Audio and text annotations licensed as CC-BY, © 2016 David Chamberlain. Click a line, and/or use up/down arrows. The audio works best in Chrome or Firefox.

Index

Τρώων δ’οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή·
πολλ δ’ἄρ’ ἔνθα καὶ ἔνθ’ ἴθυσε μάχη πεδίοιο
ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα
μεσσηγὺς Σιμόεντος ἰδ Ξάνθοιο ῥοάων.
Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν
Τρώων ῥῆξε φάλαγγα, φόως δ’ἑτάροισιν ἔθηκεν,
ἄνδρα βαλὼν ὃς ἄριστος ἐν Θρῄκεσσι τέτυκτο
υἱὸν ϋσσώρου Ἀκάμαντ’ ΰν τε μέγαν τε.
τόν ῥ’ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,
ἐν δὲ μετώπ πῆξε, πέρησε δ’ἄρ’ ὀστέον εἴσω
αἰχμ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν.
Ἄξυλον δ’ἄρ’ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης
Τευθρανίδην, ὃς ἔναιεν ϋκτιμέν ἐν Ἀρίσβ
ἀφνειὸς βιότοιο, φίλος δ’ἦν ἀνθρώποισι.
πάντας γὰρ φιλέεσκεν ὁδ ἔπι οἰκία ναίων.
ἀλλά οἱ οὔ τις τῶν γε τότ’ ἤρκεσε λυγρὸν ὄλεθρον
πρόσθεν ὑπαντιάσας, ἀλλ’ ἄμφω θυμὸν ἀπηύρα
αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθ’ ἵππων
ἔσκεν ὑφηνίοχος· τὼ δ’ἄμφω γαῖαν ἐδύτην.
Δρῆσον δ’Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε·
βῆ δὲ μετ’ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη
νηῒς Ἀβαρβαρέη τέκ’ ἀμύμονι Βουκολίωνι.
Βουκολίων δ’ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος
πρεσβύτατος γενεῇ, σκότιον δέ γείνατο μήτηρ·
ποιμαίνων δ’ἐπ’ εσσι μίγη φιλότητι καὶ εὐνῇ,
δ’ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.
καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα
Μηκιστηϊάδης καὶ ἀπ’ ὤμων τεύχε’ ἐσύλα.
Ἀστύαλον δ’ἄρ’ ἔπεφνε μενεπτόλεμος Πολυποίτης·
Πιδύτην δ’Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν
ἔγχεϊ χαλκείῳ, Τεῦκρος δ’Ἀρετάονα δῖον.
Ἀντίλοχος δ’Ἄβληρον ἐνήρατο δουρ φαειν
Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
ναῖε δὲ Σατνιόεντος ϋρρείταο παρ’ ὄχθας
Πήδασον αἰπεινήν. Φύλακον δ’ἕλε Λήϊτος ἥρως
φεύγοντ’· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.
Ἄδρηστον δ’ἄρ’ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
ζωὸν ἕλ’· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο
ὄζ ἔνι βλαφθέντε μυρικίν ἀγκύλον ἅρμα
ἄξαντ’ ἐν πρώτ ῥυμ αὐτ μὲν ἐβήτην
πρὸς πόλιν, περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,
αὐτὸς δ’ἐκ δίφροιο παρ τροχὸν ἐξεκυλίσθη
πρηνὴς ἐν κονίῃσιν ἐπ στόμα· πὰρ δέ οἱ ἔστη
Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος.
Ἄδρηστος δ’ἄρ’ ἔπειτα λαβὼν ἐλίσσετο γούνων·
ζώγρει Ἀτρέος υἱέ, σὺ δ’ἄξια δέξαι ἄποινα·
πολλ δ’ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται
χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι’ ἄποινα
εἴ κεν ἐμ ζωὸν πεπύθοιτ’ ἐπ νηυσὶν Ἀχαιῶν.
