐλάαν, ἐπεὶ πολ φέρτερόν ἐστιν
ἓξ ἑτάρους ἐν νη ποθήμεναι ἅμα πάντας.
ὣς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀτυζόμενος προσέειπον·
εἰ δ’ἄγε δή μοι τοῦτο, θεά, νημερτὲς ἐνίσπες,
εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,
τὴν δέ κ’ἀμυναίμην, ὅτε μοι σίνοιτό γ’ἑταίρους.
ὣς ἐφάμην, δ’αὐτίκ’ ἀμείβετο δῖα θεάων·
σχέτλιε, καὶ δ’αὖ τοι πολεμήϊα ἔργα μέμηλε
καὶ πόνος· οὐδ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;
δέ τοι οὐ θνητή, ἀλλ’ ἀθάνατον κακόν ἐστι,
δεινόν τ’ἀργαλέον τε καὶ ἄγριον οὐδ μαχητόν·
οὐδέ τις ἔστ’ ἀλκή· φυγέειν κάρτιστον ἀπ’ αὐτῆς.
ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρ πέτρῃ,
δείδω, μή σ’ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι
τόσσῃσιν κεφαλῇσι, τόσους δ’ἐκ φῶτας ἕληται.
ἀλλ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιϊν,
μητέρα τῆς Σκύλλης, μιν τέκε πῆμα βροτοῖσιν·
μιν ἔπειτ’ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.
Θρινακίην δ’ἐς νῆσον ἀφίξεαι· ἔνθα δὲ πολλαὶ
βόσκοντ’ ελίοιο βόες καὶ ἴφια μῆλα,
ἑπτ βοῶν ἀγέλαι, τόσα δ’οἰῶν πώεα καλά,
πεντήκοντα δ’ἕκαστα. γόνος δ’οὐ γίνεται αὐτῶν,
οὐδέ ποτε φθινύθουσι. θεαὶ δ’ἐπιποιμένες εἰσί,
νύμφαι ϋπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε,
ἃς τέκεν ελί Ὑπερίονι δῖα Νέαιρα.
τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ
Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν,
μῆλα φυλασσέμεναι πατρώϊα καὶ ἕλικας βοῦς.
τὰς εἰ μέν κ’ἀσινέας άᾳς νόστου τε μέδηαι,
τ’ἂν ἔτ’ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·
εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομ’ ὄλεθρον,
νηΐ τε καὶ ἑτάροις· αὐτὸς δ’εἴ πέρ κεν ἀλύξῃς,
ὀψ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.
ὣς
μὲν ἔπειτ’ ἀν νῆσον ἀπέστιχε δῖα θεάων·
αὐτὰρ ἐγὼν ἐπ νῆα κιὼν ὤτρυνον ἑταίρους
αὐτούς τ’ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·
οἱ δ’αἶψ’ εἴσβαινον καὶ ἐπ κληῗσι καθῖζον.
ἑξῆς δ’ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
ἡμῖν δ’αὖ κατόπισθε νεὸς κυανοπρῴροιο
ἴκμενον οὖρον ει πλησίστιον, ἐσθλὸν ἑταῖρον,
Κίρκη ϋπλόκαμος, δειν θεὸς αὐδήεσσα.
αὐτίκα δ’ὅπλα ἕκαστα πονησάμενοι κατ νῆα
ἥμεθα· τὴν δ’ἄνεμός τε κυβερνήτης τ’ἴθυνε.
δὴ τότ’ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·
φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδ δύ’ οἴους
θέσφαθ’ μοι Κίρκη μυθήσατο, δῖα θεάων·
ἀλλ’ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες κε θάνωμεν
κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.
Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων
φθόγγον ἀλεύασθαι καὶ λειμῶν’ ἀνθεμόεντα.
οἶον ἔμ’ ἠνώγει ὄπ’ ἀκουέμεν· ἀλλά με δεσμ
δήσατ’ ἐν ἀργαλέῳ, ὄφρ’ ἔμπεδον αὐτόθι μίμνω,
ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ’αὐτοῦ πείρατ’ ἀνήφθω.
εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,
ὑμεῖς δ’ἐν πλεόνεσσι τότε δεσμοῖσι πιέζειν.