ὣς φάτο, τῷ δ’ἄρα θυμὸν ἐν στήθεσσιν ἔπειθε·
καὶ δή μιν τάχ’ ἔμελλε θοὰς ἐπ νῆας Ἀχαιῶν
δώσειν θεράποντι καταξέμεν· ἀλλ’ Ἀγαμέμνων
ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα·
πέπον Μενέλαε, τί δὲ σὺ κήδεαι οὕτως
ἀνδρῶν; σοὶ ἄριστα πεποίηται κατ οἶκον
πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον
χεῖράς θ’ἡμετέρας, μηδ’ ὅν τινα γαστέρι μήτηρ
κοῦρον όντα φέροι, μηδ’ ὃς φύγοι, ἀλλ’ ἅμα πάντες
Ἰλίου ἐξαπολοίατ’ ἀκήδεστοι καὶ ἄφαντοι.
ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως
αἴσιμα παρειπών· δ’ἀπ ἕθεν ὤσατο χειρ
ἥρω’ Ἄδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνων
οὖτα κατ λαπάρην· δ’ἀνετράπετ’, Ἀτρεΐδης δὲ
λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος.
Νέστωρ δ’Ἀργείοισιν ἐκέκλετο μακρὸν ΰσας·
φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε
μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπ νῆας ἵκηται,
ἀλλ’ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι
νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ’ Ἀχαιῶν
Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,
εἰ μὴ ἄρ’ Αἰνεί τε καὶ Ἕκτορι εἶπε παραστὰς
Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχ’ ἄριστος·
Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα
Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκ’ ἄριστοι
πᾶσαν ἐπ’ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε,
στῆτ’ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων
πάντ ἐποιχόμενοι πρὶν αὖτ’ ἐν χερσ γυναικῶν
φεύγοντας πεσέειν, δηίοισι δὲ χάρμα γενέσθαι.
αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,
ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθ’ αὖθι μένοντες,
καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει·
Ἕκτορ ἀτὰρ σὺ πόλινδε μετέρχεο, εἰπ δ’ἔπειτα
μητέρι σῇ καὶ ἐμῇ· δὲ ξυνάγουσα γεραιὰς
νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρ
οἴξασα κληῗδι θύρας εροῖο δόμοιο
πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδ μέγιστος
εἶναι ἐν μεγάρ καί οἱ πολ φίλτατος αὐτῇ,
θεῖναι Ἀθηναίης ἐπ γούνασιν ϋκόμοιο,
καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐν νη
ἤνις ἠκέστας ερευσέμεν, αἴ κ’ἐλεήσ
ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,
ὥς κεν Τυδέος υἱὸν ἀπόσχ Ἰλίου ἱρῆς
ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο,
ὃν δὴ ἐγ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.
οὐδ’ Ἀχιλά ποθ’ ὧδέ γ’ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν,
ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλ’ ὅδε λίην
μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.
ὣς ἔφαθ’, Ἕκτωρ δ’οὔ τι κασιγνήτ ἀπίθησεν.
αὐτίκα δ’ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
πάλλων δ’ὀξέα δοῦρα κατ στρατὸν ᾤχετο πάντ
ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
οἳ δ’ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·
Ἀργεῖοι δ’ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο,
φὰν δέ τιν’ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος
Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.
Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ΰσας·
Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τ’ἐπίκουροι
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,
ὄφρ’ ἂν ἐγ βείω προτ Ἴλιον, ἠδ γέρουσιν
εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι
δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δ’ἑκατόμβας.
ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·
ἀμφ δέ μιν σφυρ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν
ἄντυξ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.
Γλαῦκος δ’Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς
ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.
οἳ δ’ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν όντε,
τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης·
τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;
οὐ μὲν γάρ ποτ’ ὄπωπα μάχ ἔνι κυδιανείρ
τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολ προβέβηκας ἁπάντων
σῷ θάρσει, τ’ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας·
δυστήνων δέ τε παῖδες ἐμ μένει ἀντιόωσιν.
εἰ δέ τις ἀθανάτων γε κατ’ οὐρανοῦ εἰλήλουθας,
οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.
οὐδ γὰρ οὐδ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος
δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν·
ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας
σεῦε κατ’ ἠγάθεον Νυσήϊον· αἳ δ’ἅμα πᾶσαι
θύσθλα χαμαὶ κατέχευαν ὑπ’ ἀνδροφόνοιο Λυκούργου
θεινόμεναι βουπλῆγι· Διώνυσος δὲ φοβηθεὶς
δύσεθ’ ἁλὸς κατ κῦμα, Θέτις δ’ὑπεδέξατο κόλπ
δειδιότα· κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.
τῷ μὲν ἔπειτ’ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,
καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς· οὐδ’ ἄρ’ ἔτι δὴν
ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν·
οὐδ’ ἂν ἐγ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.
εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν,
ἆσσον ἴθ’ ὥς κεν θᾶσσον ὀλέθρου πείραθ’ ἵκηαι.
τὸν δ’αὖθ’ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός·
Τυδεΐδη μεγάθυμε τί γενεὴν ἐρεείνεις;
οἵη περ φύλλων γενε τοίη δὲ καὶ ἀνδρῶν.
φύλλα τὰ μέν τ’ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ’ὕλη
τηλεθόωσα φύει, ἔαρος δ’ἐπιγίγνεται ὥρη·
ὣς ἀνδρῶν γενε μὲν φύει δ’ἀπολήγει.
εἰ δ’ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρ’ εἰδῇς
ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν·
ἔστι πόλις Ἐφύρη μυχ Ἄργεος ἱπποβότοιο,
ἔνθα δὲ Σίσυφος ἔσκεν, κέρδιστος γένετ’ ἀνδρῶν,
Σίσυφος Αἰολίδης· δ’ἄρα Γλαῦκον τέκεθ’ υἱόν,
αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην·
τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν
ὤπασαν· αὐτάρ οἱ Προῖτος κακ μήσατο θυμῷ,
ὅς ῥ’ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολ φέρτερος εν,
Ἀργείων· Ζεὺς γάρ οἱ ὑπ σκήπτρ ἐδάμασσε.
τῷ δὲ γυν Προίτου ἐπεμήνατο δῖ’ Ἄντεια
κρυπταδί φιλότητι μιγήμεναι· ἀλλ τὸν οὔ τι
πεῖθ’ ἀγαθ φρονέοντα δαΐφρονα Βελλεροφόντην.
δὲ ψευσαμένη Προῖτον βασιλα προσηύδα·
τεθναίης Προῖτ’, κάκτανε Βελλεροφόντην,
ὅς μ’ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ.
ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε·
κτεῖναι μέν ῥ’ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ,
πέμπε δέ μιν Λυκίηνδε, πόρεν δ’ὅ γε σήματα λυγρ
γράψας ἐν πίνακι πτυκτ θυμοφθόρα πολλά,
δεῖξαι δ’ἠνώγειν πενθερ ὄφρ’ ἀπόλοιτο.
αὐτὰρ βῆ Λυκίηνδε θεῶν ὑπ’ ἀμύμονι πομπῇ.
ἀλλ’ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα,
προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης·
ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς έρευσεν.
ἀλλ’ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος ὼς
καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι
ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.
αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,
πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε
πεφνέμεν· δ’ἄρ’ ην θεῖον γένος οὐδ’ ἀνθρώπων,
πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,
δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο,
καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας.
δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι·
καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν.
τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.
τῷ δ’ἄρ’ ἀνερχομέν πυκινὸν δόλον ἄλλον ὕφαινε·
κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους
εἷσε λόχον· τοὶ δ’οὔ τι πάλιν οἶκονδε νέοντο·
πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης.
ἀλλ’ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ῢν όντα
αὐτοῦ μιν κατέρυκε, δίδου δ’ὅ γε θυγατέρα ἥν,
δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης·
καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων
καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο.
δ’ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντ
Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν.
Λαοδαμεί μὲν παρελέξατο μητίετα Ζεύς,
δ’ἔτεκ’ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν.
ἀλλ’ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν,
ἤτοι κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο
ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων·
Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο
μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι·
τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα.
Ἱππόλοχος δέ μ’ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι·
πέμπε δέ μ’ἐς Τροίην, καί μοι μάλα πόλλ’ ἐπέτελλεν
αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων,
μηδ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγ’ ἄριστοι
ἔν τ’Ἐφύρ ἐγένοντο καὶ ἐν Λυκί εὐρείῃ.
ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.
ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης·
ἔγχος μὲν κατέπηξεν ἐπ χθον πουλυβοτείρῃ,
αὐτὰρ μειλιχίοισι προσηύδα ποιμένα λαῶν·
ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός·
Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην
ξείνισ’ ἐν μεγάροισιν είκοσιν ἤματ’ ἐρύξας·
οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά·
Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν,
Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον
καί μιν ἐγ κατέλειπον ὼν ἐν δώμασ’ ἐμοῖσι.
Τυδέα δ’οὐ μέμνημαι, ἐπεί μ’ἔτι τυτθὸν όντα
κάλλιφ’, ὅτ’ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν.
τὼ νῦν σοὶ μὲν ἐγ ξεῖνος φίλος Ἄργεϊ μέσσ
εἰμί, σὺ δ’ἐν Λυκί ὅτε κεν τῶν δῆμον ἵκωμαι.
ἔγχεα δ’ἀλλήλων ἀλεώμεθα καὶ δι’ ὁμίλου·
πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τ’ἐπίκουροι
κτείνειν ὅν κε θεός γε πόρ καὶ ποσσ κιχείω,
πολλοὶ δ’αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι.
τεύχεα δ’ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε
γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθ’ εἶναι.
ὣς ἄρα φωνήσαντε καθ’ ἵππων ΐξαντε
χεῖράς τ’ἀλλήλων λαβέτην καὶ πιστώσαντο·
ἔνθ’ αὖτε Γλαύκ Κρονίδης φρένας ἐξέλετο Ζεύς,
ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχε’ ἄμειβε
χρύσεα χαλκείων, ἑκατόμβοι’ ἐννεαβοίων.
Ἕκτωρ δ’ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν,
ἀμφ’ ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδ θύγατρες
εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε
καὶ πόσιας· δ’ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει
πάσας ἑξείης· πολλῇσι δὲ κήδε’ ἐφῆπτο.
ἀλλ’ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέ’ ἵκανε
ξεστῇς αἰθούσῃσι τετυγμένον· αὐτὰρ ἐν αὐτ
πεντήκοντ’ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο
πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδες
κοιμῶντο Πριάμοιο παρ μνηστῇς ἀλόχοισι,
κουράων δ’ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς
δώδεκ’ ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο
πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶ
κοιμῶντο Πριάμοιο παρ’ αἰδοίῃς ἀλόχοισιν·
ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ
Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην·
ἔν τ’ἄρα οἱ φῦ χειρ ἔπος τ’ἔφατ’ ἔκ τ’ὀνόμαζε·
τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας;
μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν
μαρνάμενοι περ ἄστυ· σὲ δ’ἐνθάδε θυμὸς ἀνῆκεν
ἐλθόντ’ ἐξ ἄκρης πόλιος Δι χεῖρας ἀνασχεῖν.
ἀλλ μέν’ ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω,
ὡς σπείσῃς Δι πατρ καὶ ἄλλοις ἀθανάτοισι
πρῶτον, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα.
ἀνδρ δὲ κεκμηῶτι μένος μέγα οἶνος έξει,
ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι.
τὴν δ’ἠμείβετ’ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ·
μή μοι οἶνον ειρε μελίφρονα πότνια μῆτερ,
μή μ’ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι·
χερσ δ’ἀνίπτοισιν Δι λείβειν αἴθοπα οἶνον
ἅζομαι· οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι
αἵματι καὶ λύθρ πεπαλαγμένον εὐχετάασθαι.
ἀλλ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης
ἔρχεο σὺν θυέεσσιν ολλίσσασα γεραιάς·
πέπλον δ’,ὅς τίς τοι χαριέστατος ἠδ μέγιστος
ἔστιν ἐν μεγάρ καί τοι πολ φίλτατος αὐτῇ,
τὸν θὲς Ἀθηναίης ἐπ γούνασιν ϋκόμοιο,
καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐν νη
ἤνις ἠκέστας ερευσέμεν, αἴ κ’ἐλεήσ
ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,
αἴ κεν Τυδέος υἱὸν ἀπόσχ Ἰλίου ἱρῆς
ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο.
ἀλλ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης
ἔρχευ, ἐγ δὲ Πάριν μετελεύσομαι ὄφρα καλέσσω
αἴ κ’ἐθέλῃσ’ εἰπόντος ἀκουέμεν· ὥς κέ οἱ αὖθι
γαῖα χάνοι· μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα
Τρωσί τε καὶ Πριάμ μεγαλήτορι τοῖό τε παισίν.