ἤτοι ἐγ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον·
τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς εὐεργὴς
νῆσον Σειρήνοιϊν· ἔπειγε γὰρ οὖρος ἀπήμων.
αὐτίκ’ ἔπειτ’ ἄνεμος μὲν ἐπαύσατο ἠδ γαλήνη
ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.
ἀνστάντες δ’ἕταροι νεὸς ἱστία μηρύσαντο
καὶ τὰ μὲν ἐν νη γλαφυρ θέσαν, οἱ δ’ἐπ’ ἐρετμ
ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν.
αὐτὰρ ἐγ κηροῖο μέγαν τροχὸν ὀξέϊ χαλκ
τυτθ διατμήξας χερσ στιβαρῇσι πίεζον·
αἶψα δ’ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς
ελίου τ’αὐγ Ὑπεριονίδαο ἄνακτος·
ἑξείης δ’ἑτάροισιν ἐπ’ οὔατα πᾶσιν ἄλειψα.
οἱ δ’ἐν νηΐ μ’ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε
ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ’αὐτοῦ πείρατ’ ἀνῆπτον·
αὐτοὶ δ’ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
ἀλλ’ ὅτε τόσσον ἀπῆμεν ὅσον τε γέγωνε βοήσας,
ῥίμφα διώκοντες, τὰς δ’οὐ λάθεν ὠκύαλος νηῦς
ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δ’ἔντυνον οιδήν·
δεῦρ’ ἄγ’ ών, πολύαιν’ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν,
νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ ἀκούσῃς.
οὐ γάρ πώ τις τῇδε παρήλασε νη μελαίνῃ,
πρίν γ’ἡμέων μελίγηρυν ἀπ στομάτων ὄπ’ ἀκοῦσαι,
ἀλλ’ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.
ἴδμεν γάρ τοι πάνθ’ ὅσ’ ἐν Τροί εὐρεί
Ἀργεῖοι Τρῶές τε θεῶν ότητι μόγησαν,
ἴδμεν δ’,ὅσσα γένηται ἐπ χθον πουλυβοτείρῃ.
ὣς φάσαν εῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ
ἤθελ’ ἀκουέμεναι, λῦσαί τ’ἐκέλευον ἑταίρους
ὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον.
αὐτίκα δ’ἀνστάντες Περιμήδης Εὐρύλοχός τε
πλείοσί μ’ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον.
αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδ’ ἔτ’ ἔπειτα
φθογγήν Σειρήνων ἠκούομεν οὐδέ τ’ἀοιδήν,
αἶψ’ ἀπ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι,
ὅν σφιν ἐπ’ ὠσὶν ἄλειψ’, ἐμέ τ’ἐκ δεσμῶν ἀνέλυσαν.
ἀλλ’ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκ’ ἔπειτα
καπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα.
τῶν δ’ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατ’ ἐρετμά,
βόμβησεν δ’ἄρα πάντα κατ ῥόον· ἔσχετο δ’αὐτοῦ
νηῦς, ἐπεὶ οὐκέτ’ ἐρετμ προήκεα χερσὶν ἔπειγον.
αὐτὰρ ἐγ δι νηὸς ὼν ὤτρυνον ἑταίρους
μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·
φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν·
οὐ μὲν δὴ τόδε μεῖζον ἔπι κακόν, ὅτε Κύκλωψ
εἴλει ἐν σπῆϊ γλαφυρ κρατερῆφι βίηφι·
ἀλλ καὶ ἔνθεν ἐμ ἀρετῇ, βουλ τε νό τε,
ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ΐω.
νῦν δ’ἄγεθ’, ὡς ἂν ἐγ εἴπω, πειθώμεθα πάντες.
ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν
τύπτετε κληΐδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺς
δώ τόνδε γ’ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι·
σοὶ δέ, κυβερνῆθ’, ὧδ’ ἐπιτέλλομαι· ἀλλ’ ἐν θυμ
βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήϊα νωμᾷς.
τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς εργε
νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσι
κεῖσ’ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.
ὣς ἐφάμην, οἱ δ’ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.
Σκύλλην δ’οὐκέτ’ ἐμυθεόμην, ἄπρηκτον ἀνίην,
μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι
εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς.
καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς
λανθανόμην, ἐπεὶ οὔ τί μ’ἀνώγει θωρήσσεσθαι·
αὐτὰρ ἐγ καταδὺς κλυτ τεύχεα καὶ δύο δοῦρε
μάκρ’ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον
πρώρης· ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι
Σκύλλην πετραίην, μοι φέρε πῆμ’ ἑτάροισιν.
οὐδέ πῃ ἀθρῆσαι δυνάμην, ἔκαμον δέ μοι ὄσσε
πάντ παπταίνοντι πρὸς εροειδέα πέτρην.
ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες·
ἔνθεν γὰρ Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις
δεινὸν ἀνερρύβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.
ἤτοι ὅτ’ ἐξεμέσειε, λέβης ὣς ἐν πυρ πολλ
πᾶσ’ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δ’ἄχνη
ἄκροισι σκοπέλοισιν ἐπ’ ἀμφοτέροισιν ἔπιπτεν·
ἀλλ’ ὅτ’ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,
πᾶσ’ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφ δὲ πέτρη
δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε
ψάμμ κυανέη· τοὺς δὲ χλωρὸν δέος ᾕρει.
ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον·
τόφρα δέ μοι Σκύλλη κοίλης ἐκ νηὸς ἑταίρους
ἓξ ἕλεθ’, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν.
σκεψάμενος δ’ἐς νῆα θοὴν ἅμα καὶ μεθ’ ἑταίρους
ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν
ὑψόσ’ ειρομένων· ἐμ δὲ φθέγγοντο καλεῦντες
ἐξονομακλήδην, τότε γ’ὕστατον, ἀχνύμενοι κῆρ.
ὡς δ’ὅτ’ ἐπ προβόλ ἁλιεὺς περιμήκεϊ ῥάβδ
ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατ εἴδατα βάλλων
ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,
ἀσπαίροντα δ’ἔπειτα λαβὼν ἔρριψε θύραζε,
ὣς οἵ γ’ἀσπαίροντες είροντο ποτ πέτρας·
αὐτοῦ δ’εἰν θύρῃσι κατήσθιε κεκληγόντας
χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰν δηϊοτῆτι·
οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι
πάντων, ὅσσ’ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.
αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν
Σκύλλην τ’,αὐτίκ’ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον
ἱκόμεθ’· ἔνθα δ’ἔσαν καλαὶ βόες εὐρυμέτωποι,
πολλ δὲ ἴφια μῆλ’ Ὑπερίονος ελίοιο.
δὴ τότ’ ἐγὼν ἔτι πόντ ἐὼν ἐν νη μελαίν
μυκηθμοῦ τ’ἤκουσα βοῶν αὐλιζομενάων
οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμ
μάντιος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,
Κίρκης τ’Αἰαίης, μοι μάλα πόλλ’ ἐπέτελλε
νῆσον ἀλεύασθαι τερψιμβρότου ελίοιο.
δὴ τότ’ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·
κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι,
ὄφρ’ ὑμῖν εἴπω μαντήϊα Τειρεσίαο
Κίρκης τ’Αἰαίης, μοι μάλα πόλλ’ ἐπέτελλε
νῆσον ἀλεύασθαι τερψιμβρότου ελίοιο·
ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν.
ἀλλ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.
ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ.
αὐτίκα δ’Εὐρύλοχος στυγερ μ’ἠμείβετο μύθῳ·
σχέτλιός εἰς, Ὀδυσεῦ· περί τοι μένος, οὐδέ τι γυῖα
κάμνεις· ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,
ὅς ῥ’ἑτάρους καμάτ ἁδηκότας ἠδ καὶ ὕπν
οὐκ άᾳς γαίης ἐπιβήμεναι, ἔνθα κεν αὖτε
νήσ ἐν ἀμφιρύτ λαρὸν τετυκοίμεθα δόρπον,
ἀλλ’ αὔτως δι νύκτα θοὴν ἀλάλησθαι ἄνωγας
νήσου ἀποπλαγχθέντας ἐν εροειδέϊ πόντῳ.
ἐκ νυκτῶν δ’ἄνεμοι χαλεποί, δηλήματα νηῶν,
γίνονται· πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,
ἤν πως ἐξαπίνης ἔλθ ἀνέμοιο θύελλα,
Νότου Ζεφύροιο δυσαέος, οἵ τε μάλιστα
νῆα διαρραίσουσι θεῶν έκητι ἀνάκτων.