εἰ κεῖνόν γε ἴδοιμι κατελθόντ’ ϊδος εἴσω
φαίην κε φρέν’ ἀτέρπου ϊζύος ἐκλελαθέσθαι.
ὣς ἔφαθ’, δὲ μολοῦσα ποτ μέγαρ’ ἀμφιπόλοισι
κέκλετο· ταὶ δ’ἄρ’ όλλισσαν κατ ἄστυ γεραιάς.
αὐτ δ’ἐς θάλαμον κατεβήσετο κηώεντα,
ἔνθ’ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν
Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς
ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον,
τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν·
τῶν ἕν’ ειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ,
ὃς κάλλιστος ην ποικίλμασιν ἠδ μέγιστος,
ἀστὴρ δ’ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.
βῆ δ’ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.
αἳ δ’ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ,
τῇσι θύρας ϊξε Θεαν καλλιπάρος
Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο·
τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης έρειαν.
αἳ δ’ὀλολυγ πᾶσαι Ἀθήν χεῖρας ἀνέσχον·
δ’ἄρα πέπλον ἑλοῦσα Θεαν καλλιπάρος
θῆκεν Ἀθηναίης ἐπ γούνασιν ϋκόμοιο,
εὐχομένη δ’ἠρᾶτο Διὸς κούρ μεγάλοιο·
πότνι’ Ἀθηναίη ἐρυσίπτολι δῖα θεάων
ἆξον δὴ ἔγχος Διομήδεος, ἠδ καὶ αὐτὸν
πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων,
ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐν νη
ἤνις ἠκέστας ερεύσομεν, αἴ κ’ἐλεήσῃς
ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα.
ὣς ἔφατ’ εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη.
ὣς αἳ μέν ῥ’εὔχοντο Διὸς κούρ μεγάλοιο,
Ἕκτωρ δὲ πρὸς δώματ’ Ἀλεξάνδροιο βεβήκει
καλά, τά ῥ’αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότ’ ἄριστοι
ἦσαν ἐν Τροί ἐριβώλακι τέκτονες ἄνδρες,
οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν
ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ.
ἔνθ’ Ἕκτωρ εἰσῆλθε Δι φίλος, ἐν δ’ἄρα χειρ
ἔγχος ἔχ’ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς
αἰχμ χαλκείη, περ δὲ χρύσεος θέε πόρκης.
τὸν δ’εὗρ’ ἐν θαλάμ περικαλλέα τεύχε’ ἕποντα
ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξ’ ἁφόωντα·
Ἀργείη δ’Ἑλένη μετ’ ἄρα δμῳῇσι γυναιξὶν
ἧστο καὶ ἀμφιπόλοισι περικλυτ ἔργα κέλευε.
τὸν δ’Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι·
δαιμόνι’ οὐ μὲν καλ χόλον τόνδ’ ἔνθεο θυμῷ,
λαοὶ μὲν φθινύθουσι περ πτόλιν αἰπύ τε τεῖχος
μαρνάμενοι· σέο δ’εἵνεκ’ ϋτή τε πτόλεμός τε
ἄστυ τόδ’ ἀμφιδέδηε· σὺ δ’ἂν μαχέσαιο καὶ ἄλλῳ,
ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο.
ἀλλ’ ἄνα μὴ τάχα ἄστυ πυρὸς δηίοιο θέρηται.
τὸν δ’αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
Ἕκτορ ἐπεί με κατ’ αἶσαν ἐνείκεσας οὐδ’ ὑπὲρ αἶσαν,
τοὔνεκά τοι ἐρέω· σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
οὔ τοι ἐγ Τρώων τόσσον χόλ οὐδ νεμέσσι
ἥμην ἐν θαλάμῳ, ἔθελον δ’ἄχεϊ προτραπέσθαι.
νῦν δέ με παρειποῦσ’ ἄλοχος μαλακοῖς ἐπέεσσιν
ὅρμησ’ ἐς πόλεμον· δοκέει δέ μοι ὧδε καὶ αὐτ
λώϊον ἔσσεσθαι· νίκη δ’ἐπαμείβεται ἄνδρας.
ἀλλ’ ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω·
ἴθ’, ἐγ δὲ μέτειμι· κιχήσεσθαι δέ σ’ὀΐω.
ὣς φάτο, τὸν δ’οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ·
τὸν δ’Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι·
δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης,
ὥς μ’ὄφελ’ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ
οἴχεσθαι προφέρουσα κακ ἀνέμοιο θύελλα
εἰς ὄρος εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης,
ἔνθά με κῦμ’ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.
αὐτὰρ ἐπεὶ τάδε γ’ὧδε θεοὶ κακ τεκμήραντο,
ἀνδρὸς ἔπειτ’ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις,
ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλ’ ἀνθρώπων.
τούτ δ’οὔτ’ ἂρ νῦν φρένες ἔμπεδοι οὔτ’ ἄρ’ ὀπίσσω
ἔσσονται· τὼ καί μιν ἐπαυρήσεσθαι ΐω.
ἀλλ’ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδ’ ἐπ δίφρ
δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν
εἵνεκ’ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκ’ ἄτης,
οἷσιν ἐπ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω
ἀνθρώποισι πελώμεθ’ οίδιμοι ἐσσομένοισι.
τὴν δ’ἠμείβετ’ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ·
μή με κάθιζ’ Ἑλένη φιλέουσά περ· οὐδέ με πείσεις·
ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρ’ ἐπαμύνω
Τρώεσσ’, οἳ μέγ’ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.
ἀλλ σύ γ’ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός,
ὥς κεν ἔμ’ ἔντοσθεν πόλιος καταμάρψ όντα.
καὶ γὰρ ἐγὼν οἶκονδε ἐλεύσομαι ὄφρα ἴδωμαι
οἰκας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.
οὐ γὰρ οἶδ’ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις,
ἤδη μ’ὑπ χερσ θεοὶ δαμόωσιν Ἀχαιῶν.
ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·
αἶψα δ’ἔπειθ’ ἵκανε δόμους εὖ ναιετάοντας,
οὐδ’ εὗρ’ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,
ἀλλ’ γε ξὺν παιδ καὶ ἀμφιπόλ ϋπέπλ
πύργ ἐφεστήκει γοόωσά τε μυρομένη τε.
Ἕκτωρ δ’ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν
ἔστη ἐπ’ οὐδὸν ών, μετ δὲ δμῳῇσιν ειπεν·
εἰ δ’ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε·
πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο;
έ πῃ ἐς γαλόων εἰνατέρων ϋπέπλων
ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι
Τρῳαὶ ϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται;
τὸν δ’αὖτ’ ὀτρηρ ταμίη πρὸς μῦθον ειπεν·
Ἕκτορ ἐπεὶ μάλ’ ἄνωγας ἀληθέα μυθήσασθαι,
οὔτέ πῃ ἐς γαλόων οὔτ’ εἰνατέρων ϋπέπλων
οὔτ’ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι
Τρῳαὶ ϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται,
ἀλλ’ ἐπ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκ’ ἄκουσε
τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν.
μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει
μαινομέν ϊκυῖα· φέρει δ’ἅμα παῖδα τιθήνη.
ῥα γυν ταμίη, δ’ἀπέσσυτο δώματος Ἕκτωρ
τὴν αὐτὴν ὁδὸν αὖτις ϋκτιμένας κατ’ ἀγυιάς.
εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ
Σκαιάς, τῇ ἄρ’ ἔμελλε διεξίμεναι πεδίονδε,
ἔνθ’ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα
Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος ετίωνος
ετίων ὃς ἔναιεν ὑπ Πλάκ ὑληέσσ
Θήβ Ὑποπλακί Κιλίκεσσ’ ἄνδρεσσιν ἀνάσσων·
τοῦ περ δὴ θυγάτηρ ἔχεθ’ Ἕκτορι χαλκοκορυστῇ.
οἱ ἔπειτ’ ἤντησ’, ἅμα δ’ἀμφίπολος κίεν αὐτ
παῖδ’ ἐπ κόλπ ἔχουσ’ ἀταλάφρονα νήπιον αὔτως
Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ,
τόν ῥ’Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι
Ἀστυάνακτ’· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ.