ἀλλ’ ἤτοι νῦν μὲν πειθώμεθα νυκτ μελαίν
δόρπον θ’ὁπλισόμεσθα θο παρ νη μένοντες,
ἠῶθεν δ’ἀναβάντες ἐνήσομεν εὐρέϊ πόντῳ.
ὣς ἔφατ’ Εὐρύλοχος, ἐπ δ’ᾔνεον ἄλλοι ἑταῖροι.
καὶ τότε δὴ γίνωσκον δὴ κακ μήδετο δαίμων,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
Εὐρύλοχ’, μάλα δή με βιάζετε μοῦνον όντα.
ἀλλ’ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον·
εἴ κέ τιν’ βοῶν ἀγέλην πῶϋ μέγ’ οἰῶν
εὕρωμεν, μή πού τις ἀτασθαλίῃσι κακῇσιν
βοῦν έ τι μῆλον ἀποκτάνῃ· ἀλλ ἕκηλοι
ἐσθίετε βρώμην, τὴν ἀθανάτη πόρε Κίρκη.
ὣς ἐφάμην, οἱ δ’αὐτίκ’ ἀπώμνυον, ὡς ἐκέλευον.
αὐτὰρ ἐπεί ῥ’ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
στήσαμεν ἐν λιμένι γλαφυρ εὐεργέα νῆα
ἄγχ’ ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροι
νηός, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους,
οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα·
κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος.
ἦμος δὲ τρίχα νυκτὸς ην, μετ δ’ἄστρα βεβήκει,
ὦρσεν ἔπι ζαῆν ἄνεμον νεφεληγερέτα Ζεὺς
λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε
γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δ’οὐρανόθεν νύξ.
ἦμος δ’ἠριγένεια φάνη ῥοδοδάκτυλος ώς,
νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες.
ἔνθα δ’ἔσαν νυμφέων καλοὶ χοροὶ ἠδ θόωκοι·
καὶ τότ’ ἐγὼν ἀγορὴν θέμενος μετ πᾶσιν ειπον·
φίλοι, ἐν γὰρ νη θο βρῶσίς τε πόσις τε
ἔστιν, τῶν δὲ βοῶν ἀπεχώμεθα, μή τι πάθωμεν·
δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα,
ελίου, ὃς πάντ’ ἐφορ καὶ πάντ’ ἐπακούει.
ὣς ἐφάμην, τοῖσιν δ’ἐπεπείθετο θυμὸς ἀγήνωρ.
μῆνα δὲ πάντ’ ἄλληκτος η Νότος, οὐδέ τις ἄλλος
γίνετ’ ἔπειτ’ ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε.
οἱ δ’εἵως μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν,
τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο.
ἀλλ’ ὅτε δὴ νηὸς ἐξέφθιτο ϊα πάντα,
καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ,
ἰχθῦς ὄρνιθάς τε, φίλας τι χεῖρας ἵκοιτο,
γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός·
δὴ τότ’ ἐγὼν ἀν νῆσον ἀπέστιχον, ὄφρα θεοῖσιν
εὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι.
ἀλλ’ ὅτε δὴ δι νήσου ὼν ἤλυξα ἑταίρους,
χεῖρας νιψάμενος, ὅθ’ ἐπ σκέπας ἦν ἀνέμοιο,
ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν·
οἱ δ’ἄρα μοι γλυκὺν ὕπνον ἐπ βλεφάροισιν ἔχευαν.
Εὐρύλοχος δ’ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς·
κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι.
πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι,
λιμ δ’οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν.
ἀλλ’ ἄγετ’, ελίοιο βοῶν ἐλάσαντες ἀρίστας
ῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν,
αἶψά κεν ελί Ὑπερίονι πίονα νηὸν
τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλ καὶ ἐσθλά.
εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων
νῆ’ ἐθέλ ὀλέσαι, ἐπ δ’ἕσπονται θεοὶ ἄλλοι,
βούλομ’ ἅπαξ πρὸς κῦμα χανὼν ἀπ θυμὸν ὀλέσσαι,
δηθ στρεύγεσθαι ἐὼν ἐν νήσ ἐρήμῃ.