ἤτοι μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ·
Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα,
ἔν τ’ἄρα οἱ φῦ χειρ ἔπος τ’ἔφατ’ ἔκ τ’ὀνόμαζε·
δαιμόνιε φθίσει σε τὸ σὸν μένος, οὐδ’ ἐλεαίρεις
παῖδά τε νηπίαχον καὶ ἔμ’ ἄμμορον, τάχα χήρη
σεῦ ἔσομαι· τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ
πάντες ἐφορμηθέντες· ἐμοὶ δέ κε κέρδιον εἴη
σεῦ ἀφαμαρτούσ χθόνα δύμεναι· οὐ γὰρ ἔτ’ ἄλλη
ἔσται θαλπωρ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς
ἀλλ’ ἄχε’· οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ.
ἤτοι γὰρ πατέρ’ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς,
ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν
Θήβην ὑψίπυλον· κατ δ’ἔκτανεν ετίωνα,
οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ,
ἀλλ’ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν
ἠδ’ ἐπ σῆμ’ ἔχεεν· περ δὲ πτελέας ἐφύτευσαν
νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο.
οἳ δέ μοι ἑπτ κασίγνητοι ἔσαν ἐν μεγάροισιν
οἳ μὲν πάντες κίον ἤματι ϊδος εἴσω·
πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς
βουσὶν ἐπ’ εἰλιπόδεσσι καὶ ἀργεννῇς ΐεσσι.
μητέρα δ’,ἣ βασίλευεν ὑπ Πλάκ ὑληέσσῃ,
τὴν ἐπεὶ ἂρ δεῦρ’ ἤγαγ’ ἅμ’ ἄλλοισι κτεάτεσσιν,
ἂψ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσι’ ἄποινα,
πατρὸς δ’ἐν μεγάροισι βάλ’ Ἄρτεμις οχέαιρα.
Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ
ἠδ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης·
ἀλλ’ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμν’ ἐπ πύργῳ,
μὴ παῖδ’ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα·
λαὸν δὲ στῆσον παρ’ ἐρινεόν, ἔνθα μάλιστα
ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος.
τρὶς γὰρ τῇ γ’ἐλθόντες ἐπειρήσανθ’ οἱ ἄριστοι
ἀμφ’ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενα
ἠδ’ ἀμφ’ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν·
πού τίς σφιν ἔνισπε θεοπροπίων εἰδώς,
νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.
τὴν δ’αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι· ἀλλ μάλ’ αἰνῶς
αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,
αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο·
οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς
αἰεὶ καὶ πρώτοισι μετ Τρώεσσι μάχεσθαι
ἀρνύμενος πατρός τε μέγα κλέος ἠδ’ ἐμὸν αὐτοῦ.
εὖ γὰρ ἐγ τόδε οἶδα κατ φρένα καὶ κατ θυμόν·
ἔσσεται ἦμαρ ὅτ’ ἄν ποτ’ ὀλώλ Ἴλιος ἱρ
καὶ Πρίαμος καὶ λαὸς ϋμμελίω Πριάμοιο.
ἀλλ’ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,
οὔτ’ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος
οὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶ
ἐν κονίῃσι πέσοιεν ὑπ’ ἀνδράσι δυσμενέεσσιν,
ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων
δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας·
καί κεν ἐν Ἄργει οῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις,
καί κεν ὕδωρ φορέοις Μεσσηΐδος Ὑπερείης
πόλλ’ εκαζομένη, κρατερ δ’ἐπικείσετ’ ἀνάγκη·
καί ποτέ τις εἴπῃσιν ἰδὼν κατ δάκρυ χέουσαν·
Ἕκτορος ἥδε γυν ὃς ἀριστεύεσκε μάχεσθαι
Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο.
ὥς ποτέ τις ἐρέει· σοὶ δ’αὖ νέον ἔσσεται ἄλγος
χήτεϊ τοιοῦδ’ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.
ἀλλά με τεθνηῶτα χυτ κατ γαῖα καλύπτοι
πρίν γέ τι σῆς τε βοῆς σοῦ θ’ἑλκηθμοῖο πυθέσθαι.
ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ·
ἂψ δ’ὃ πάϊς πρὸς κόλπον ϋζώνοιο τιθήνης
ἐκλίνθη άχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς
ταρβήσας χαλκόν τε ἰδ λόφον ἱππιοχαίτην,
δεινὸν ἀπ’ ἀκροτάτης κόρυθος νεύοντα νοήσας.
ἐκ δ’ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ·
αὐτίκ’ ἀπ κρατὸς κόρυθ’ εἵλετο φαίδιμος Ἕκτωρ,
καὶ τὴν μὲν κατέθηκεν ἐπ χθον παμφανόωσαν·
αὐτὰρ γ’ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν
εἶπε δ’ἐπευξάμενος Διί τ’ἄλλοισίν τε θεοῖσι·
Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι
παῖδ’ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν,
ὧδε βίην τ’ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν·
καί ποτέ τις εἴποι πατρός γ’ὅδε πολλὸν ἀμείνων
ἐκ πολέμου ἀνιόντα· φέροι δ’ἔναρα βροτόεντα
κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.
ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε
παῖδ’ ἑόν· δ’ἄρα μιν κηώδεϊ δέξατο κόλπ
δακρυόεν γελάσασα· πόσις δ’ἐλέησε νοήσας,
χειρί τέ μιν κατέρεξεν ἔπος τ’ἔφατ’ ἔκ τ’ὀνόμαζε·
δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ·
οὐ γάρ τίς μ’ὑπὲρ αἶσαν ἀνὴρ ϊδι προϊάψει·
μοῖραν δ’οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,
οὐ κακὸν οὐδ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.
ἀλλ’ εἰς οἶκον οῦσα τὰ σ’αὐτῆς ἔργα κόμιζε
ἱστόν τ’ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
ἔργον ἐποίχεσθαι· πόλεμος δ’ἄνδρεσσι μελήσει
πᾶσι, μάλιστα δ’ἐμοί, τοὶ Ἰλί ἐγγεγάασιν.
ὣς ἄρα φωνήσας κόρυθ’ εἵλετο φαίδιμος Ἕκτωρ
ἵππουριν· ἄλοχος δὲ φίλη οἶκονδε βεβήκει
ἐντροπαλιζομένη, θαλερὸν κατ δάκρυ χέουσα.
αἶψα δ’ἔπειθ’ ἵκανε δόμους εὖ ναιετάοντας
Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δ’ἔνδοθι πολλὰς
ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.
αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ἐν οἴκῳ·
οὐ γάρ μιν ἔτ’ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο
ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.
οὐδ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,
ἀλλ’ γ’,ἐπεὶ κατέδυ κλυτ τεύχεα ποικίλα χαλκῷ,
σεύατ’ ἔπειτ’ ἀν ἄστυ ποσ κραιπνοῖσι πεποιθώς.
ὡς δ’ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπ φάτν
δεσμὸν ἀπορρήξας θεί πεδίοιο κροαίνων
εἰωθὼς λούεσθαι ϋρρεῖος ποταμοῖο
κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφ δὲ χαῖται
ὤμοις ΐσσονται· δ’ἀγλαΐηφι πεποιθὼς
ῥίμφά γοῦνα φέρει μετά τ’ἤθεα καὶ νομὸν ἵππων·
ὣς υἱὸς Πριάμοιο Πάρις κατ Περγάμου ἄκρης
τεύχεσι παμφαίνων ὥς τ’ἠλέκτωρ ἐβεβήκει
καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δ’ἔπειτα
Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτ’ ἄρ’ ἔμελλε
στρέψεσθ’ ἐκ χώρης ὅθι άριζε γυναικί.
τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής·
ἠθεῖ’ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω
δηθύνων, οὐδ’ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;
τὸν δ’ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ·
δαιμόνι’ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη
ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι·
ἀλλ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δ’ἐμὸν κῆρ
ἄχνυται ἐν θυμῷ, ὅθ’ ὑπὲρ σέθεν αἴσχε’ ἀκούω
πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.
ἀλλ’ ομεν· τὰ δ’ὄπισθεν ἀρεσσόμεθ’, αἴ κέ ποθι Ζεὺς
δώ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι
κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν
ἐκ Τροίης ἐλάσαντας ϋκνήμιδας Ἀχαιούς.