ὣς ἔφατ’ Εὐρύλοχος, ἐπ δ’ᾔνεον ἄλλοι ἑταῖροι.
αὐτίκα δ’Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας
ἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς κυανοπρώροιο
βοσκέσκονθ’ ἕλικες καλαὶ βόες εὐρυμέτωποι·
τὰς δὲ περιστήσαντο καὶ εὐχετόωντο θεοῖσι,
φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο·
οὐ γὰρ ἔχον κρῖ λευκὸν ϋσσέλμου ἐπ νηός.
αὐτὰρ ἐπεί ῥ’εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν,
μηρούς τ’ἐξέταμον κατά τε κνίσ ἐκάλυψαν
δίπτυχα ποιήσαντες, ἐπ’ αὐτῶν δ’ὠμοθέτησαν.
οὐδ’ εἶχον μέθυ λεῖψαι ἐπ’ αἰθομένοις εροῖσιν,
ἀλλ’ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.
αὐτὰρ ἐπεὶ κατ μῆρ’ ἐκάη καὶ σπλάγχν’ ἐπάσαντο,
μίστυλλόν τ’ἄρα τ’ἄλλα καὶ ἀμφ’ ὀβελοῖσιν ἔπειραν.
καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος,
βῆν δ’ἰέναι ἐπ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
ἀλλ’ ὅτε δὴ σχεδὸν α κιὼν νεὸς ἀμφιελίσσης,
καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ϋτμή.
οἰμώξας δὲ θεοῖσι μετ’ ἀθανάτοισι γεγώνευν·
Ζεῦ πάτερ ἠδ’ ἄλλοι μάκαρες θεοὶ αἰὲν όντες,
με μάλ’ εἰς ἄτην κοιμήσατε νηλέϊ ὕπνῳ.
οἱ δ’ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.
ὠκέα δ’Ἠελί Ὑπερίονι ἄγγελος ἦλθε
Λαμπετίη τανύπεπλος, οἱ βόας ἔκταν ἑταῖροι.
αὐτίκα δ’ἀθανάτοισι μετηύδα χωόμενος κῆρ·
Ζεῦ πάτερ ἠδ’ ἄλλοι μάκαρες θεοὶ αἰὲν όντες,
τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσος,
οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ᾗσιν ἔγωγε
χαίρεσκον μὲν ὼν εἰς οὐρανὸν ἀστερόεντα,
ἠδ’ ὁπότ’ ἂψ ἐπ γαῖαν ἀπ’ οὐρανόθεν προτραποίμην.
εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέ’ ἀμοιβήν,
δύσομαι εἰς ΐδαο καὶ ἐν νεκύεσσι φαείνω.
τὸν δ’ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
έλι’, ἤτοι μὲν σὺ μετ’ ἀθανάτοισι φάεινε
καὶ θνητοῖσι βροτοῖσιν ἐπ ζείδωρον ἄρουραν·
τῶν δέ κ’ἐγ τάχα νῆα θοὴν ἀργῆτι κεραυν
τυτθ βαλὼν κεάσαιμι μέσ ἐν οἴνοπι πόντῳ.
ταῦτα δ’ἐγὼν ἤκουσα Καλυψοῦς ϋκόμοιο·
δ’ἔφη Ἑρμείαο διακτόρου αὐτ ἀκοῦσαι.
αὐτὰρ ἐπεί ῥ’ἐπ νῆα κατήλυθον ἠδ θάλασσαν,
νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μῆχος
εὑρέμεναι δυνάμεσθα, βόες δ’ἀποτέθνασαν ἤδη.
τοῖσιν δ’αὐτίκ’ ἔπειτα θεοὶ τέραα προύφαινον·
εἷρπον μὲν ῥινοί, κρέα δ’ἀμφ’ ὀβελοῖς ἐμεμύκει,
ὀπταλέα τε καὶ ὠμά, βοῶν δ’ὣς γίνετο φωνή.
ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
δαίνυντ’ ελίοιο βοῶν ἐλόωντες ἀρίστας·
ἀλλ’ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπ Ζεὺς θῆκε Κρονίων,
καὶ τότ’ ἔπειτ’ ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων,
ἡμεῖς δ’αἶψ’ ἀναβάντες ἐνήκαμεν εὐρέϊ πόντῳ,
ἱστὸν στησάμενοι ἀνά θ’ἱστία λεύκ’ ἐρύσαντες.
ἀλλ’ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις ἄλλη
φαίνετο γαιάων, ἀλλ’ οὐρανὸς ἠδ θάλασσα,
δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων
νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπ’ αὐτῆς.
δ’ἔθει οὐ μάλα πολλὸν ἐπ χρόνον· αἶψα γὰρ ἦλθε
κεκληγὼς Ζέφυρος μεγάλ σὺν λαίλαπι θύων,
ἱστοῦ δὲ προτόνους ἔρρηξ’ ἀνέμοιο θύελλα
ἀμφοτέρους· ἱστὸς δ’ὀπίσω πέσεν, ὅπλα τε πάντα
εἰς ἄντλον κατέχυνθ’. δ’ἄρα πρυμν ἐν νη
πλῆξε κυβερνήτεω κεφαλήν, σὺν δ’ὀστέ’ ἄραξε
πάντ’ ἄμυδις κεφαλῆς· δ’ἄρ’ ἀρνευτῆρι οικὼς
κάππεσ’ ἀπ’ ἰκριόφιν, λίπε δ’ὀστέα θυμὸς ἀγήνωρ.
Ζεὺς δ’ἄμυδις βρόντησε καὶ ἔμβαλε νη κεραυνόν·
δ’ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,
ἐν δὲ θεείου πλῆτο, πέσον δ’ἐκ νηὸς ἑταῖροι.
οἱ δὲ κορώνῃσιν ἴκελοι περ νῆα μέλαιναν
κύμασιν ἐμφορέοντο, θεὸς δ’ἀποαίνυτο νόστον.
αὐτὰρ ἐγ δι νηὸς ἐφοίτων, ὄφρ’ ἀπ τοίχους
λῦσε κλύδων τρόπιος, τὴν δὲ ψιλὴν φέρε κῦμα,
ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτ τρόπιν. αὐτὰρ ἐπ’ αὐτ
ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς·
τῷ ῥ’ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδ καὶ ἱστόν,
ἑζόμενος δ’ἐπ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν.
ἔνθ’ ἤτοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων,
ἦλθε δ’ἐπ Νότος ὦκα, φέρων ἐμ ἄλγεα θυμῷ,
ὄφρ’ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.
παννύχιος φερόμην, ἅμα δ’ἠελί ἀνιόντι
ἦλθον ἐπ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.
μὲν ἀνερρύβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ·
αὐτὰρ ἐγ ποτ μακρὸν ἐρινεὸν ὑψόσ’ ερθείς,
τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς. οὐδέ πῃ εἶχον
οὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτ’ ἐπιβῆναι·
ῥίζαι γὰρ ἑκὰς ἦσαν, ἀπήωροι δ’ἔσαν ὄζοι,
μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν.
νωλεμέως δ’ἐχόμην, ὄφρ’ ἐξεμέσειεν ὀπίσσω
ἱστὸν καὶ τρόπιν αὖτις· ελδομέν δέ μοι ἦλθεν
ὄψ’· ἦμος δ’ἐπ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη
κρίνων νείκεα πολλ δικαζομένων αἰζηῶν,
τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.
ἧκα δ’ἐγ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι,
μέσσ δ’ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα,
ἑζόμενος δ’ἐπ τοῖσι διήρεσα χερσὶν ἐμῇσι.
Σκύλλην δ’οὐκέτ’ ασε πατὴρ ἀνδρῶν τε θεῶν τε
εἰσιδέειν· οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον.
ἔνθεν δ’ἐννῆμαρ φερόμην, δεκάτ δέ με νυκτ
νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψ
ναίει ϋπλόκαμος, δειν θεὸς αὐδήεσσα,
μ’ἐφίλει τ’ἐκόμει τε. τί τοι τάδε μυθολογεύω;
ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐν οἴκ
σοί τε καὶ ἰφθίμ ἀλόχῳ· ἐχθρὸν δέ μοί ἐστιν
αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν.